- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1032.21-1033.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘概述了《物理学》第六卷的后半部分,总结了亚里士多德关于不可分的“现在”、运动主体·运动·时间的可分割性、已变者的最初极限、先于运动的运动、有限与无限的关系,以及停止过程与静止属性的各项论证。
δείξας δὲ ὅτι τὰ μέρη τοῦ μεγέθους καὶ τοῦ χρόνου καὶ δηλονότι καὶ τῆς κινήσεως διαιρετά ἐστιν, ἐφεξῆς δείκνυσιν, ὅτι τὸ κυρίως νῦν, κἂν δοκῇ χρόνου μέρος εἶναι, οὐκ ἔστι μέρος ἀλλὰ πέρας καὶ ἀρχή, καὶ ὅτι ἓν καὶ ταὐτόν ἐστι τῷ ἀριθμῷ τό τε πέρας τοῦ παρεληλυθότος καὶ ἡ ἀρχὴ τοῦ μέλλοντος. δείκνυσι δὲ αὐτὸ διὰ τοῦ δεῖξαι, ὅτι οὐ δύναται ταῦτα δύο εἶναι οὔτε ὡς ἁπτόμενα (οὐ γὰρ ἅπτεται τἀμερῆ) οὔτε ὡς κεχωρισμένα (μεταξὺ γὰρ ἂν ἔχοι χρόνον). τῷ δὲ ἓν καὶ ταὐτὸν εἶναι τὸ νῦν ὡς ἀκόλουθον ἐπάγει τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι,1 καὶ προσχρώμενος τοῖς δεδειγμένοις δείκνυσιν, ὅτι ἐν τῷ νῦν οὔτε κινεῖσθαί τι δυνατὸν οὔτε ἠρεμεῖν, ἀλλὰ καὶ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ ἠρεμεῖ. ἐφεξῆς δὲ δείκνυσι πάλιν, ὅτι οὐ μόνον ἡ κίνησις διαιρετὴ καὶ ὁ χρόνος, ἀλλὰ καὶ αὐτὸ τὸ κινούμενον μέγεθος κατ’ ἄλλην ἐπιχείρησιν τοιαύτην· εἰ ἀνάγκη ἔκ τινος εἴς τι κινούμενον, τὸ μὲν ἑαυτοῦ ἐν τῷ ἐξ οὗ κινεῖται2 ἔχειν, τὸ δὲ ἐν τῷ εἰς ὃ κινεῖται, διαιρετὸν ἂν εἴη τὸ κινούμενον. καὶ τὴν κίνησιν δὲ διαιρετὴν δείκνυσιν οὐ μόνον κατὰ τὸν χρόνον ὡς πρότερον, ἀλλὰ καὶ κατὰ τὸ μέγεθος τὸ προσεχῶς διαιρετὸν δεδειγμένον. καὶ οὕτω καὶ τὸ καθ’ ὃ ἡ κίνησις, εἴτε κατὰ τόπον εἴτε κατὰ ποσὸν εἴτε κατὰ ποιὸν καὶ τὴν κίνησιν καὶ τὸ κινεῖσθαι καὶ τὸν χρόνον διαιρετὰ δείξας, ἐφεξῆς δείκνυσιν, ὅτι πάντων τούτων αἱ αὐταὶ διαιρέσεις εἰσὶ καὶ ὁμοίως πάντα συνδιαιρεῖται ἀλλήλοις, καὶ πρῶτον ὅτι ὁ χρόνος καὶ ἡ κίνησις, εἶτα ὅτι ἡ κίνησις καὶ τὸ κινεῖσθαι, εἶτα ὅτι καὶ τὰ καθ’ ἃ ἡ κίνησις. προθέμενος δὲ ἐφεξῆς δεῖξαι, ὅτι τὸ μεταβεβληκὸς οὐκ ἐν χρόνῳ μεταβέβληκεν, ἀλλ’ ἐν τῷ νῦν ἀτόμῳ ὄντι πρῶτον δείκνυσιν, ὅτι τὸ μεταβεβληκὸς ἐν ἐκείνῳ ἐστίν, ἐν ᾧ πρώτῳ μεταβέβληκε, καὶ οὕτως ὅτι τὸ ἐν ᾧ πρώτῳ τι μεταβέβληκεν ἄτομόν ἐστι καὶ οὐ χρόνος. διαιρεῖ δὲ τὸ ἐν ᾧ πρώτῳ διχῶς, εἴς τε τὴν ἀρχὴν τῆς μεταβολῆς καὶ εἰς τὸ πέρας, καὶ δείκνυσιν ὅτι τὸ μὲν πέρας ἔστιν, ἡ δὲ ἀρχὴ οὐκ ἔστιν· οὐδὲ ἔστιν ἀρχὴ μεταβολῆς, ἀλλ’ οὐδὲ τοῦ μεταβεβληκότος ἔστι τι πρῶτον ὃ μεταβέβληκε. τῶν δὲ καθ’ ἃ ἡ μεταβολὴ ἐπὶ μὲν τοῦ τόπου καὶ τοῦ ποσοῦ οὐκ ἔστι τὸ πρῶτον λαβεῖν, διότι συνεχῆ ἐστιν, ἐπὶ δὲ τοῦ ποιοῦ καθ’ αὑτὸ μὲν οὐκ ἔστι, κατὰ συμβεβηκὸς δὲ ἔστιν· ἀλλ’ οὐδὲ ἐπὶ τοῦ χρόνου, ἐν ᾧ ἡ μεταβολή, ἔστι τὸ πρῶτον λαβεῖν. ὡς δὲ ἑπόμενον τοῖς εἰρημένοις ἐπάγει τὸ πᾶν τὸ κινούμενον κεκινῆσθαι πρότερον καὶ τὸ κεκινημένον πρότερον κινεῖσθαι. καὶ δείκνυσιν ὅτι καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς ὁ αὐτὸς ἁρμόσει λόγος, καὶ συνάγει λοιπόν, ὅτι καὶ ἐπὶ πάσης μεταβολῆς. τούτοις δὲ ἐπάγει τὸ ἀδύνατον εἶναι ἐν ἀπείρῳ χρόνῳ πεπερασμένην γραμμὴν ἢ κίνησιν κινεῖσθαι, πλὴν εἰ μὴ τὴν αὐτὴν πάλιν καὶ πάλιν ὡς ἐπὶ τῆς κυκλοφορίας, ἀλλ’ οὐδὲ γίνεσθαι ἢ φθείρεσθαι.3 ἀκόλουθον δὲ τούτῳ τὸ μηδὲ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον κινηθῆναι δυνατὸν ἢ ἠρεμίζεσθαι μήτε μέγεθος μήτε κίνησιν ἢ ἠρεμίαν. καὶ ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ τὸ ἄπειρον μέγεθος δίεισι τὸ πεπερασμένον διάστημα ἐν πεπερασμένῳ χρόνῳ. καὶ οὕτω περὶ τῶν τελείων καὶ ἀπαρτιζομένων κινήσεων τεχνολογήσας τὰ ὑπάρχοντα λοιπὸν τὸ ἐπὶ στάσιν ἰὸν καὶ διὰ τοῦτο ἵστασθαι λεγόμενον παραδίδωσι δεικνύς, ὅτι κἂν ἵστασθαι λέγηται τοῦτο, ταὐτόν ἐστι τῷ κινουμένῳ, καὶ ὅσα τῷ κινουμένῳ ὑπάρχει, τοσαῦτα καὶ τῷ οὕτως ἵστασθαι λεγομένῳ ὑπάρξει, ὥστε καὶ τὸ ἐν χρόνῳ ἵστασθαι καὶ τὸ μὴ εἶναι τὸ πρῶτον λαβεῖν ἐν τῷ ἵστασθαι ὥσπερ οὐδὲ ἐν τῷ κινεῖσθαι. δείξας δὲ ταῦτα ἐπί τε τῆς ἁπλῶς κινήσεως καὶ τῆς κατὰ τὸ ἵστασθαι λεγομένης δείκνυσι καὶ ἐπὶ τῆς ἠρεμίας τῆς τῇ ὅλῃ κινήσει ἀντικειμένης, ὅτι καὶ ἐπὶ ταύτης τό τε ἐν χρόνῳ καὶ ὅτι οὐκ ἔστι τὸ πρῶτον λαβεῖν.
