← 辛普里丘

亚里士多德《物理学》注释

§1028.1-1029.21

关于不可分之物不可运动的第二与第三论证

辛普里丘注解了亚里士多德证明不可分之物(如点)不能运动的第二和第三条论证。第二条论证表明,如果点运动,它就必须按与自身相等的单位量尽线段,从而得出线由不可分的点构成的荒谬结论;第三条论证则根据运动时间的必然可分性,推导出不可分之物自身将被分割为更小部分和剩余部分的归谬结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.62

" Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν ἕως τοῦ καὶ τὸ κινεῖσθαι τὸ ἀδιαίρετον ἀδύνατον." Καὶ ἄλλως δείκνυσιν, ὅτι οὐχ οἷόν τε κινεῖσθαι τὸ ἀμερές. ἡ δὲ δεῖξις αὕτη, ὅτι μὴ κατὰ φορὰν κινεῖται, δείκνυσι καὶ ἐπὶ τούτοις γίνεται προομολογουμένοις ὅτι τὸ κινούμενον ἢ μεῖζόν τι τοῦ οἰκείου ὄγκου τοπικὸν διάστημα διεξέρχεται ἢ ἴσον ἢ ἔλαττον· οὐ γὰρ ἀδύνατον καὶ ἔλαττον ἑαυτοῦ κινηθῆναι διάστημα. τὸ γὰρ πηχυαῖον δύναται ἡμιπηχυαῖον διάστημα κινηθῆναι· κατέχειν μὲν γὰρ ἀεὶ ἴσον ἑαυτῷ ἀνάγκη, κινεῖσθαι δὲ ποτὲ μὲν ἴσον, ποτὲ δὲ μεῖζον, ποτὲ δὲ ἔλαττον. ὅταν μὲν γὰρ ἀπολίπῃ τὸν τόπον, ἐν ᾧ ἦν αὐτὸ μόνον ὅλον ἴσον ἑαυτῷ ὄντα καὶ τὸν ἐκείνῳ συνεχῆ ἐπιλάβῃ πάλιν ἴσον ἑαυτῷ, τότε ἴσον ἑαυτῷ κεκίνηται· εἰ δὲ μὴ ὅλον τὸν ἴσον ἑαυτῷ τόπον ἀπολίποι, ἔλαττον ἑαυτοῦ κινεῖται· εἰ δὲ μὴ μόνον τὸν ἴσον ἑαυτῷ ἀπολίποι, ἀλλὰ καὶ ἄλλον ἐκείνῳ συνεχῆ, τότε μεῖζον ἑαυτοῦ κινεῖται διάστημα. τοῦτό τε οὖν προειλῆφθαι χρὴ καὶ ὅτι ἀδύνατον τὸ κινούμενον μεῖζόν τι ἑαυτοῦ διάστημα τοπικὸν διελθεῖν, πρὶν ἴσον ἑαυτῷ ἢ ἔλαττον διέλθοι. τούτων οὖν προειλημμένων δῆλον, ὅτι καὶ ἡ στιγμὴ πρὸ τοῦ μεῖζον ἑαυτῆς κινηθῆναι ἢ ἴσον ἑαυτῇ ἀεὶ ἢ ἔλαττον ἑαυτῆς κινηθήσεται διάστημα. ἐπεὶ δὲ ἔλαττον ἀδύνατον (οὐδὲν γὰρ ἔλαττον τοῦ ἀμεροῦς), δῆλον ὅτι ἴσην ἑαυτῇ ἀεὶ διάστασιν κινεῖται ἡ στιγμή, εἴπερ κινεῖται, καὶ κἂν μείζονα κινηθῇ, ὡς ἐξ ἴσων πολλῶν συγκειμένην τὴν μείζονα κινεῖται. εἰ δὲ ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῇ κινηθήσεται, ὅταν διεξέλθῃ τὴν γραμμήν, ἔσται αὐτὴν καταμεμετρηκυῖα. εἰ δὲ τοῦτο, ἔσται ἡ γραμμὴ ἐκ στιγμῶν τοσούτων ἀμερῶν συγκειμένη, ὁσάκις ἐπ’ αὐτῆς κινούμενον τὸ ἀμερὲς κατὰ τὰ ἴσα ἑαυτῷ ἐγίνετο· πᾶν γὰρ τὸ καταμετρούμενον ὑπό τινος μόριόν τι ἔχει ἑαυτοῦ τὸ καταμετροῦν αὐτὸ τοσαυταπλάσιον αὐτοῦ ὄν, ὁσάκις ἂν ὑπ’ αὐτοῦ καταμετρῆται·1 ἀδύνατον δὲ τὴν γραμμὴν ἐξ ἀμερῶν συγκεῖσθαι· ἀδύνατον ἄρα κινεῖσθαι τὸ ἀμερές. καὶ ἔστιν ἡ ὅλη τοῦ λόγου σύνθεσις καὶ αὐτὴ εἰς ἀδύνατον ἀπάγουσα τοιαύτη· εἰ κινεῖται ἡ στιγμὴ κατὰ φοράν, κατὰ τὸ ἴσον ἑαυτῇ ἀεὶ κινουμένη καταμετρήσει τὴν γραμμήν. καὶ ἔσται ἡ γραμμὴ ἐκ στιγμῶν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐκ ἄρα κινεῖται ἡ στιγμή.

