← 辛普里丘

亚里士多德《物理学》注释

§1031.10-1032.21

重复产生无限运动的可能性与第六卷总结

辛普里丘基于《物理学》241b12讨论了通过同形式运动的重复是否可能产生时间上无限且连续的运动,指出亚里士多德预示了唯独圆周运动能够如此。随后,他对第六卷的全书论述(连续体非由不可分者构成、运动与时间的无限可分性以及对芝诺悖论的消解)进行了简要的提要式总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.65#1

" Ἀλλ’ εἰ οὕτως ἐνδέχεται ἕως τοῦ τέλους." Δείξας μηδεμίαν κίνησιν οὕτως ἄπειρον, ὡς μὴ ἔχειν πέρατα τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, ἐπὶ τούτοις ζητεῖ, εἰ ἐνδέχεται τῷ χρόνῳ ἄπειρον κίνησιν γενέσθαι τὴν αὐτὴν καὶ μίαν κατ’ εἶδος πάλιν καὶ πάλιν γινομένην, ἐπειδὴ τὸ ἐπ’ εὐθείας ἄπειρον ἀδύνατον ἐδείχθη. μήποτε οὖν δυνατὸν μίαν κατ’ ἀριθμὸν εἶναι συνεχῆ κίνησιν τῷ πάλιν καὶ πάλιν γίνεσθαι τὴν αὐτήν.1 καὶ ἐπέστησε καλῶς, ὅτι μὴ μίαν μὲν μηδὲ τὴν αὐτὴν οὐδὲν κωλύει εἶναι τῷ χρόνῳ ἄπειρον, εἰ ἄλλη ἄλλην διαδέχοιτο, οἷον εἰ μετὰ φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ ταύτην αὔξησις καὶ πάλιν γένεσις. ἀλλ’ οὐ γίνεται ἡ ἐκ τούτων μία οὔτε τῷ ἀριθμῷ οὔτε τῷ εἴδει, ὡς αὐτὸς δείξει. κοινότερον μὲν γὰρ ἂν λέγοιτο καὶ ἡ οὕτως γινομένη μία, κυρίως δὲ οὐκ ἔστι μία καὶ συνεχής. ἡμεῖς δὲ ζητοῦμεν, εἰ οἷόν τέ ἐστι μίαν καὶ συνεχῆ κίνησιν ἐπ’ ἄπειρον γίνεσθαι τῷ πάλιν καὶ πάλιν τὴν αὐτὴν μὴ διαλαμβανομένην ὑπὸ στάσεών τινων μεταξὺ μηδὲ ἐξ ἀνομοειδῶν συγκειμένην, ἀλλὰ τὴν αὐτὴν μένουσαν κατὰ τὸ εἶδος. μίαν δέ φησιν μόνην δύνασθαι τοιαύτην γίνεσθαι τὴν κύκλῳ, διότι ἐν ταῖς ἄλλαις κινήσεσιν ἡ ἐπὶ τὰ αὐτὰ πάλιν καὶ πάλιν ἐπάνοδος στάσεσι διαλαμβάνεται· ἡ κύκλῳ ἄρα μόνη δύναται μία τε καὶ συνεχὴς γίνεσθαι ἄπειρος τῷ χρόνῳ. καλῶς δὲ τῷ χρόνῳ προσέθηκεν, ὅτι οὐ τῷ μεγέθει οὐδὲ τῇ ἐφ’ ἓν τῆς κινήσεως ἐκτάσει. ἀλλὰ ταῦτα νῦν μὲν προανεφθέγξατο ὠδίνων ἤδη τὴν ἐπ’ αὐτοῖς ἀλήθειαν,2 ὕστερον δὲ ἀποδείξει. Ἡ μὲν