在证明了大小与时间的各部分,并且显然运动的各部分也是可分割的之后,接着他证明,本义上的“现在”即使看似是时间的一个部分,却不是部分而是极限与开端,并且过去的极限与未来的开端在数量上是一且相同的。他通过证明这两者既不能作为相接触者(因为不可分者不相接触),也不能作为相分离者(因为它们中间将会有时间)而为二,从而证明了这一点。并且作为“现在”是一且相同的随之而来的推论,他引出了“现在”自身也是不可分割的,并利用已被证明的各点证明,在“现在”中任何事物都既不可能运动也不可能静止,而是运动之物在时间中运动,静止之物在时间中静止。紧接着他再次证明,不仅运动和时间是可分割的,而且运动着的大小自身也是可分割的,这是依照另一条如下的论证:如果从某物向某物运动之物必然将其自身的一部分置于它从中运动的出发点中,而将另一部分置于它向之运动的到达点中,那么运动之物就将是可分割的。并且他证明运动之所以可分割,不仅如先前那样依时间而言,而且也依刚刚被证明为可分割的大小而言。在如此证明了运动所依循者——无论依位置、数量还是性质——以及运动、运动过程本身与时间都是可分割的之后,接着他证明,所有这些的分割都是相同的,并且全部以相似方式彼此一同被分割:首先是时间与运动,然后是运动与运动过程,接着是运动所依循者也是如此。随后他预设要证明已经变化了的事物不是在时间中变化,而是在不可分的“现在”中变化的,他首先证明,已经变化了的事物处于它在其中最初已经变化了的那个东西之中,并由此证明事物在其中最初已经变化了的那个东西是不可分的而不是时间。他将“在其中最初”区分为两种,即区分为变化的开端与极限,并证明极限是存在的,而开端则不存在;不仅不存在变化的开端,而且在已经变化了的事物中也不存在任何已经变化了的最初部分。而在变化所依循的事物中,就位置与数量而言不可能把握最初者,因为它们是连续体;就性质而言,就其自身而言是不可能的,但偶然地则是可能的;然而在变化于其中发生的时间中,也是不可能把握最初者的。并且作为从前述诸事实随之而来的结论,他引出凡运动之物在此之前都已经运动过,而已经运动过之物在此之前都处于运动中。他证明相同的论理也适用于生成与消灭,最后得出结论它也适用于一切变化。在此基础上他又引出:在无限时间内穿过一条有限线段或运动是不可能的,除非是像圆周回转那样反复进行同一个运动,并且生成或消灭也是不可能的。随之而来的结论是,在有限时间内也不可能使无限的大小、运动或静止被运动或被带入静止。接着他又证明,无限的大小也绝不会在有限时间内穿过有限的距离。在如此系统地论述了属于完全且圆满的运动的属性之后,最后他阐述了朝向停止而去并因此被称为正在停下来之物,证明即便这被称为正在停下来,它也与运动之物是同一的,并且凡属于运动之物的属性,同样多地也属于如此被称为正在停下来之物,以至于不仅停下来是在时间中发生的,而且正如在运动中一样,在停下来中也是不可能把握最初者的。在就单纯的运动与依停下来而言的运动两者都证明了这些之后,他又就与整体运动相对立的静止证明,在静止中同样也是在时间中发生,并且也是不可能把握最初者的。
- 6.65τῷ δὲ ἓν καὶ ταὐτὸν εἶναι τὸ νῦν ὡς ἀκόλουθον ἐπάγει τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι
带冠词的不定词与格短语 τῷ δὲ ἓν καὶ ταὐτὸν εἶναι τὸ νῦν 充当 ὡς ἀκόλουθον(作为……的推论/结果)的与格补足语,或修饰 ἐπάγει 表示依据。宾格不定词短语 τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι 则是主动词 ἐπάγει 的直接宾语。
- 6.65εἰ ἀνάγκη ἔκ τινος εἴς τι κινούμενον, τὸ μὲν ἑαυτοῦ ἐν τῷ ἐξ οὗ κινεῖται ἔχειν, τὸ δὲ ἐν τῷ εἰς ὃ κινεῖται
在条件从句 εἰ ἀνάγκη... 中,非人称短语 ἀνάγκη 省略了系动词 ἐστί,宾格分词 ἔκ τινος εἴς τι κινούμενον 充当不定词 ἔχειν 的逻辑主语。ἔχειν 的宾语则构成部分宾格结构:τὸ μὲν [μέρος] ἑαυτοῦ ... τὸ δέ [μέρος](其自身的一部分……另一部分……)。
- 6.65πλὴν εἰ μὴ τὴν αὐτὴν πάλιν καὶ πάλιν ὡς ἐπὶ τῆς κυκλοφορίας, ἀλλ’ οὐδὲ γίνεσθαι ἢ φθείρεσθαι
成语性短语 πλὴν εἰ μή 引导排除从句(“除非……”),构成前述不定词 κινεῖσθαι 的特例。紧接的 ἀλλ’ οὐδὲ γίνεσθαι ἢ φθείρεσθαι 则重新回到主要不定词结构 ἀδύνατον εἶναι 的支配下,并列表示“在无限时间内生成或消灭也是不可能的”。
