← 辛普里丘

亚里士多德《物理学》注释

§1026.5-1027.31

不可分之物自身变化不可能性的论证

在补充了亚历山大关于旋转球体各部分运动的解释之后,注解者通过归谬法在所有变化形式上论证了不可分之物不可能在自身上发生变化,并表明即便假定时间由“现在”构成,不可分之物的运动也无法成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.61#2

“δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ τῶν πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς λέγειν1 περί τε τῶν διὰ τοῦ κέντρου γραφομένων μεγίστων κύκλων, ὡς τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ, καὶ τῶν περὶ τοὺς πόλους· οὗτοι γὰρ ἐκτός εἰσι τοῦ κέντρου τῆς σφαίρας, καὶ δηλονότι ἀνάπαλιν ἐπὶ τούτων θάττονες μὲν ὡς μείζονες οἱ πρὸς τῷ κέντρῳ, βραδύτεροι δὲ οἱ ἐκτός, εἴπερ ἐν τῷ αὐτῷ χρόνῳ συναποκαθίσταται τὰ ἐν αὐτοῖς σημεῖα.” οὕτω μὲν οὖν διαφέρουσιν ἀλλήλων αἱ τῶν μορίων κινήσεις, καὶ τῆς ὅλης δέ, ἣν ἡ ὅλη σφαῖρα κινεῖται, διαφέρουσιν, εἴπερ ἐκείνη μὲν ἐν τῷ αὐτῷ χρόνῳ πάντα δίεισι τὰ ἐν τῇ σφαίρᾳ διαστήματα, τῶν δὲ μερῶν ἕκαστον τὸ καθ’ ἑαυτό· καὶ οὐδενὸς μέρους κίνησις ἡ αὐτή ἐστι τῇ ὅλῃ· ὥστε καὶ τὰ μόρια κινεῖταί τινα κίνησιν καθ’ αὑτὰ παρὰ τὴν τοῦ ὅλου, καὶ οὐ μόνον κατὰ συμβεβηκὸς ἡ τούτων κίνησις ὡς ἡ τῶν ἀμερῶν. Ταῦτα περὶ τῶν μερῶν δείξας μεταβαίνει λοιπὸν ἐπὶ τὸ ἀμερὲς καὶ λέγει, ὅτι τοῦτο κατὰ συμβεβηκὸς μόνως ἐνδέχεται κινεῖσθαι ὡς ὁ ἐν τῷ πλοίῳ καθήμενος τοῦ πλοίου θέοντος, καθ’ ἑαυτὸ δὲ οὐκ ἐνδέχεται. καὶ δείκνυσι τοῦτο ἐπὶ πάντων τῶν τῆς μεταβολῆς εἰδῶν, κατὰ μέγεθος μὲν λέγων μεταβάλλειν τὸ αὐξόμενον καὶ μειούμενον καὶ τὸ κατὰ τόπον μεταβάλλον· μέγεθος γάρ τι καὶ ὁ τόπος. διὸ οὐδὲ ἐμνημόνευσε τοῦ τόπου ὡς ἐν τῷ μεγέθει συνειλημμένου. ἐξ εἴδους δὲ εἰς εἶδος τὴν κατὰ ποιότητα λέγει μεταβολήν· ποιότης γὰρ τὸ εἶδος. κατὰ ἀντίφασιν δὲ τὴν γένεσιν καὶ τὴν φθοράν. ἀπὸ γὰρ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν αὗται. δείκνυσι δὲ αὐτὸ κατὰ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν προσχρώμενος τοῖς ἔμπροσθεν δεδειγμένοις περὶ τοῦ πᾶν τὸ κινούμενον διαιρετὸν εἶναι. διὸ καὶ ἐκεῖ καθολικὴν ἐπὶ πάντων τῶν κινουμένων ἐδόκει ποιεῖσθαι τὴν ἀπόδειξιν καὶ οὐκ ἐπὶ μόνων τῶν κατὰ τόπον μεταβαλλόντων. λαβὼν δὲ ὅτι τὸ μεταβάλλον πόθεν ποῖ μεταβάλλει καὶ ἐν χρόνῳ συλλογίζεται δυνάμει οὕτως· εἰ τὸ ἀμερὲς μεταβάλλει καθ’ αὑτό,2 τὸ δὲ μεταβάλλον ἐν τῷ μεταβάλλειν ἀνάγκη ἢ ὅλον ἐν