← 辛普里丘

亚里士多德《物理学》注释

§1024.9-1026.5

不可分之物的偶性运动与旋转中部分的运动

辛普里丘总结了先前关于不可分之物与运动的论证,随后注解亚里士多德关于不可分之物只能在运动着的物体或大小中依偶性运动的主张,并结合旋转球体的速度差异阐明部分之运动与不可分之物运动的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.61#1

" Ἀποδεδειγμένων δὲ τούτων ἕως τοῦ καθάπερ ἂν εἰ τὸν χρόνον ἐκ τῶν νῦν ἢ τὸ μῆκος ἐκ στιγμῶν." Δείξας πρότερον, ὅτι1 οὔτε κινεῖταί τι ἐν ἀμερεῖ οὔτε ἠρεμεῖ, ἀλλὰ μὴ κινεῖσθαι μὲν ἀληθὲς εἰπεῖν ἐν ἀμερεῖ καὶ εἶναι κατά τι ἐν ἀμερεῖ, οὐ μέντοι ἠρεμεῖν, καὶ διὰ τοῦτο μνημονεύσας τοῦ Ζήνωνος λόγου ὡς παραλογιζομένου, ὅταν ἀξιοῖ πᾶν ἢ ἠρεμεῖν ἢ κινεῖσθαι, ὅταν ᾖ κατὰ τὸ ἴσον, καὶ διαλύσας τὸν ἀναιρεῖν ἐκ τούτου τὴν κίνησιν πειρώμενον λόγον, εἶτα καὶ τοὺς ἄλλους τοῦ Ζήνωνος παραγαγὼν τοὺς ἀναιρεῖν σοφιστικῶς πειρωμένους τὴν κίνησιν καὶ διαλύσας αὐτοὺς καὶ μνημονεύσας καὶ δυεῖν ἄλλων λόγων τὸν αὐτὸν ἐχόντων σκοπὸν καὶ διαλύσας καὶ ἐκείνους, ἀποδεδειγμένων φησὶ τῶν τε περὶ κινήσεως προσεχῶς ῥηθέντων καὶ τῶν πρότερον περὶ τοῦ μήτε κινεῖσθαί τι ἐν ἀμερεῖ μήτε ἠρεμεῖν, λέγωμεν ἐφεξῆς ἐκείνοις, ὅτι τὸ ἀμερὲς οὐκ ἐνδέχεται κινεῖσθαι πλὴν κατὰ συμβεβηκὸς τῷ εἶναι ἐν τῷ κινουμένῳ σώματι ἢ μεγέθει. πῶς δὲ λέγεται, ἐδήλωσεν ἐπὶ τοῦ κατὰ τὸ πλοῖον παραδείγματος· τὰ γὰρ ἐν αὐτῷ μὴ κινούμενα καθ’ αὑτὰ τῷ ἐν κινουμένῳ εἶναι τῷ πλοίῳ καὶ αὐτὰ φέρεται κατὰ συμβεβηκός. τῷ δὲ σώματι τὸ μέγεθος προσέθηκεν, ὡς μὲν ὁ Ἀλέξανδρός φησι, μέγεθος τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν λέγων, ἅπερ οὐκ ἔστι σώματα οὐδὲ χωριστὰ σώματος. ὁ δὲ Ἀσπάσιος ἐκ παραλλήλου ταῦτα λέγεσθαί φησιν· οὐδὲ γὰρ κινεῖταί τι καθ’ αὑτὸ ἄλλο μέγεθος πλὴν τὸ σῶμα· καὶ γὰρ καὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια κατὰ συμβεβηκὸς κινοῦνται τῷ ἐν κινουμένῳ εἶναι τῷ σώματι. μήποτε δὲ ὁρμήσας εἰπεῖν οἷον κινουμένου τοῦ σώματος τῷ ἐνυπάρχειν ἐπέστησεν, ὅτι οὐκ ἐν τῷ σώματι πρώτῳ τὸ ἀμερές ἐστιν, ἀλλ’ ἐν τῇ γραμμῇ·2 διὸ προσέθηκεν ἢ τοῦ μεγέθους τῷ ἐνυπάρχειν ἐν κινουμένῳ μὲν τῷ τῆς γραμμῆς μεγέθει, καὶ αὐτῷ δὲ κατὰ συμβεβηκὸς κινουμένῳ τῷ ἐνυπάρχειν τῇ ἐπιφανείᾳ, ἥτις καὶ αὐτὴ κατὰ συμβεβηκὸς κινεῖται τῷ ἐνυπάρχειν τῷ καθ’ αὑτὸ κινουμένῳ, τῷ σώματι. ταῦτα οὖν πάντα ἐνεδείξατο προσθεὶς τὸ ἢ τοῦ μεγέθους. εἰπὼν δὲ τὸ ἐν τῷ πλοίῳ ἠρεμοῦν κατὰ συμβεβηκὸς κινεῖσθαι τῷ ἐν κινουμένῳ εἶναι τῷ πλοίῳ προσέθηκεν ἢ τὸ μέρος τῇ τοῦ ὅλου κινήσει· καὶ γὰρ καὶ τὸ μέρος κατὰ συμβεβηκὸς κινεῖται, ὅταν τὸ ὅλον κινῆται τῷ ἐν κινουμένῳ εἶναι τῷ ὅλῳ. μέλλων δὲ δεικνύναι, ὅτι οὐχ οἷόν τε τὸ ἀμερὲς καθ’ αὑτὸ κινεῖσθαι, ὁρίζεται πρῶτον τὸ ἀμερές, ὅτι ἔστι τὸ κατὰ ποσὸν ἀδιαίρετον. καὶ τοῦτον τὸν ὁρισμὸν μεταξὺ παρεμβαλὼν ἀκολούθως τῷ ἢ τὸ μέρος τῇ τοῦ ὅλου κινήσει ἐπάγει καὶ γὰρ αἱ τῶν μερῶν κινήσεις ἕτεραί εἰσι κατ’ αὐτά τε τὰ μέρη καὶ κατὰ τὴν τοῦ ὅλου κίνησιν ἔνστασιν λύων τινὰ φερομένην πρὸς τὸ κατὰ συμβεβηκὸς κινεῖσθαι τὰ μέρη. ὅτε γὰρ τὴν κίνησιν ἐδείκνυ μὲν διαιρετὴν οὖσαν οὐ μόνον κατὰ τὸν χρόνον, ἀλλὰ καὶ κατὰ τὰ τοῦ κινουμένου μόρια, τότε καὶ τῶν μορίων αὐτῶν καθ’ αὑτὰ κίνησις ἐλαμβάνετο· νῦν δὲ κατὰ συμβεβηκός φησι κινεῖσθαι τὰ μόρια τῷ ἐν κινουμένῳ εἶναι τῷ ὅλῳ. λέγει οὖν, ὅτι διτταί εἰσιν αἱ τῶν μερῶν κινήσεις, αἱ μὲν αὐτῶν καθ’ αὑτὰ κινουμένων τῶν μερῶν, αἱ δὲ κατὰ τὴν τοῦ ὅλου κίνησιν. ἅμα δὲ διὰ τούτου καὶ τὴν διαφορὰν δείκνυσι τῆς τε τῶν μερῶν ἐν τῷ ὅλῳ κινήσεως καὶ τῆς τοῦ ἀμεροῦς ἐν τῷ μεγέθει. ἐπειδὴ γὰρ εἶπεν ὅτι τὸ ἀμερὲς οὐκ ἐνδέχεται κινεῖσθαι πλὴν κατὰ συμβεβηκὸς τῷ ἐνυπάρχειν κινουμένῳ τῷ σώματι, ὥσπερ καὶ τὸ μέρος τῇ τοῦ ὅλου κινήσει κινεῖσθαι λέγεται, ἐπήγαγεν, ὅτι ἡ τοῦ μέρους κίνησις διττή ἐστι. ταύτῃ οὖν διαφέρει τοῦ ἀμεροῦς, ὅτι τὸ μὲν ἀμερὲς μόνως κατὰ συμβεβηκὸς κινεῖται, τὸ δὲ μέρος καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ὅτι δὲ ἐν τῇ τοῦ ὅλου κινήσει εἰσὶ καὶ τῶν μερῶν ἑκάστου καθ’ αὑτὰ κινήσεις, δείκνυσιν ἐναργῶς ἐπὶ τῆς περιφερομένης σφαίρας. ἄλλο γὰρ τὸ τάχος ἐστὶ τῶν πρὸς τῷ κέντρῳ μορίων αὐτῆς καὶ ἄλλο τῶν ἴσων τούτοις πρὸς τῇ ἐκτὸς ἐπιφανείᾳ· εἰ γὰρ μὴ πολλῷ θάττονα ἦν τὰ πρὸς τῇ ἐκτὸς ἐπιφανείᾳ μόρια τῶν πρὸς τῷ κέντρῳ, οὐκ ἂν τοσούτῳ μεῖζον διάστημα ἐν τῷ αὐτῷ χρόνῳ διεξῄει κατὰ τὴν τῆς σφαίρας περιφοράν· συναποκαθίστανται γὰρ τὸ μὲν κατὰ τὸν μέγιστον, τὸ δὲ κατὰ τὸν ἐλάχιστον κύκλον περιφερόμενα.

