← 辛普里丘

亚里士多德《物理学》注释

§1021.8-1022.4

依整体与部分对矛盾中变化难题的解决

承接亚里士多德通过添加「作为整体」来消解矛盾中变化的难题,辛普利丘阐述了从白与非白的例子推广至存在与非存在这一本真矛盾对立的过程,并解释了变化主体通过部分处于各方如何保全矛盾律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.59#2

ὁμοίως δὲ καὶ οὐ λευκὸν τὸ τὰ πλεῖστα ἢ τὰ κυριώτατα μὴ ἔχον λευκά. ὥστε ἐν ᾧ τὸ πλέον ἢ τὸ κυριώτερον, ἐκ τούτου ῥηθήσεται. ὅλον δὲ ἐν οὐδετέρῳ ἐν τῷ μεταβάλλειν ἔσται. πῶς οὖν τὸ αὐτὸ λευκὸν καὶ οὐ λευκόν, ἢ πρῶτον μὲν καὶ οὗτος ὁ διορισμὸς ἐπὶ τῇ βεβαιότητι τῆς ἀντιφάσεως παρηγγέλλετο τὸ μὴ κατ’ ἄλλο καὶ ἄλλο, ἔπειτα1 τὸ μὲν ἁπλῶς μὴ εἶναι ἐν λευκῷ οὐ δύναται τῷ ἐν λευκῷ εἶναι συναληθεύειν, τὸ δὲ μὴ εἶναι ὅλον ἐν λευκῷ δύναται τῷ κατὰ μέρος λευκῷ συναληθεύειν. καὶ λέγεται λευκὸν ὃ μὴ ὅλον ἐστὶ λευκόν, ἐπειδὴ μὴ ταὐτόν ἐστι τὸ οὐ λευκὸν ἁπλῶς καὶ τὸ οὐχ ὅλον λευκόν. λαβὼν δὲ ἐπὶ τοῦ λευκοῦ καὶ οὐ λευκοῦ τὴν κατὰ ἀντίφασιν μεταβολήν, καὶ ἐπὶ ταύτης λύσας τὴν ἀπορίαν διὰ τῆς τοῦ ὅλου προσθήκης (οὐ γὰρ ἀληθὲς τὸ μὴ ἐν μηδετέρῳ ἁπλῶς εἶναι τῆς ἀντιφάσεως τὸ μεταβάλλον, ὡς ὁ ἀπορῶν ἠξίου, ἀλλὰ ἀληθὲς τὸ μὴ ὅλον εἶναι· οὐ ταὐτὸν γὰρ τὸ μὴ ὅλον εἶναι καὶ τὸ μὴ εἶναι), λύσας οὖν οὕτως ἐπὶ τοῦ λευκοῦ καὶ οὐ λευκοῦ ἐπήγαγεν,2 ὅτι ὁμοίως ἔχει καὶ ἐπὶ τοῦ ὄντος καὶ μὴ ὄντος, ἐφ’ ὧν κυριώτερον ἔστιν ἰδεῖν τὴν κατὰ ἀντίφασιν μεταβολὴν μόνην οὖσαν· τὸ μὲν γὰρ λευκὸν καὶ εἰς τὸ ἐναντίον κυρίως μεταβάλλει τὸ μέλαν ἢ τὸ μεταξύ, τὸ δὲ ὂν εἰς τὸ μὴ ὂν μόνον καὶ τὸ μὴ ὂν εἰς τὸ ὄν. προσθεὶς οὖν καὶ τὸ ὂν καὶ τὸ μὴ ὂν κοινῶς ἐπήγαγεν, ὅτι κατὰ πᾶσαν ἀντίφασιν οὕτω λυτέον τὴν ἀπορίαν. ἔσται μὲν γὰρ καὶ τὸ μεταβάλλον ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐξ ἀνάγκης ἐν θατέρῳ μέρει τῆς ἀντιφάσεως, ἀλλ’ οὐκ ἀεὶ ὅλον· ἐν γὰρ τῷ μεταβάλλειν οὐχ ὅλον. διὸ ἁπλῶς μὲν λεγομένης τῆς ἀντιφάσεως αὕτη τῆς ἀπορίας ἡ λύσις ἡ διορίζουσα τοῦ μὴ εἶναι τὸ μὴ ὅλον εἶναι.3 εἰ δὲ μετὰ τῆς τοῦ ὅλου προσθήκης λέγοιτο ἡ πρότασις ‘λευκόν ἐστιν ὅλον’ ἀληθὴς ἐπὶ τούτων ἡ ἔχουσα τὸ οὐχ ὅλον ἀπόφασις. ἀλλ’ ὅτι μὲν καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον ἔστιν εἰπεῖν πῶς μὲν ὂν πῶς δὲ μὴ ὄν, κατὰ τὸν συνεγγισμὸν τὸν πρὸς τὸ ὄν τε καὶ τὸ μὴ ὄν δῆλον. τίνα δὲ “ἄλλα” ἐστὶ κατὰ ἀντίφασιν; ἢ πάντα τὰ ὄντα, ὅταν καταφάσει καὶ ἀποφάσει τῇ ἀντιφατικῶς ἀντικειμένῃ διαιρῆται.

