- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1023.10-1024.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于在圆和球的旋转运动中各部分与整体均不在同一处所故不处于静止的论证,阐释了基于以不同点为起点的各圆周的相异性来证明整体运动的过程,并引述了欧德谟对此提出的质疑。
καὶ πρῶτον, ὅτι τὰ μέρη οὐκ ἔστιν ἐν τῷ αὐτῷ οὐδένα χρόνον, φησίν· ἕκαστον γὰρ τῶν μορίων ἄλλοτε ἐν ἄλλῳ καὶ κατ’ ἄλλο γίνεται τοῦ περιέχοντος· εἰ γὰρ μὴ τὴν αὐτὴν ἀεὶ θέσιν διαφυλάττει τὰ μέρη, δῆλον ὅτι ἄλλοτε ἐν ἄλλῳ τόπῳ ἕκαστόν ἐστιν. ἠρεμοῦν δὲ ἦν τὸ ὁμοίως ἔχον αὐτό τε καὶ τὰ μέρη χρόνον τινά. ἀλλ’ οὐδὲ τὸ ὅλον ἐν τῷ αὐτῷ μένει· εἰ γὰρ τὰ μόρια1 πάντα, καὶ τὸ ὅλον κινεῖται κατὰ τὰ μόρια. αὐτὸς δὲ περιγεγονότως μᾶλλον οὐκ ἀπὸ τῶν μερῶν δείκνυσι τὸ ὅλον κινούμενον, ἀλλὰ καθ’ ὅλον ἑαυτό. καὶ τὸ ὅλον γάρ, φησί, μεταβάλλει ἀεὶ εἰς ἕτερον δηλονότι τόπον, ὅπερ δοκεῖ θαυμαστόν. εἰ γὰρ ἄλλη ἐστὶ περιφέρεια ἡ ἀπὸ τοῦ Α λαμβανομένη μέχρι τοῦ Α καὶ ἄλλη ἡ ἀπὸ τοῦ Β μέχρι τοῦ Β καὶ καθ’ ἕκαστον σημεῖον οὕτω, καὶ ἡ τοπικὴ περιφέρεια ὁμοίως εἰς τὰς ἀνὰ λόγον ταύταις διῄρηται.2 καὶ ἔστιν ἑκάστη περιφέρεια ὅλη καὶ τοῦ ἐν τόπῳ καὶ τοῦ τόπου. ἐπεὶ δὲ κινεῖται τὰ σημεῖα, τὸ ὅλον μεταβάλλει ἀεὶ εἰς ἑτέρου καὶ ἑτέρου ὅλου τόπον, εἴπερ μὴ ἔστιν ἡ αὐτὴ ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Α περιφέρεια τῇ ἀπὸ τοῦ Β ἐπὶ τὸ Β μήτε ἐν τῷ τόπῳ μήτε ἐν τῷ ἐν τόπῳ, πλὴν εἰ μὴ κατὰ συμβεβηκός, ὅτι πᾶσαι τῆς αὐτῆς εἰσι περιφερείας· ὡς ὁ μουσικὸς ἄνθρωπος, ὅτι συμβέβηκε τῷ Ἀριστοξένῳ ἀνθρώπῳ ὄντι καὶ μουσικῷ εἶναι. ὥστε μεταβάλλοι ἂν ἀεὶ ἡ ἑτέρα εἰς τὴν ἑτέραν· τὰς γὰρ ἀλλήλων θέσεις μεταλαμβάνουσιν. ὅπου γὰρ νῦν ἦν ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Α περιφέρεια, ἐκεῖ μετ’ ὀλίγον ἔσται ἡ ἀπὸ τοῦ Β ἐπὶ τὸ Β. μεταβάλλοντα δὲ οὐκ ἔσται ἐν τῷ αὐτῷ χρόνον τινὰ οὐδὲ τὸ ὅλον. οὐδὲ ἠρεμήσει ἄρα. δείξας δὲ ἐπὶ τοῦ κύκλου τὸ μήτε τὰ μέρη μήτε τὸ ὅλον ἠρεμεῖν (μηδὲ γὰρ ἐν τῷ αὐτῷ μένειν), τὸν αὐτὸν λόγον φησὶν ἔσεσθαι καὶ ἐπὶ σφαίρας καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐν ἑαυτοῖς κινουμένων καὶ μὴ ἐξισταμένων τοῦ ἑαυτῶν τόπου, οἷοι καὶ οἱ στρόμβοι εἰσὶ καὶ εἴ τι ἄλλο περιδινεῖται. Ἰστέον δέ, ὅτι τοῦ Ἀριστοτέλους εἰπόντος μὴ τὴν αὐτὴν εἶναι περιφέρειαν [πρῶτον] τὴν ἀπὸ τοῦ πρώτου Α λαμβανομένην τῇ ἀπὸ τοῦ Β, ὁ φιλαλήθης Εὔδημος· “πότερον, φησί, τὴν αὐτὴν φατέον εἶναι περιφέρειαν τὴν ὅλην ὁποθενοῦν ἀρξαμένων3 ἢ ἑτέραν, ἔχει ζήτησιν.”