“此外,从下列各点来看也是显然的”直至“不可分之物运动也是不可能的”。 他也以另一种方式证明不可分之物不可能运动。这一证明表明它不依照位置移动而运动,并且是基于如下预先承认的前提进行的:运动者穿过的空间距离,要么大于它自身的体积,要么等于,要么小于;因为运动一段小于它自身的距离也并非不可能。因为一肘长的物体能够运动半肘的距离;因为占据与自身相等的[场所]固然始终是必然的,但它有时运动相等的距离,有时运动更大的距离,有时运动更小的距离。因为当它离开唯独它自身处于其中的场所(整个场所与自身相等),并且占据与那个场所相连续的、再次与自身相等的场所时,那时它就已经运动了与自身相等的距离;但如果它没有完全离开与自身相等的场所,它运动的距离就小于它自身;而如果它不仅离开了与自身相等的场所,而且也离开了与那个场所相连续的另一场所,那时它运动的距离就大于它自身。因此,这一点必须预先设定,而且运动者在穿过与自身相等或小于自身的距离之前,不可能穿过大于自身的空间距离,这一点也必须预先设定。既然这些已经被预先设定,显然点在运动大于自身的距离之前,也将始终运动要么等于自身、要么小于自身的距离。但既然小于自身是不可能的(因为没有任何东西小于不可分之物),显然点如果确实运动的话,就始终运动与自身相等的一个伸延,即使它运动了更大的距离,它也是把更大的距离作为由许多相等的伸延组合而成的东西来运动的。如果它将始终依照与自身相等的伸延运动,当它穿过这条线时,它就将量尽了这条线。如果是这样,这条线就将由许多不可分的点组合而成,其数量与不可分之物在其上运动时依照与自身相等的伸延出现的次数相同;因为凡被某物量尽者,都把那量度它的东西作为自身的一部分,它自身是那量度者的倍数,其倍数等于它被那量度者量尽的次数;但线不可能由不可分之物组合而成;因此,不可分之物不可能运动。这整个论证的构造本身也是归谬式的,它是这样的:如果点依照位置移动而运动,它始终依照与自身相等的伸延运动,就将量尽这条线;而线就将由点组合而成;但这诚然是不可能的;因此,点并不运动。