οὖν τῶν κατὰ μέρος ἐν τούτῳ τῷ βιβλίῳ σαφήνεια κατά γε τὴν ἐμὴν δύναμιν οὕτως ἐχέτω· ἡ δὲ σύντομος ἐπὶ κεφαλαίων ἐπιδρομὴ τοιάδε τις ἔστω. τὸ συνεχές, ὅτι ποτέ ἐστιν, ἐκ τῶν προδιωρισμένων λαβὼν καὶ ὅτι τὸ μέγεθος συνεχὲς δείκνυσι πρῶτον ὡς ἐπὶ γραμμῆς, ὅτι οὐ σύγκειται ἐξ ἀμερῶν, τουτέστιν ἐκ στιγμῶν, οὐδὲ διαιρεῖται εἰς ταῦτα. εἶτα ὅτι καὶ ἡ κίνησις καὶ ὁ χρόνος ὁμοίως τῷ μεγέθει συνεχῆ ὄντα ὁμοίως ἔχει τὸ μήτε συγκεῖσθαι ἐξ ἀμερῶν μήτε διαιρεῖσθαι εἰς ἀμερῆ. πρῶτον δὲ τὴν τοῦ μεγέθους καὶ τῆς κινήσεως ὁμοιότητα δείξας τότε προστίθησι τὸν χρόνον. βουλόμενος δὲ καὶ δι’ ἐκθέσεως3 δεῖξαι τὰ προειρημένα προδείκνυσιν, ὅτι τὸ θᾶττον ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον δίεισι τοῦ βραδυτέρου καὶ ἐν τῷ ἐλάττονι καὶ ἴσον καὶ πλέον. δείκνυσι δὲ τοῦτο διά τε τοῦ ὁρισμοῦ τοῦ θάττονος καὶ διὰ τῆς ἐκθέσεως. τούτοις δὲ προσχρώμενος συνάγει δι’ ἐκθέσεως, ὅτι καὶ τὸ μέγεθος καὶ ὁ χρόνος ἐπ’ ἄπειρον διαιροῦνται, καὶ ὅτι τὸ μὲν θᾶττον διαιρεῖ τὸν χρόνον, τὸ δὲ βραδύτερον τὸ μέγεθος. τὰ δὲ αὐτὰ δείκνυσι καὶ ἐκ τοῦ τὸ ἰσοταχὲς ἀεὶ ἐν τῷ ἡμίσει χρόνῳ τὸ ἥμισυ διιέναι καὶ ἁπλῶς ἐν τῷ ἐλάττονι τὸ ἔλαττον. τῶν γὰρ αὐτῶν διαιρέσεων γινομένων, εἰ τὸ ἕτερον ἐπ’ ἄπειρον διαιρετόν ἐστι, καὶ τὸ ἕτερον τοιοῦτον ἔσται. δείξας δὲ οὕτως, ὅτι ἡ διαίρεσις εἰς ἀεὶ διαιρετὰ γίνεται, λύει τὸν Ζήνωνος λόγον τὸν ἀναιρεῖν τὴν κίνησιν ἐπιχειροῦντα διὰ τῆς τῶν μεγεθῶν ἐπ’ ἄπειρον διαιρέσεως. εἰ γὰρ ἔστι, φησί, κίνησις, ἀνάγκη ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα διελθεῖν. δείκνυσιν οὖν ὅτι οὐκ ἐν πεπερασμένῳ τὰ ἄπειρα, ἀλλ’ ἐν τῷ ὁμοίως ἔχοντι τὸ ἄπειρον χρόνῳ. καὶ γὰρ ὥσπερ τὸ μέγεθος, οὕτω καὶ ὁ χρόνος οὐκ ἐνεργείᾳ, ἀλλὰ τῷ κατὰ διαίρεσιν ἐπ’ ἄπειρον τὸ ἄπειρον ἔχει.

