← 辛普里丘

亚里士多德《物理学》注释

§1033.35-1035.12

芝诺悖论的解决与变化有限性总结

辛普里丘总结了亚里士多德《物理学》第六卷的结尾部分,梳理了对芝诺四个悖论(二分法、阿喀琉斯、飞箭、体育场)及其他否定运动之论证的解决方式、不可分者仅具附带运动、一切变化的有限性,以及唯有圆周运动在时间上可为无限的论证脉络。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.65#3

τούτων δὲ ἔτι θαυμασιώτερον ἐφεξῆς δείκνυσιν, ὅτι τὸ κινούμενον, ἐν ᾧ χρόνῳ κινεῖται πρώτῳ, ἀδύνατον κατά τι εἶναι τοῦ διαστήματος, ἐν ᾧ κινεῖται, ὥστε ἐν ὅλῳ τῷ χρόνῳ καὶ αὐτὸ καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ ἐν τῷ αὐτῷ εἶναι καὶ ἴσῳ ἑαυτοῖς διαστήματι,1 ἀλλ’ ἐν τῷ νῦν μόνῳ ἐστὶν ἐν τῷ ἴσῳ ἑαυτῷ διαστήματι. ἐκ δὲ τούτου καὶ τὸν Ζήνωνος ἔλυσε λόγον τὸν λέγοντα, εἰ τὸ φερόμενον βέλος ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῷ ἐστι, τὸ δὲ κατὰ τὸ ἴσον ἑαυτῷ χρόνον τινὰ ὂν ἠρεμεῖ, τὸ φερόμενον βέλος ἕως ἂν κινῆται ἠρεμεῖ. λύει δὲ διὰ τοῦ μὴ ἐν χρόνῳ εἶναι κατὰ τὸ ἴσον ἑαυτῷ, ἀλλ’ ἐν τῷ νῦν, ἐν ᾧ οὔτε κινεῖταί τι οὔτε ἠρεμεῖ. τεττάρων δὲ ὄντων τῶν περὶ κινήσεως τοῦ Ζήνωνος λόγων ὁ μὲν πρῶτος ἔλεγεν, εἰ ἔστι κίνησις, ἀνάγκη τὸ κινούμενον ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα διεξιέναι, ὃν ἔλυσεν ἤδη. δεύτερος ὁ καλούμενος Ἀχιλλεὺς καὶ αὐτὸς λέγων, εἰ ἔστι κίνησις, τὸ βραδύτατον ὑπὸ τοῦ ταχίστου οὐ καταληφθήσεται διὰ τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν. ἐκ τῶν αὐτῶν δὲ ὡρμημένος τοῖς αὐτοῖς καὶ αὐτὸς λυθήσεται. τρίτος δὲ τοῦ Ζήνωνος λόγος ἐστὶν ὁ ἀπὸ τοῦ φερομένου βέλους, καὶ τέταρτος ὁ ἀπὸ τῶν ἐν τῷ σταδίῳ ἴσων καὶ ἰσοταχῶν μεγεθῶν, τῶν μὲν παρὰ ἑστῶτα κινουμένων τῶν δὲ παρὰ ἀντικινούμενα, καὶ ταύτῃ δοκούντων ἄτοπόν τι συνάγειν τὸ τῶν ἴσων καὶ ἰσοταχῶν μεγεθῶν ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἕτερον τοῦ ἑτέρου διπλασίαν κίνησιν κινεῖσθαι2 καὶ τὸν αὐτὸν καὶ ἴσον χρόνον ἅμα διπλάσιόν τε καὶ ἥμισυν εἶναι. ἡ δὲ τούτου λύσις προφανεστέρα. ὁρμήσας δὲ ὅλως διαλῦσαι τοὺς ἐνισταμένους πρὸς τὴν κίνησιν λόγους μετὰ τοὺς Ζήνωνος καὶ ἄλλους παράγει καὶ διαλύει. ὧν πρῶτος ὁ ἀπὸ τῆς ἀντιφάσεως. εἰ γὰρ τὸ μεταβάλλον οὔτε ἐν τῷ ἐξ οὗ μεταβάλλει ἐστίν (οὔπω γὰρ ἂν μεταβάλλοι) οὔτε ἐν τῷ εἰς ὃ μεταβάλλει (οὐκέτι γὰρ ἂν μεταβάλλοι), εἰ ἔστι μεταβολή, ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως τοῦ ὄντος καὶ μὴ ὄντος, λευκοῦ καὶ μὴ λευκοῦ, ὅπερ ἀδύνατον· οὐκ ἄρα ἔσται μεταβολή. λύει δὲ καὶ τοῦτον τὸν λόγον ἐκ τοῦ ὅλον μὲν ἐν οὐδετέρῳ εἶναι, ἀλλὰ τὸ μέν τι αὐτοῦ ἐν τῷ ἐξ οὗ, τὸ δὲ ἐν τῷ εἰς ὅ. δεύτερον δὲ ἄλλον τινὰ διαλύει λόγον οὕτως ἐνίστασθαι δοκοῦντα πρὸς τὴν κίνησιν· εἰ τὰ δοκοῦντα τὴν πρώτην καὶ κυριωτάτην κίνησιν κινεῖσθαι ὁ κύκλος καὶ ἡ σφαῖρα οὐ κινεῖται ἀλλ’ ἠρεμεῖ, εἴπερ ἐν τῷ αὐτῷ τόπῳ ἐστίν, οὐκ ἂν εἴη κίνησις. λύει δὲ δεικνύς, ὅτι τὰ οὕτω κινούμενα οὔτε αὐτὰ οὔτε τὰ μέρη αὐτῶν ἐν τῷ αὐτῷ τόπῳ ἐστὶν οὐδένα χρόνον. μετὰ δὴ ταῦτα δείκνυσιν, ὅτι τὸ ἀμερὲς οὐ κινεῖται πλὴν κατὰ συμβεβηκὸς τῷ εἶναι ἐν κινουμένῳ σώματι ἢ μεγέθει· δείκνυσι δὲ αὐτὸ διὰ τριῶν ἐπιχειρημάτων. ἐπὶ τούτοις δείκνυσιν, ὅτι οὐδεμία μεταβολὴ ἄπειρός ἐστι, κἂν ἀνάγκη 〈ᾖ〉 πρὸ τοῦ κινεῖσθαι εἶναι ἀεὶ τὸ κεκινῆσθαι3 καὶ πρὸ τοῦ κεκινῆσθαι τὸ κινεῖσθαι· δείκνυσι δὲ αὐτὸ καθ’ ἕκαστον εἶδος μεταβολῆς ἐξ ὡρισμένου εἰς ὡρισμένον οὔσης τῆς μεταβάσεως. καὶ ἐπὶ τέλει ζητεῖ, εἰ ἐνδέχεται τῷ χρόνῳ ἄπειρον κίνησιν γενέσθαι τὴν αὐτὴν καὶ μίαν κατ’ εἶδος πάλιν καὶ πάλιν γινομένην. καὶ λέγει ὅτι ἡ κύκλῳ μόνη δύναται τοιαύτη εἶναι, ὡς τοῦ πάλιν καὶ πάλιν ἐν αὐτῇ μὴ διαλαμβανομένου στάσει· ἀποδείξει δὲ τοῦτο ὕστερον.

