← 辛普里丘

亚里士多德《物理学》注释

§1029.22-1031.9

变化的端点限定性与有限性证明

对亚里士多德《物理学》第6卷第10章(241a26)关于“没有任何变化是无限的”论述的注疏。辛普里丘解释了引入这一定理以消除变化本身无限之误解的背景,并阐释了各类变化中端点的限定性,以及基于“不可能达成者亦不可能正在变化”原理所作的有限性证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.64

" Μεταβολὴ δὲ οὐκ ἔστιν οὐδεμία ἄπειρος ἕως τοῦ ὥστε μὴ ὡρίσθαι πέρασι, φανερόν." Ἐπειδὴ δέδεικται πρότερον, ὅτι παντὸς τοῦ κινεῖσθαι προηγεῖται τὸ κεκινῆσθαι καὶ τοῦ κεκινῆσθαι τὸ κινεῖσθαι, καὶ ἐδόκει τοῦτο τοῖς προχείρως ἀκούουσιν ἄπειρον ἑκάστην ὑποτίθεσθαι μεταβολὴν διὰ τοῦτο τοῦτο προστίθησι τὸ θεώρημα1 δεικνύων, ὅτι οὐκ ἔστιν ἄπειρος μεταβολή. δείκνυσι δὲ ἐκ τοῦ πᾶσαν μεταβολὴν εἶναι2 ἔκ τινος εἴς τι, ταῦτα δὲ ὡρίσθαι. καὶ γὰρ ἡ κατὰ ἀντίφασιν, κἂν μὴ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ἀλλ’ ἔκ τινος εἴς τι καὶ αὐτή· ἐκ γὰρ τοῦ μὴ ὄντος εἰς τὸ ὄν καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. καὶ τὸ μὴ ὂν δέ τί ἐστι σημαινόμενον ὅλως. καὶ ἡ μὲν κατὰ ἀντίφασιν πέρατα καὶ ὅρους ἔχει τὰ μέρη τῆς ἀντιφάσεως τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἡ δὲ ἀλλοίωσις κίνησις οὖσα ἐξ ἐναντίου εἰς ἐναντίον ἐστί. τὰ δὲ ἐναντία ὥρισται οἷον λευκόν, μέλαν, θερμόν, ψυχρόν, ὑγεία, νόσος, ἀγαθόν, κακόν· τὰ γὰρ ἐναντία πλεῖστον διέστηκε, τὰ δὲ πλεῖστον διεστῶτα ὥρισται. καὶ ἡ αὔξησις δὲ καὶ ἡ μείωσις πέρατα ἔχει, ἡ μὲν τὸ κατὰ τὴν οἰκείαν φύσιν τέλειον μέγεθος, ἡ δὲ τὴν ἀπὸ τούτου ἔκστασιν. ἐπὶ δὲ τῆς φορᾶς οὐ πανταχοῦ ὡρισμένα τὰ πέρατά ἐστιν· ἐπὶ μὲν γὰρ τῆς κατ’ εὐθεῖαν τὸ ἄνω καὶ τὸ κάτω ἐναντία τε καὶ ὡρισμένα ἐστίν, οὐκέτι δὲ καὶ ἡ τῶν ζῴων κίνησις, ἣν κινεῖται μεταβατικῶς, ὡρισμένα ἔχει τὰ πέρατα. καὶ ἡ ἐγκύκλιος δὲ φορὰ οὐκ ἐξ ἐναντίου εἰς ἐναντίον· οὐ γὰρ ἔστι τι τῇ κύκλῳ φορᾷ ἐναντίον· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἡ κυκλοφορία, ἀλλ’ οὐκ ἀπὸ ἐναντίου εἰς ἐναντίον· οὐδὲν γὰρ αὐτὸ αὑτῷ ἐναντίον. εἰ οὖν μὴ ἔστιν ἐναντίωσις ἐν πάσῃ φορᾷ, κατὰ ταύτην μὲν οὐκ ἔστι δεῖξαι τὸν τῶν περάτων ὁρισμόν· κατ’ ἄλλην δὲ μέθοδον δείκνυσιν ἐπὶ πάσης μεταβολῆς ἁρμόζουσαν, προλαβὼν ὅτι τὸ ἀδύνατον τμηθῆναι οὐκ ἐνδέχεται τέμνεσθαι. πολλαχῶς δὲ τοῦ ἀδυνάτου λεγομένου (καὶ γὰρ καὶ τὸ μόγις καὶ τὸ χαλεπῶς, ὡς ἐν τῇ τοῦ δυνατοῦ καὶ ἀδυνάτου διαιρέσει μεμαθήκαμεν, καὶ ὃ οὐκ ἐνδέχεται ὅλως) τοῦτο νῦν τοῦ ἀδυνάτου τὸ σημαινόμενον ἐκλέγεται. καὶ λέγει ὅτι τὸ οὕτως ἀδύνατον τμηθῆναι, ὡς μὴ ἐνδέχεσθαι τμηθῆναι, οὐκ ἐνδέχεται τέμνεσθαι. οὐδὲ τὸ ἀδύνατον γενέσθαι ἐνδέχεται γίνεσθαι· μάτην γὰρ ἂν γίνοιτο, εἰ μὴ δυνατὸν αὐτὸ γενέσθαι. οὐδὲν δὲ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔτε ἡ φύσις. τάχα δὲ ἀκριβέστερον ὁ Ἀριστοτέλης οὐδὲ γίνεσθαι ὅλως φησίν, ὃ μὴ ἐνδέχεται γενέσθαι. κἂν γὰρ ἔθεσαν ἐκεῖνοι3 τὴν Ὄσσαν ἐπὶ τῷ Ὀλύμπῳ καὶ ἐπὶ τῇ Ὄσσῃ τὸ Πήλιον, οὐκ ἦν γένεσις τοῦτο τῆς εἰς οὐρανὸν ἀναβάσεως, ἐπειδὴ μηδὲ γενέσθαι δυνατὸν ἦν ἐκείνην. τὸ γὰρ γινόμενόν τι καὶ γενέσθαι φύσιν ἔχει. εἰ δὲ ταῦτα ἀληθῆ, οὐδὲ τὸ μεταβαλεῖν ἀδύνατον ἐνδέχεται μεταβάλλειν εἰς ἐκεῖνο, εἰς ὃ ἀδύνατον μεταβαλεῖν, ὥστε καὶ τὸ τούτῳ ἀντίστροφον ἀληθές, ὅτι εἴ τι μεταβάλλει εἴς τι, τοῦτο καὶ μεταβαλεῖν, τουτέστι μεταβεβληκέναι, εἰς ἐκεῖνο δυνατὸν εἶναι. ὃ δὲ μεταβαλεῖν οἷόν τε εἴς τι, τουτέστι μεταβεβληκέναι, τοῦτο οὐκ ἂν ἄπειρον διάστημα κινοῖτο οὐδὲ ἄπειρον κίνησιν· ἐν γὰρ τῇ ἀπείρῳ κινήσει οὐδέν ἐστιν ἔσχατον, εἰς ὃ τὸ μεταβάλλον δυνατὸν ἔσται μεταβαλεῖν. πεπερασμένη ἄρα καὶ ἡ κατὰ τόπον κίνησις πᾶσα. καὶ γὰρ τῆς κύκλῳ ἔστι τι πέρας τὸ αὐτὸ ἀφ’ οὗ ἤρξατο. δείξας οὖν ταῦτα, συνεπεράνατο τὸν λόγον φανερὸν εἶναι λέγων, ὅτι οὐκ ἔστιν οὕτως ἄπειρος μεταβολή, ὥστε μὴ ὡρίσθαι πέρασιν, εἴπερ τὸ μεταβάλλον ἀδύνατον μὴ μεταβαλεῖν εἰς ὃ μεταβάλλει.