同样地,大部分或最主要的部分不白的事物也是非白。因此,根据较多部分或较主要部分所处的一方,它将被如此称呼。但处于变化之中的事物,作为一个整体将既不在这一方也不在另一方。那么同一事物如何既是白又是非白呢?或者首先,关于矛盾的确定性,「不是就不同的方面而言」这一规定也曾被指示过;其次,单纯地不在白之中无法与在白之中同时为真,而并非整体在白之中却能够与部分是白同时为真。而且,并非整体是白的事物被称为白,是因为单纯的非白与并非整体是白并不是同一回事。他在白与非白的情形中采纳了矛盾中的变化,并通过添加「作为整体」消解了这一难题(因为变化之物单纯地既不在矛盾的这一肢也不在另一肢,并不如提出难题者所主张的那样为真,而是它并非整体处于其中才为真;因为并非整体存在与根本不存在并不是同一回事)——既然如此消解了白与非白的情形,他接着指出,对于存在与非存在亦是同样如此,唯独在它们之中才能更本真地看到仅有矛盾中的变化;因为白本真地也会向其相反者(即黑)或中间物变化,但存在仅向非存在变化,非存在仅向存在变化。因此,在添加了存在与非存在之后,他普遍地补充道,在一切矛盾中都必须这样消解难题。因为变化之物正如所有其他事物一样,必然处于矛盾的某一肢之中,但并非总是作为一个整体;因为在变化之中它并非作为一个整体。因此,当矛盾被单纯表述时,将并非整体存在与根本不存在区分开来的这一方案就是难题的消解。但是,如果命题是伴随着「作为整体」的添加而被表述,如「它是整体为白的」,那么包含「并非整体」的否定在这些情形中就是真实的。然而,无论是生成之物还是消灭之物,都可以说在某种意义上是存在而在某种意义上是非存在,这一点根据其对存在与非存在的切近程度是显而易见的。那么矛盾中的「其他事物」是什么呢?或者说,就是通过肯定以及与之矛盾对立的否定而被划分时的一切存在物。

语法注3 条
  1. 6.59πῶς οὖν τὸ αὐτὸ λευκὸν καὶ οὐ λευκόν, ἢ πρῶτον μὲν ... ἔπειτα ...

    在疑问句 πῶς οὖν ... 之后出现的连词 ἤ 用于引出设问自答(“抑或……”、“或者说……”)。随后的 πρῶτον μὲν 与 ἔπειτα 引出了对该问题的两个并列解答(其一为“并非就不同方面而言”的条件,其二为“非整体”与“部分”的可并存性)。

  2. 6.59λαβὼν δὲ ... καὶ ... λύσας ... λύσας οὖν οὕτως ... ἐπήγαγεν

    在分词 λαβών 和 λύσας 之后,经过长括号内的插入说明,通过带有复述性小词 οὖν 的 λύσας οὖν οὕτως 重新承接前面的分词结构,最终落实到主谓动词 ἐπήγαγεν 上。句子的骨干结构为:“在对白与非白如此消解之后(... λύσας οὖν οὕτως),他接着指出(ἐπήγαγεν)……”。

  3. 6.59αὕτη τῆς ἀπορίας ἡ λύσις ἡ διορίζουσα τοῦ μὴ εἶναι τὸ μὴ ὅλον εἶναι

    分词 διορίζουσα 支配两个冠词附带不定式:起分离或比较作用的属格 τοῦ μὴ εἶναι(“与根本不存在相比/区分开”)以及作宾语的对格 τὸ μὴ ὅλον εἶναι(“并非整体存在”)。整个短语结构意为“将‘并非整体存在’与‘根本不存在’区分开来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1021.8-1022.4