ἐκείνῳ εἶναι ἐξ οὗ μεταβάλλει ἢ ὅλον ἐν ἐκείνῳ εἰς ὃ μεταβάλλει, ἢ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ, τὸ δὲ ἐν ἐκείνῳ (τὸ γὰρ ἐν μηδετέρῳ ὡς ἐναργῶς ἄτοπον παρῆκεν), ἀδύνατον δὲ ἐν τούτων εἶναί τινι τὸ ἀμερές, ἀδύνατον ἂν εἴη μεταβάλλειν αὐτὸ καθ’ αὑτό. καὶ τὸ μὲν συνημμένον ὡς ἐναργὲς ἐκ τῆς διαιρέσεως ὂν 〈τῆς〉 καὶ πρότερον ῥηθείσης παρέλιπεν, τὴν δὲ πρόσληψιν καθ’ ἕκαστον δείκνυσι. καὶ πρῶτον ὅτι οὐκ ἂν τὸ μέν τι αὐτοῦ ἐν τούτῳ εἴη, τὸ δὲ ἐν ἐκείνῳ, ἔδειξεν ἐκ τοῦ μεριστὸν εἶναι τὸ τοιοῦτο. εἶτα ὅτι οὐδὲ ἐν τῷ εἰς ὃ μεταβάλλει ἐστίν· τὸ γὰρ ἐν ἐκείνῳ ὂν μεταβεβληκός ἐστι· τοῦτο δὲ ὑπόκειται μεταβάλλον. καὶ τὸ λειπόμενον, ὅτι οὐδὲ ἐν τῷ ἐξ οὗ μεταβάλλει ἐστί, καθ’ ὃν μεταβάλλει χρόνον· ἐν γὰρ τῷ ἐξ οὗ μεταβάλλει ὂν ἠρεμεῖ καὶ οὐ μεταβάλλει. τὸ γὰρ ἐν τῷ αὐτῷ εἶναι χρόνον τινὰ ἠρεμεῖν ἐλέγετο. ὥστε οὐκ ἐνδέχεται τὸ ἀμερὲς κινεῖσθαι οὐδὲ ὅλως μεταβάλλειν καθ’ αὑτό. Δείξας δὲ οὕτως, ὅτι ἀδύνατον εἶναι κίνησιν τοῦ ἀμεροῦς, ἀκριβεστέραν ἐπάγει κατανόησιν λέγων, ὅτι μόνως ἂν οὕτως ἦν αὐτοῦ κίνησις, εἰ ὁ χρόνος ἦν ἐκ τῶν νῦν. ἦν δὲ αὐτοῦ καὶ τότε κίνησις οὐχ ὡς κινουμένου ἀλλ’ ὡς κεκινημένου· ἕκαστον γὰρ ἐν τῷ νῦν κεκίνηται, οὐ κινεῖται· εἰ γὰρ ἐκινεῖτο, ἔδει αὐτοῦ τὸ μὲν ἐν ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ εἶναι, ὥσπερ δέδεικται πρότερον· τὸ δὲ τοιοῦτον οὐκ ἀμερές. εἰ δὲ ἐκ τῶν νῦν ὁ χρόνος συγκείσεται, ἀκολουθεῖ καὶ τὴν κίνησιν ἐκ κινημάτων, ἅπερ ἐστὶ πέρατα κινήσεως ἀμερῆ, συγκεῖσθαι. εἰ γὰρ καθ’ ἕκαστον τῶν νῦν κεκίνηται τὸ ἀμερές, ἐκ δὲ τῶν νῦν ὁ χρόνος, ἔσται καὶ ἡ κίνησις ἐκ τοσούτων κινημάτων καὶ περάτων κινήσεως συγκειμένη, ἐξ ὅσων καὶ ὁ χρόνος τῶν νῦν, ἐν ᾧ χρόνῳ λέγεται κεκινῆσθαι τὸ ἀμερές. ὅτι δὲ ἀδύνατον ἐξ ἀμερῶν συγκεῖσθαί τι συνεχές, δέδεικται διὰ πλειόνων. οὔτε γὰρ χρόνος οὔτε μέγεθος οὔτε κίνησις ἐξ ἀμερῶν δύναται συγκεῖσθαι· ὥστε οὐδὲ οὕτως ἂν ἔχοι κίνησιν τὸ ἀμερὲς ὡς κεκινημένον ἐν χρόνῳ· καὶ γὰρ καὶ ἄλλως τοῦτο ἀδύνατον. δέδεικται γὰρ ὅτι τὸ κεκινημένον ἀνάγκη κινεῖσθαι πρότερον, ὥσπερ καὶ τὸ κινούμενον πρότερον κεκινῆσθαι· εἰ δὲ ἦν κίνησις ἐν τῷ νῦν, ἐγίνετό τι κεκινημένον οὐ διὰ τοῦ κινεῖσθαι ἐπὶ τοῦτο ἐλθόν· κινεῖσθαι γὰρ οὐκ ἦν ἐν τῷ νῦν, ἀλλὰ κεκινῆσθαι μόνον· τὸ γὰρ πέρας ἐν τῷ πέρατι.