“但如果这样是可能的”直至篇末。 在证明了没有任何运动是无限到不具有从何而来与到何而去的极限之后,在此基础上他探究,由于直线上的无限已被证明是不可能的,那么同一种且在形式上为一的运动通过反复生成,是否可能成为在时间上无限的运动。那么,是否可能存在一种依数量为一且连续的运动,乃是通过同一个运动反复生成而存在的?他恰切地指出,如果它既不是一也不是同一个,那么就算一运动接着另一运动接续发生,也并不妨碍它在时间上是无限的,例如在位置移动之后有质变,在此之后有增长,然后又有生成。但由这些构成的运动无论依数量还是依形式都不是一,正如他自己将要证明的那样。因为哪怕以这种方式生成的运动在更宽泛的意义上可以被称为一,但在本义上它并不是一和连续的。而我们所探究的是,一种为一且连续的运动,是否可能由于同一个运动反复生成而无限地生成,既不被中间的某些静止所截断,也不由不同形式的事物所构成,而是在形式上保持同一。他说唯独圆周运动能够成为这样,因为在其他运动中,反复返回到相同事物是要被静止所截断的;因此唯独圆周运动能够成为既是一又是连续的、在时间上无限的运动。他恰切地加上了“在时间上”,因为不是在大小上,也不是在运动朝向单一方向的延展上。但他现在只是预先说出了这些,仿佛已经怀着关于它们的真理而阵痛,随后他将予以证明。那么,关于本书各分部细节的澄清,至少依照我的能力,就暂且如此;而关于各要点的简要概述则是大致如下。他从先前所界定的内容中把握了连续体究竟是什么,并把握了大小是连续体,首先在线条上证明了它既不由不可分者即点构成,也不被分割为这些。接着证明,运动和时间也与大小相似地作为连续体,同样具有既不由不可分者构成也不被分割为不可分者的性质。在首先证明了大小与运动的相似性之后,他才加上了时间。并且由于希望也通过设定展示来证明前述各点,他预先证明,较快者在相等时间内穿过比较慢者更大的大小,且在较少时间内穿过相等乃至更大的大小。他既通过较快者的定义,又通过设定展示来证明这一点。利用这些,他又通过设定展示得出结论:大小和时间都被无限分割,且较快者分割时间,较慢者分割大小。他又从具有相等速度者总是在一半时间内穿过一半,并且简言之在较少时间内穿过较少这一点证明了相同的事实。因为在进行相同的分割时,如果其中一者是无限可分割的,另一者也将是如此。在以这种方式证明了分割总是进行到始终可分之物之后,他消解了芝诺企图通过大小的无限分割来取消运动的论证。因为〔芝诺〕说,如果存在运动,就必然在有限时间内穿过无限之物。因此〔亚里士多德〕证明,并非在有限时间内穿过无限之物,而是在以相似方式具有无限性的时间中。因为正如大小一样,时间也并非在现实上,而是通过依分割的无限而具有无限性。

语法注3 条
  1. 6.65μήποτε οὖν δυνατὸν μίαν κατ’ ἀριθμὸν εἶναι συνεχῆ κίνησιν τῷ πάλιν καὶ πάλιν γίνεσθαι τὴν αὐτήν

    μήποτε 在晚期注疏中常用作引入审慎探究或疑问的副词性表达(“是否可能……”)。句中省略了系动词 ἐστί(μήποτε οὖν δυνατόν [ἐστι]...),用以具体展开前文 ζητεῖ(探求)所涉及的议题。

  2. 6.65ὠδίνων ἤδη τὴν ἐπ’ αὐτοῖς ἀληθειαν

    分词 ὠδίνων 带宾格 τὴν... ἀλήθειαν 作为宾语,构成“正在阵痛孕育关于它们的真理”的比喻表达。它生动地指明亚里士多德在此时已经怀有这一将在第八卷中正式证明的论点,但在此处仅作预先的透露。

  3. 6.65δι’ ἐκθέσεως

    ἔκθεσις 是古希腊几何学及亚里士多德逻辑学中的专门术语,指为了进行证明而设定具体对象(如线段或字母)的“展示/设定”程序。此处指通过设定具体的线段与运动体来展开推导。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1031.10-1032.21