“没有任何变化是无限的”直至“以至于不受极限的限定,是显然的”。 既然先前已经证明,在一切运动之前都有已经运动,在已经运动之前都有正在运动,而这在粗疏的听者看来似乎是假定了每一变化都是无限的,因此他补充了这一命题,证明变化不是无限的。他通过如下事实进行证明:一切变化都是从某物到某物,而这些是受到限定的。因为依照矛盾的变化,即使不是从底层物到底层物,它自身也是从某物到某物;因为它是从非存在到存在,以及从存在到非存在。而且非存在总体上也是某种具有含义的东西。依照矛盾的变化将矛盾的组成部分即‘存在’与‘非存在’作为极限与界限,而质变作为一种运动,是从相反者到相反者。相反者是受到限定的,例如白、黑、热、冷、健康、疾病、善、恶;因为相反者相距最远,而相距最远者是受到限定的。增长与减少也具有极限,前者是依照其本有本性的完全大小,后者则是脱离这一大小的偏离。但在位置移动中,极限并非到处都是受到限定的;因为在直线[移动]中,上与下既是相反的又是受到限定的,但动物的运动,即它们位移性地运动的运动,就不再具有受到限定的极限。圆周移动也不是从相反者到相反者;因为没有任何东西与圆周移动相反;因为旋转是从同一者到同一者,而不是从相反者到相反者;因为没有任何东西与自身相反。因此,如果并非在每一种位置移动中都存在相反关系,就无法借由此来证明极限的限定;但他通过另一种适合于一切变化的方法来证明,预先假定不可能被切断之物不可能正在被切断。既然‘不可能’有多重含义(因为正如我们在可能与不可能的划分中所学到的那样,勉强的、困难的,以及根本不可能的[都被称为不可能]),现在所选取的是‘不可能’的这一含义。他说,在不可能被切断到无法被切断的意义上不可能被切断之物,不可能正在被切断。不可能生成之物也不可能正在生成;因为如果它自身不可能生成,它就会徒劳地正在生成。但神和自然都不做徒劳之事。也许更准确地说,亚里士多德说,不可能生成之物根本就不是正在生成。因为即使他们把奥萨山放在奥林匹斯山上,把珀利翁山放在奥萨山上,这也不是升入天国这一事件的生成,因为那件事根本就不可能生成。因为凡正在生成某物者,都具有能够生成完毕的本性。如果这些是真实的,那么不可能完成变化者也不可能正在变化到那个不可能完成变化的目标中去,以至于这一定理的换位命题也是真实的,即如果某物正在变化到某物中去,那么这一事物也可能变化、即已经变化到那之中。然而,能够变化、即已经变化到某物中去的事物,不可能运动无限的距离,也不可能运动无限的运动;因为在无限运动中没有任何终极,使得正在变化者可能完成变化至其中。因此,一切依场所的运动也是有限的。因为圆周运动也有某种极限,即它所开始的同一个[起点]。因此,在证明了这些之后,他结束了论述,说既然正在变化者不可能不完成变化到它所正在变化的目标中去,那么显然就不存在那种不受极限限定意义上的无限变化。