比这些更为奇妙的是,他接着证明,运动之物在其最初运动的时间中,不可能对应于它在其中运动的间距的任何一个部分,以至于在全部时间中它自身及其每个部分都处于与它们自身相同且相等的间距之中,而只是在“现在”中它才处于与自身相等的间距之中。由此他也解决了芝诺的论证,即那主张“如果飞行的箭总是对应于与自身相等者,而在一段时间内对应于与自身相等者是静止的,那么飞行的箭只要在运动就处于静止”的论证。他通过指出它不是在时间中对应于与自身相等者,而是在既无物运动也无物静止的“现在”中,从而解决了这一论证。关于运动的芝诺论证共有四个,第一个主张,如果运动存在,运动之物必然在有限时间内穿过无限多的事物,这一论证他已经解决过了。第二个被称为阿喀琉斯,它本身也主张,如果运动存在,由于大小的无限分割,最慢者将不会被最快者追上;但由于它从相同的前提出发,也将通过相同的论据被解决。芝诺的第三个论证是出自飞箭的论证,第四个是出自体育场中相等且等速的大小们的论证,其中一些沿着静止之物运动,另一些则沿着反向运动之物运动,并由此似乎推导出一个荒谬的结论,即相等且等速的大小在相同时间内其中一个运动了另一个两倍的运动,并且同一且相等的时间同时既是两倍又是半数。而对这一论证的解决则更为显明。在决意彻底化解反对运动的论证之后,在芝诺的论证之后他又引入并化解了其他的论证。其中第一个是出自矛盾的论证:因为如果变化之物既不在它从中变化的出发点中(因为那样它就尚未变化),也不在它向之变化的到达点中(因为那样它就已不再变化),那么如果变化存在,在存在与非存在、白与非白这一对矛盾之间就将存在某种中介,而这是不可能的;因此变化将不存在。他也通过指出它并非作为整体处于两者中的任何一个之中,而是其某一部分处于出发点中,另一部分处于到达点中,从而解决了这一论证。其次,他化解了另一个看似以如下方式反对运动的论证:如果被认为以最初且最本原的运动而运动的圆与球体,若确实处于同一位置中,则不是运动而是静止,那么运动就将不存在。他通过指出以这种方式运动之物无论自身还是其诸部分在任何时间内都不处于同一位置中,从而解决了这一论证。在这些之后,他证明无部分之物除了因处于运动的物体或大小之中而偶然地运动之外,是不运动的;并且他通过三个论点证明了这一点。在此之上他证明,没有任何变化是无限的,即使在运动之前必然总是存在已经运动过,并且在已经运动过之前必然总是存在运动;他依照每一种变化的形式证明了这一点,因为过渡是从确定者向确定者进行的。最后他探究,在形式上同一且为一而反复发生的运动,在时间上是否可能成为无限的。并且他说,只有圆周运动能够是这样的,因为在其中“反复”不被停止所隔断;而他将在后文证明这一点。

