- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1022.5-1023.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨亚里士多德就圆和球的旋转运动捍卫运动存在之处(240a29),对比了亚历山大将该段视为维护静止定义的解释与欧德谟、阿斯帕西奥斯将其视为直接反驳否定运动之论的解释,并重构了主张圆周运动即静止的诡辩三段论及其化解方式。
" Πάλιν δὲ ἐπὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ἕως τοῦ καὶ τῶν ἄλλων τῶν ἐν αὐτοῖς κινουμένων." Ὅτι μὲν ἔτι πρὸς λόγον ἐνίσταταί τινα τῶν ἀναιρούντων τὴν κίνησιν, δῆλον ἐκ τοῦ καὶ τὸ πρὸ τούτου ἐπιχείρημα ὡς ἀκόλουθον τοῖς πρὸς τὸν Ζήνωνα εἰρημένοις οὕτως ἄρξασθαι·1 “οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν οὐδὲν ἡμῖν ἔσται ἀδύνατον” πρὸς τὸ εἶναι κίνησιν. δῆλον οὖν ὅτι καὶ νῦν ὡς περὶ τοῦ αὐτοῦ λέγων πάλιν φησὶν ἐπὶ τοῦ κύκλου καὶ τῆς σφαίρας καὶ τῶν ἐν αὐτοῖς κινουμένων, ὅτι συμβήσεται αὐτὰ ἠρεμεῖν, ὡς οἴονται οἱ σοφιζόμενοι, οὐδὲ τοῦτο ἀδύνατόν τι ἐπάγει τῷ εἶναι κίνησιν. καὶ ὁ Ἀσπάσιος δὲ τοῦτον ἔχειν τὸν σκοπὸν καὶ τοῦτόν φησι τὸν λόγον, καὶ πρὸ αὐτοῦ ὁ Εὔδημος. ὁ μέντοι Ἀλέξανδρος νομίζει τὸ νῦν λεγόμενον πρὸς τοὺς ἀναιροῦντας τὸν ἀποδοθέντα ὑπ’ αὐτοῦ τῆς ἠρεμίας ὁρισμὸν λέγεσθαι· ἐπειδὴ γὰρ ἠρεμεῖν εἶπεν τὸ ἐν ταὐτῷ χρόνον τινὰ ὂν καὶ αὐτὸ καὶ τὰ μέρη, δείκνυσιν ὅτι οὐδὲ τοῦτο ἀναιρεῖται διὰ τῶν ἐν τῷ αὐτῷ τόπῳ κινουμένων, ὡς οἴονταί τινες· τοιαῦτα δέ ἐστι τὰ περιφερόμενα, ἃ δοκεῖ ἐν τῷ αὐτῷ τόπῳ εἶναι χρόνον τινὰ καὶ αὐτὰ καὶ τὰ μέρη καίτοι κινούμενα. ‘δείκνυσιν οὖν, φησίν, ὅτι οὐχ ὑποπίπτει ταῦτα τῷ τῆς ἠρεμίας ὁρισμῷ.” καὶ ὅτι μὲν τοῦτο δείκνυσι, δῆλον· δείκνυσι δὲ αὐτὸ οὐ τὸν τῆς ἠρεμίας ὁρισμὸν βεβαιούμενος, ἀλλὰ τὸ μηδὲ ἐκ ταύτης τῆς ἀπορίας ἀναιρεῖσθαι τὴν κίνησιν.2 ἐῴκει δὲ τοιαύτη τις εἶναι ἡ ἀπορία. εἰ τὰ δοκοῦντα τὴν πρώτην καὶ κυριωτάτην κίνησιν κινεῖσθαι τὴν κυκλικὴν ταῦτα φαίνεται μὴ κινούμενα ἀλλ’ ἠρεμοῦντα, οὐκ ἂν εἴη κίνησις. τοῦ δὲ συνημμένου εὐπαραδέκτου ὄντος (τίς γὰρ οὐχ ὁμολογεῖ, ὅτι εἰ ἡ πρώτη καὶ κυριωτάτη τῶν κινήσεων μὴ ἔστι κίνησις ἀλλ’ ἠρεμία, οὐκ ἂν εἴη κίνησις) τὴν πρόσληψιν ἐδόκουν ἀποδεικνύναι3 ὁμολογούμενον μὲν καὶ ἐκ τῶν δεδειγμένων λαμβάνοντες τὸ τὰ ἐν τῷ αὐτῷ τόπῳ χρόνον τινὰ ὄντα καὶ αὐτὰ καὶ τὰ μέρη ἠρεμεῖν, προσλαμβάνοντες δὲ τὸ τὰ κυκλικῶς καὶ σφαιρικῶς κινούμενα ἐν τῷ αὐτῷ τόπῳ χρόνον τινὰ εἶναι καὶ αὐτὰ καὶ τὰ μέρη, καὶ διὰ τούτων συνάγοντες ὅτι τὰ κυκλικῶς καὶ σφαιρικῶς κινεῖσθαι δοκοῦντα ἠρεμεῖ. λύει δὴ καὶ τοῦτον τὸν λόγον δεικνὺς ὅτι τὰ οὕτω κινούμενα οὔτε αὐτὰ οὔτε τὰ μέρη αὐτῶν ἐν τῷ αὐτῷ τόπῳ ἐστὶν οὐδένα χρόνον.