“或者”,亚历山大说,“‘靠近中心的部分和外面的部分’这一说法,也可以指通过中心画出的最大圆(如赤道和黄道带)以及靠近两极的圆;因为这些圆位于球体中心之外,显然在这些圆上情况恰好相反,靠近中心者由于更大因而更快,而在外者则更慢,因为它们之中的各点是在同一时间内同时复归原位的。”因此,各部分的运动彼此不同,并且也与整个球体运动的那个整体[运动]不同,因为整个[球体的运动]在同一时间内穿过球体中的所有距离,而各部分中的每一者则穿过属于它自身的[距离];没有任何部分的运动与整体的运动是同一的;以至于各部分除了整体的运动之外,也依照自身进行某种运动,而它们的运动并不像不可分之物的运动那样仅仅在偶性上发生。在关于各部分表明了这些之后,他接下来过渡到不可分之物,并说不可分之物唯有在偶性上才可能运动,如同船航行时坐在船里的人一样,但在自身上是不可能的。他在变化的所有形式上展示了这一点:他说依大小变化的就是增长者和减少者,以及在位置上变化者;因为位置也是某种大小。因此他甚至没有提及位置,因为它已被包含在大小之中了。他把依性质的变化称为从形式到形式[的变化];因为形式就是性质。他把生成与毁灭称为依矛盾〔的变化〕;因为这些是从非存在到存在以及从存在到非存在的[变化]。他通过归谬法来证明这一点,利用了先前所证明的关于凡运动者皆可分的内容。因此,在那里他也似乎对所有运动者作出了普遍的证明,而不仅是对在位置上变化者。在设定了变化者是从某处向某处并在时间中变化之后,他潜在地推论如下:如果不可分之物在自身上变化,而变化者在变化之际,必然要么整体在它从中变化出来的那个东西之中,要么整体在它向之变化进去的那个东西之中,要么它的一部分在前者中而一部分在后者中(因为他把不在二者之中的情况作为显而易见的荒谬而略过了),但不可分之物不可能处于这些情况中的任何一种,那么它自身在自身上变化就是不可能的。他略过了假言命题,因为它从先前也提到过的划分中是显而易见的,但他逐一证明了小前提。首先,它的一部分不可能在前者中而一部分在后者中,他从这样一种东西是具有部分的可分者这一点展示了出来。其次,它也不在它向之变化进去的那个东西之中;因为在那个东西之中的是已经变化了的,但这里设定的却是正在变化者。而剩下的[一种情况]是,在它变化的那个时间里,它也不在它从中变化出来的那个东西之中;因为在它从中变化出来的那个东西之中,它是静止的而非在变化。因为在某段时间中处于同一个东西之中曾被说成是静止。因此,不可分之物不可能运动,也根本不可能在自身上变化。这样表明了不可分之物的运动是不可能的之后,他提出了一个更精确的考察,指出唯有在时间是由‘现在’构成的情况下,它[不可分之物]的运动才可能存在。但即便在那个时候,它的运动也不是作为正在运动者存在,而是作为已经运动者存在;因为在‘现在’之中,每一事物都是已经运动了,而不是正在运动;因为如果它正在运动,按照先前的证明,它的某部分就必须在一事物中,另一部分在另一事物中;而这样一种东西并不是不可分的。如果时间将由‘现在’组合而成,那么运动也将由‘运动片’ ——即运动的不可分的极限——组合而成,这是随之而来的。因为如果不可分之物在‘现在’的每一者中都已经运动了,而时间由‘现在’构成,那么运动也将由与不可分之物被说成在其中已经运动了的时间的‘现在’数量相同的运动片和运动的极限组合而成。但任何连续者都不可能由不可分之物组合而成,这一点已通过多条论证予以了证明。因为无论时间、大小还是运动都不可能由不可分之物组合而成;因此,不可分之物即便以这种方式也不可能作为在时间中已经运动者而具有运动;实际上,这在其他方面也是不可能的。因为已经证明,已经运动了的事物此前必然正在运动,正如正在运动的事物此前必然已经运动了一样;但如果‘现在’之中存在运动,某物就会变成已经运动者,而不是通过正在运动达到这一状态的;因为在‘现在’之中不存在正在运动,而仅仅存在已经运动了;因为极限是在极限之中的。

语法注2 条
  1. 6.61δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ τῶν πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς λέγειν

    δύναται 呈非人称用法(或假定不定主语:“人们也可以说……”),支配不定式 λέγειν,加冠词短语 τὸ τῶν πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς 作为被引述的句段充当 λέγειν 的宾语(或主格性受格):“‘靠近中心者与在外者’这一说法也可以用来谈论……”。

  2. 6.61εἰ τὸ ἀμερὲς μεταβάλλει καθ’ αὑτό ... ἀδύνατον δὲ ἐν τούτων εἶναί τινι τὸ ἀμερές, ἀδύνατον ἂν εἴη μεταβάλλειν αὐτὸ καθ’ αὑτό

    假言条件句形式的三段论骨架。在条件从句(εἰ τὸ ἀμερὲς μεταβάλλει...)内部,嵌构了变化者的穷尽划分(ἀνάγκη ἢ ὅλον... ἢ ὅλον... ἢ τὸ μέν τι...),随后并列以小前提(ἀδύνατον δὲ ἐν τούτων εἶναί τινι...),最终导向主句结语(ἀδύνατον ἂν εἴη...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1026.5-1027.31