- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1036.3-1037.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了《物理学》第七卷的两种文本传承、本卷与第八卷的重叠以及先前注释家(欧德谟和德米斯提乌斯)对本卷的略过,提出本卷为亚里士多德早期草稿并构成通往第八卷之有益预备训练的看法,由此展开注解。
Ἔστι μὲν ἕβδομον τοῦτο τῆς Φυσικῆς ἀκροάσεως βιβλίον, ὅπερ Η ἐπιγράφειν ἔθος ἐστὶ τοῖς ἐκ τοῦ Περιπάτου. διχῶς δὲ φέρεται κατὰ τὴν λέξιν μόνην ἔχον ὀλίγην τινὰ διαφοράν· τὰ γὰρ προβλήματα καὶ αἱ ἀποδείξεις αὐτῶν ἐπὶ τῆς αὐτῆς τάξεως ἐν ἀμφοτέροις τὰ αὐτὰ φέρεται. ὅπερ δὲ ἀμφοῖν οἱ τοῦ Ἀριστοτέλους ἐξηγηταὶ σαφηνίζουσι, τοῦτο καὶ ἐγὼ νῦν προεχειρισάμην.1 ἰστέον δὲ ὅτι τῶν ἐν τῷ ἑβδόμῳ τούτῳ βιβλίῳ κειμένων προβλημάτων τὰ κυριώτερα καὶ πρὸς τὴν προκειμένην πραγματείαν οἰκειότερα ἐν τῷ μετὰ τοῦτο βιβλίῳ τῷ τελευταίῳ τῆς ὅλης πραγματείας κεῖται μετὰ ἀκριβεστέρων ἀποδείξεων· διὸ καὶ παρέλκειν ἔδοξέ τισι τοῦτο τὸ βιβλίον ἐν τῇ πραγματείᾳ μαλθακωτέραις ἤ, ὥς φησιν Ἀλέξανδρος, λογικωτέραις χρώμενον ταῖς ἀποδείξεσι καὶ ὅ γε Εὔδημος μέχρι τοῦδε σχεδὸν τοῖς ὅλης τῆς πραγματείας κεφαλαίοις παρακολουθήσας τοῦτο παρελθὼν ὡς περιττὸν ἐπὶ τὰ ἐν τῷ τελευταίῳ βιβλίῳ μετῆλθεν. καὶ ὁ Θεμίστιος δὲ τὴν ὅλην πραγματείαν παραφράζων ἐν τούτῳ τῷ βιβλίῳ γενόμενος πολλὰ τῶν ἐν αὐτῷ κεφαλαίων κατενωτίσατο· ἀλλ’ ἐπειδὴ φαίνεται καὶ τοῦτο μὴ πάνυ τι τῆς πρὸς τὰ ἄλλα βιβλία συγγενείας τὰ ἐν ταύτῃ τῇ πραγματείᾳ ἀπᾷδον μηδὲ τῆς Ἀριστοτέλους ἀγχινοίας ἀνάξιον, τάχα ἂν εἴποιμι πρότερον μὲν ὑπὸ τοῦ Ἀριστοτέλους γραφῆναι τοῦτο, ὕστερον δὲ ἐν τῷ τελευταίῳ βιβλίῳ τῶν ἐν τούτῳ κεφαλαίων ἀκριβέστερον διαρθρωθέντων τινὰς ὡς οἰκεῖον αὐτὸ τῇ πραγματείᾳ συντάξαι.2 καὶ ἔχοι ἂν οἶμαι χρείαν οὐκ ἀπόβλητον προγυμνάζον ἡμᾶς καὶ συνεθίζον εἰς τὴν τῶν μεγάλων ὄντως καὶ συνεκτικῶν τῆς ὅλης φυσιολογίας θεωρημάτων κατανόησιν, ὧν ἐν τῷ τελευταίῳ βιβλίῳ παραδίδωσιν ὁ Ἀριστοτέλης. αὐτίκα γοῦν τὸ πρῶτον ἐν τούτῳ ὑπ’ αὐτοῦ προβληθὲν τὸ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, ἀκριβεστέρας ἐκεῖ τετύχηκεν ἀποδείξεως, ἀλλὰ τοῖς γε ἐνταῦθα παραδιδομένοις τέως παρακολουθοῦντες τὴν ἔννοιαν αὐτῶν ὡς δυνατὸν ἀνιχνεύσωμεν.
这是《物理学》的第七卷,漫步学派的人习惯于题为Η。但它以两种形式流传,仅在文辞上稍有不同;因为其中的论题及其证明在两种形式中都以相同的顺序按同一内容流传。在这两者之中,亚里士多德的注释家们所阐释的那一种,也正是我现在所采用的。应当知晓的是,在这第七卷中所载的论题中,更重要且更切合当下著作的,乃是以更严密的证明被载于其后的一卷、即整部著作的最后一卷中;因此有些人认为这一卷在著作中是冗余的,它使用了较温和的、或者如亚历山大所说的较逻辑性的证明;而欧德谟至少直到此处几乎一直跟随整部著作的要点,却将这一卷视为多余而略过,直接转入最后一卷的内容。德米斯提乌斯在转述整部著作时,到了这一卷也对其中的许多要点置之不理。然而,既然这一卷看起来既非完全脱离与本著作中其他各卷的亲缘性,亦非不配于亚里士多德的敏锐,我或许可以说,这是亚里士多德先写下的,后来在最后一卷中将此卷中的要点阐述得更为严密之后,某些人将它作为切合著作之物编排在内。并且我认为它具有不容弃置的功用,使我们预先得到训练并习惯于理解亚里士多德在最后一卷中所传授的、真正伟大且贯通整个自然学考察的定理。例如,他在本卷中所提出的第一个论题,即“凡运动之物皆由某物推动”,在彼处获得了更为严密的证明;不过,我们暂且追随此处所传授的内容,尽可能探寻其旨意。
- 7.0ὅπερ δὲ ἀμφοῖν οἱ τοῦ Ἀριστοτέλους ἐξηγηταὶ σαφηνίζουσι, τοῦτο καὶ ἐγὼ νῦν προεχειρισάμην
关系代词 ὅπερ 与后文的指示代词 τοῦτο 形成呼应,ἀμφοῖν 作为表示选择的部分属格(“两者之中的哪一个”)。整个分句构成“而在两者之中亚里士多德的注释家们所阐释的那一种,我也选定它”的对应结构。
- 7.0ὕστερον δὲ ἐν τῷ τελευταίῳ βιβλίῳ τῶν ἐν τούτῳ κεφαλαίων ἀκριβέστερον διαρθρωθέντων τινὰς ὡς οἰκεῖον αὐτὸ τῇ πραγματείᾳ συντάξαι
在依赖于 εἴποιμι 的带对格不定式结构中,不定式 συντάξαι 的逻辑主语是不定代词对格 τινάς(“某些人”),宾语是指代第7卷的 αὐτό。属格独立结构 τῶν ... διαρθρωθέντων 插入在时间副词 ὕστερον 与主语及不定式之间。