语法注3 条
  1. 6.64διὰ τοῦτο τοῦτο προστίθησι τὸ θεώρημα

    在承接前述原因从句(ἐπειδὴ... καὶ ἐδόκει...)的介词短语 διὰ τοῦτο(“因此”)之后,紧接着出现作为动词 προστίθησι 直接宾语的指示代词 τοῦτο,并与后文的名词短语 τὸ θεώρημα 构成同位语。两个同形指示词的邻接强化了引入这一定理的论证目的。

  2. 6.64ὥστε καὶ τὸ τούτῳ ἀντίστροφον ἀληθές, ὅτι εἴ τι μεταβάλλει εἴς τι, τοῦτο καὶ μεταβαλεῖν, τουτέστι μεταβεβληκέναι, εἰς ἐκεῖνο δυνατὸν εἶναι.

    在 ὥστε 从句中,表语形容词 ἀληθές 省略了系动词 ἐστί,后续的 ὅτι 从句则充当同位语名词从句以阐明换位命题(τὸ ἀντίστροφον)的内容。该 ὅτι 从句的骨干为“带不定式的宾格”(τοῦτο ... δυνατὸν εἶναι),而 τουτέστι 所引出的部分用完成时不定式 μεταβεβληκέναι(处于已经到达终点的状态)精确阐释了不定过去时不定式 μεταβαλεῖν(达成目标动作)。

  3. 6.64κἂν γὰρ ἔθεσαν ἐκεῖνοι

    让步连词 κἄν(καὶ ἄν / καὶ ἐάν)与过去时直陈语气动词 ἔθεσαν 连用,并与主句的 οὐκ ἦν 协调,构成了指涉过去事实的让步条件句。它将神话中的极端事例(阿洛阿代堆叠群山)作为反事实极限例证引入,表明“即使他们确实放置了,这也并非生成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1029.22-1031.9