§6.63

"Ἔτι εἰ πᾶν ἐν χρόνῳ κινεῖται ἕως τοῦ τοῦ γὰρ αὐτοῦ ἐστι λόγου ἐν τῷ νῦν κινεῖσθαι καὶ ἀδιαίρετόν τι κινεῖσθαι." Τρίτος λόγος οὗτος δεικνύς, ὅτι τὸ ἀμερὲς ἀδύνατον κινεῖσθαι. καὶ πρόεισι μὲν καὶ οὗτος ὡς ἐπὶ στιγμῶν, ἡ δὲ δεῖξις ἐπὶ πάσης ἁρμόττει μεταβολῆς προλαμβάνουσα ὡς προδεδειγμένον, ὅτι πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται, ἐν δὲ τῷ νῦν οὐδὲν κινεῖται, καὶ εἰς ἀδύνατον ἀπάγουσα καὶ αὕτη τὸ διαιρετὸν εἶναι τὸ ἀδιαίρετον, εἰ κινεῖται τὸ ἀμερές. ὁ δὲ λόγος τοιοῦτος· εἰ κινεῖται τὸ ἀμερές, ἐν χρόνῳ κινεῖται· πᾶς δὲ χρόνος διαιρετός· εἴη ἂν οὖν ἐπὶ παντὸς κινουμένου εἴτε μεριστοῦ εἴτε ἀμεροῦς ἐλάττων τις χρόνος τοῦ ἐν ᾧ τὸ ἴσον ἑαυτῷ κινεῖται τὸ κινούμενον, καὶ ἐν αὐτῷ ἔλαττον ἀνάγκη τι κινεῖσθαι· ὥστε ἔσται τι τοῦ ἀδιαιρέτου ἔλαττον, καὶ διαιρεθήσεται τὸ ἀδιαίρετον εἴς τε τὸ ἔλαττον καὶ τὴν ὑπεροχήν, ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον· διαιρεθήσεται γὰρ τὸ κινούμενον εἰς ἔλαττόν τι καὶ αὐτὸ κινούμενον,2 ὥσπερ καὶ ὁ χρόνος εἰς ἐλάττονα χρόνον, ἐν ᾧ κινεῖται τὸ ἔλαττον. ὥσπερ δὲ πρότερον ἐπήγαγεν τῇ ἀποδείξει, ὅτι ‘μοναχῶς ἂν οὕτως ἦν κίνησις τοῦ ἀμεροῦς, εἰ ὁ χρόνος ἦν ἐκ τῶν νῦν,’ οὕτω νῦν λέγει, ὅτι μοναχῶς ἂν κινοῖτο τὸ ἀμερές, εἰ ἦν ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν αὐτό· εἰ γὰρ ἦν ἐν τῷ νῦν κινεῖσθαι, τὸ ἀμερὲς ἂν ἦν τὸ κινούμενον ἐν αὐτῷ καὶ οὐκ ἄλλο. δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι κινεῖσθαι μὲν οὐχ οἷόν τε ἐν τῷ νῦν, κεκινῆσθαι δὲ μόνον.

“此外,如果一切事物都在时间中运动”直至“因为在‘现在’中运动与某种不可分之物运动属于同一论理”。 这是证明不可分之物不可能运动的第三条论述。这同样是就点而言来展开的,但该证明适合于一切变化,它预先假定凡运动者皆在时间中运动且在‘现在’中没有任何事物运动这一先前已获证明的事实,并且如果不可分之物运动,它本身也将归谬于不可分者是可分的。该论述是这样的:如果不可分之物运动,它是在时间中运动;但一切时间都是可分的;因此,对于每一个运动者而言,无论是可分的还是不可分的,都会存在某个小于运动者运动与自身相等距离的时间,并且在这一[较短的时间]内它必然运动某个较小的距离;以至于将存在某种小于不可分之物的东西,而不可分之物将被分割为较小的部分和剩余部分,以至于不可分之物将是可分的;因为运动者将被分割为自身也在运动的某种较小者,正如时间也被分割为较短的时间(在其中那个较小的距离被运动)一样。正如先前他在论证之后补充道“唯有在时间是由现在构成的情况下,不可分之物的运动才可能以这种方式存在”一样,现在他也说,唯有在不可分之物本身可能在‘现在’中运动的情况下,它才可能运动;因为如果存在在‘现在’中运动,在其中运动的就会是不可分之物而非其他东西。但从先前所述显然可知,在‘现在’中运动是不可能的,唯有已经运动了才是可能的。

语法注2 条
  1. 6.62πᾶν γὰρ τὸ καταμετρούμενον ὑπό τινος μόριόν τι ἔχει ἑαυτοῦ τὸ καταμετροῦν αὐτὸ τοσαυταπλάσιον αὐτοῦ ὄν, ὁσάκις ἂν ὑπ’ αὐτοῦ καταμετρῆται

    分词短语 τοσαυταπλάσιον αὐτοῦ ὄν 的性数格一致与指代关系。中性单数分词 ὄν 在语法上与主语 τὸ καταμετρούμενον(被量尽者)保持一致;而属格代词 αὐτοῦ 则指代 τὸ καταμετροῦν(量度者),表达“被量尽者自身是量度者的若干倍,其倍数等于它被量度者所量尽的次数”。

  2. 6.63διαιρεθήσεται γὰρ τὸ κινούμενον εἰς ἔλαττόν τι καὶ αὐτὸ κινούμενον

    短语 καὶ αὐτὸ κινούμενον 的句法联系。强调短语 καὶ αὐτό 回指前面的 ἔλαττόν τι,并作为分词 κινούμενον 的主语(“分割为自身也在运动的某种较小者”)。这确立了时间的分割与运动主体自身分割之间的对应类比关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1028.1-1029.21