首先,他说各部分在任何时间内都不在同一[处所]之中;因为各组成部分在不同时间生成于包围者的不同部分之中且依循其不同部分;因为如果各部分并不始终保持相同的位置,显然每一部分在不同时间处于不同的处所。而静止的事物则是其自身与各部分在某段时间内处于相同状态的事物。但是,整体也并不留在同一[处所]之中;因为如果所有的部分都[运动],整体也按照各部分而运动。然而他[亚里士多德]本人以更为精妙的方式,并不是从部分来证明整体处于运动中,而是证明整体就其自身作为整体而言处于运动中。因为他说,整体也始终变化到另一个(显然是不同的)处所中,而这似乎是令人惊异的。因为如果从 Α 取直至 Α 的圆周与从 Β 直至 Β 的圆周不同,并且依此类推对于每一个点也是如此,那么处所性的圆周也同样被划分为与这些圆周相对应的圆周。并且每一个圆周,无论是对于处所中的事物而言还是对于处所而言,都是一个整体。而既然这些点在运动,整体就始终变化到另一个不同整体的处所中,如果说从 Α 到 Α 的圆周与从 Β 到 Β 的圆周无论在处所中还是在处所中的事物中都不是同一的——除非是在偶性上,即它们都属于同一个圆周;正如“懂音乐的人”一样,乃是因为对身为人的阿里斯托克塞诺斯而言,恰巧也是懂音乐的。因此,这一个圆周将始终变化为另一个圆周;因为它们承接彼此的位置。因为刚才从 Α 到 Α 的圆周所在的地方,不久之后将是从 Β 到 Β 的圆周所在的地方。而处于变化之中的整体,在某段时间内也不会处于同一[处所]之中。因此,它也不会静止。而在表明了圆的情形中无论是各部分还是整体都不静止(因为它们甚至都不停留在同一[处所]之中)之后,他说同样的论述也将适用于球以及其他在自身之中运动且不脱离自身处所的事物,例如陀螺以及任何其他旋动之物。此外应当知道,在亚里士多德说从最初的 Α 所取的圆周与从 Β 所取的圆周不是同一的之后,爱好真理的欧德谟说:“无论从何处开始,究竟应当说整个圆周是同一个还是不同的,这是值得探讨的。”
- 6.60εἰ γὰρ τὰ μόρια πάντα, καὶ τὸ ὅλον κινεῖται κατὰ τὰ μόρια.
在条件句的前件(εἰ从句)中省略了谓语动词。根据紧接的前文语境,需补充如 κινεῖται 或 ἐν ἄλλῳ ἐστίν 之类的动词(“如果所有部分都[运动/处于不同处所]”)。
- 6.60καὶ ἡ τοπικὴ περιφέρεια ὁμοίως εἰς τὰς ἀνὰ λόγον ταύταις διῄρηται.
ταύταις 是与格,由介词短语 ἀνὰ λόγον(按比例地、相应地)支配。它表示与实体/几何圆周的各个划分相对应,容纳它们的“处所性圆周(ἡ τοπικὴ περιφέρεια)”也同样在概念上被划分为与之相对应的各部分。
- 6.60ὁποθενοῦν ἀρξαμένων
具有不定/泛指主语(“任何人/如果有人开始”)的属格绝对结构(genitive absolute)复数分词,相当于条件从句:“无论从何处开始”。