语法注3 条
  1. 6.65ὥστε ἐν ὅλῳ τῷ χρόνῳ καὶ αὐτὸ καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ ἐν τῷ αὐτῷ εἶναι καὶ ἴσῳ ἑαυτοῖς διαστήματι

    由 ὥστε 引出的不定式结构(ἐν τῷ αὐτῷ εἶναι)从属于前句的 ἀδύνατον,在此起说明、阐发的作用而非单纯的结果从句。其逻辑主语为宾格的 καὶ αὐτὸ καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ;复数与格 ἑαυτοῖς 指代该复合主语的两个要素(运动事物整体与其各个部分)。

  2. 6.65τῶν μὲν παρὰ ἑστῶτα κινουμένων τῶν δὲ παρὰ ἀντικινούμενα, καὶ ταύτῃ δοκούντων ἄτοπόν τι συνάγειν τὸ τῶν ἴσων καὶ ἰσοταχῶν μεγεθῶν ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἕτερον τοῦ ἑτέρου διπλασίαν κίνησιν κινεῖσθαι

    属格分词 τῶν μὲν ... κινουμένων、τῶν δὲ ... 以及 δοκούντων 修饰介词短语 ἀπὸ τῶν ... μεγεθῶν 中的名词 μεγεθῶν。冠词化的不定式短语 τὸ ... κινεῖσθαι 作 ἄτοπόν τι 的同位语从句,具体陈述所推导出的荒谬结论。

  3. 6.65κἂν ἀνάγκη 〈ᾖ〉 πρὸ τοῦ κινεῖσθαι εἶναι ἀεὶ τὸ κεκινῆσθαι

    κἂν 是 καὶ ἐάν 的缩合,引导让步从句,校勘补充了虚拟式 ᾖ。不定式短语 εἶναι ἀεὶ τὸ κεκινῆσθαι 作无人称表达 ἀνάγκη [ᾖ] 的主语,介词短语 πρὸ τοῦ κινεῖσθαι 修饰该不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1033.35-1035.12