“这些既然已被证明”直至“正如把时间由‘现在’构成,或把长度由点构成一样。” 在先前表明了没有任何事物在不可分之物中运动或静止,但在不可分之物中说[事物]不运动且在不可分之物中与某物相当是真实的,然而绝非静止;并由于这个缘故提到了芝诺的论证,指出他在主张每当事物与一个相等者相当时要么静止要么运动是在犯谬误推理,并且化解了试图由此取消运动的论证;继而也引出了芝诺其他那些试图诡辩性地取消运动的论证并化解了它们;又提到了具有相同目的的另外两个论证并同样化解了它们之后;他[亚里士多德]说,既然关于运动刚刚所述的内容以及先前关于没有任何事物在不可分之物中运动或静止的内容都已被证明,那么让我们紧接着那些论证说:不可分之物除了因处于运动着的物体或大小之中而在偶性上运动之外,是不可能运动的。至于这是如何说的,他在关于船的例证中予以了阐明:因为在船中自身不运动的事物,因处于运动着的船中,自身也在偶性上被运送。而他在“物体”之外加上了“大小”,正如亚历山大所说,是因为他把线和面称为大小,而它们既不是物体,也不能与物体相分离。阿斯帕西奥斯则说这些是平行并列说的;因为除了物体之外没有任何其他大小能自身运动;实际上,线和面也因处于运动着的物体之中而偶性地运动。但或许,他虽然本想说“例如当物体运动时,因处于其中”,却意识到不可分之物并非原初地处于物体之中,而是处于线之中;因此他加上了“或〔当〕大小〔运动时〕”,即因存在于运动着的线这一大小之中,而这条线自身也因存在于面中而偶性地运动,这一面自身又因存在于自身运动的事物即物体中而偶性地运动。因此,他通过加上“或〔当〕大小〔运动时〕”指明了所有这些事情。而在说了在船中静止的事物因处于运动着的船中而偶性地运动之后,他又加上了“或者部分因整体的运动[而运动]”;因为部分也是在整体运动时,因处于运动着的整体之中而在偶性上运动。由于打算证明不可分之物不可能自身运动,他首先对不可分之物下定义,即在数量上不可分者。而在将这一定义插入其间后,他紧接着“或者部分因整体的运动[而运动]”引出“因为各部分的运动,按照各部分本身与按照整体的运动确实是不同的”,从而化解了针对各部分是偶性地运动所提出的某种反驳。因为当他表明运动不仅按照时间可分而且按照运动者的各部分可分时,在那个时候部分自身依照自身的运动也被采纳了;但现在他说,各部分因处于运动着的整体之中而在偶性上运动。因此他说,各部分的运动是双重的:一种是各部分自身依照自身的运动,另一种是按照整体运动的运动。同时通过这一点,他也展示了整体中各部分的运动与大小中不可分之物的[运动]之间的差异。因为既然他说不可分之物除了因存在于运动着的物体中而在偶性上运动之外不可能运动,正如部分也被说成因整体的运动而运动那样,他便进而指出部分的运动是双重的。因此,部分在这一点上与不可分之物不同:不可分之物仅仅在偶性上运动,而部分既在自身上运动又在偶性上运动。而整体的运动中也包含着各部分每一者自身依照自身的运动,他在旋转的球体上清楚地展示了这一点。因为球体靠近中心的部分的速度是一回事,而与这些部分相等且靠近外表面的部分的速度是另一回事;因为如果靠近外表面的部分并不比靠近中心的部分快得多,它们在球体的旋转中就不会在同一时间内穿过大得多的距离;因为它们一个沿着最大的圆周旋转,另一个沿着最小的圆周旋转,却同时复归原位。

语法注2 条
  1. 6.61Δείξας πρότερον, ὅτι οὔτε κινεῖταί τι ἐν ἀμερεῖ οὔτε ἠρεμεῖ, [...] ἀποδεδειγμένων φησὶ τῶν τε περὶ κινήσεως προσεχῶς ῥηθέντων καὶ τῶν πρότερον [...], λέγωμεν ἐφεξῆς ἐκείνοις, ὅτι

    从句首一直延续到 ἀποδεδειγμένων φησὶ ... λέγωμεν 的长周期句结构。一系列主格分词(Δείξας、μνημονεύσας、διαλύσας、παραγαγών)描述了主语(亚里士多德)先前的动作,在插入独立属格结构(ἀποδεδειγμένων ... τῶν τε ... καὶ τῶν πρότερον)之后,主句动词 φησί 直接引出劝诱虚拟式 λέγωμεν(让我们说)。

  2. 6.61μήποτε δὲ ὁρμήσας εἰπεῖν οἷον κινουμένου τοῦ σώματος τῷ ἐνυπάρχειν ἐπέστησεν, ὅτι οὐκ ἐν τῷ σώματι πρώτῳ τὸ ἀμερές ἐστιν, ἀλλ’ ἐν τῇ γραμμῇ

    μήποτε 在此作副词性用法,引出审慎的推测(“或许其实……”)。动词 ἐπέστησεν 在此处作不及物用法,意为“停步注意到/留心到”,后接 ὅτι 引导的名词从句;分词 ὁρμήσας εἰπεῖν 则表示意图(“本打算说/正要说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1024.9-1026.5