“其次,在圆和球的情形中,直至以及在自身之中运动的其他事物的情形中。” 他仍然是在反驳那些否定运动之人的某种论证,这从前一个论证也是作为反驳芝诺之论的延续、就运动的存在而言如此开始便显而易见:“在矛盾中的变化中,对我们来说也不会有任何不可能的事。”因此很明显,他现在也同样作为论述同一问题的人,在圆、球以及在自身之中运动的事物的情形中说“其次”,意指即使它们如诡辩者所认为的那样会导致静止,这也不会对运动的存在引入任何不可能的结论。阿斯帕西奥斯也说这一论述具有这一目的,且在他之前的欧德谟也是这样说的。然而,亚历山大认为现在所说的是针对那些否定他[亚里斯多德]所给出的静止定义的人说的;因为既然他曾说静止是其自身及各部分在某段时间内处于同一[处所]之中,他就表明甚至这一定义也不会如某些人所认为的那样被在同一处所中运动的事物所否定;在圆周中运行的事物正是如此,尽管它们在运动,其自身和各部分却似乎在某段时间内处于同一处所之中。“因此,”他[亚历山大]说,“他表明这些事物并不从属于静止的定义。”他表明了这一点,固然是明显的;但他表明这一点并不是为了确证静止的定义,而是为了确证即使根据这个难题,运动也不会被否定。而这个难题似乎大约是这样的:如果那些看似作最初且最本真的运动(即圆周运动)的事物显得并不是在运动而是在静止,那么运动就不会存在。在假言命题极易被接受的同时(因为谁会不同意:如果诸运动中最初且最本真的运动不是运动而是静止,运动就不会存在?),他们似乎通过以下方式来论证小前提:他们将自身及各部分在某段时间内处于同一处所之中的事物处于静止作为公认的以及由已证明之事得出的前提采纳,又补充假定以圆周和球状运动的事物其自身及各部分在某段时间内处于同一处所之中,并通过这些推导出看似以圆周和球状运动的事物处于静止。因此,他通过表明以这种方式运动的事物其自身和它们的各部分在任何时间内都不在同一处所之中,也消解了这个论证。
- 6.60ἐκ τοῦ καὶ τὸ πρὸ τούτου ἐπιχείρημα ὡς ἀκόλουθον τοῖς πρὸς τὸν Ζήνωνα εἰρημένοις οὕτως ἄρξασθαι
由介词 ἐκ 引导的属格冠词不定式短语 ἐκ τοῦ ... ἄρξασθαι 为主句表语形容词 δῆλον 提供了依据。宾格短语 τὸ πρὸ τούτου ἐπιχείρημα 作不定式 ἄρξασθαι 的逻辑主语,由 ὡς 引导的短语(ὡς ἀκόλουθον...)作为其表语性同位修饰语。
- 6.60ἀλλὰ τὸ μηδὲ ἐκ ταύτης τῆς ἀπορίας ἀναιρεῖσθαι τὴν κίνησιν
在连词 ἀλλά 之后的宾格冠词不定式短语 τὸ ... ἀναιρεῖσθαι 与前面的 τὸν τῆς ἠρεμίας ὁρισμὸν 并列对比,共同作分词 βεβαιούμενος 的宾语(主句动词 δείκνυσι 的直接宾语则是 αὐτὸ,回指前句的 τοῦτο,即“这些事物并不从属于静止的定义”)。其意为:他表明这一点,并不是为了确证静止的定义,而是[为了确证]即使从这个难题出发运动也不会被否定。
- 6.60τοῦ δὲ συνημμένου εὐπαραδέκτου ὄντος ... τὴν πρόσληψιν ἐδόκουν ἀποδεικνύναι
此处涉及假言三段论的专门逻辑术语。属格独立结构 τοῦ δὲ συνημμένου εὐπαραδέκτου ὄντος 指出大前提(假言/条件命题“若P则Q”)是不言自明的。主句中,τὴν πρόσληψιν(小前提“P”)作不定式 ἀποδεικνύναι 的宾语,依存于主谓动词 ἐδόκουν(“他们显得/自以为在论证……”)。随后的并列分词 λαμβάνοντες ... προσλαμβάνοντες ... καὶ διὰ τούτων συνάγοντες 说明了他们建立该小前提的具体推导步骤。
