← 辛普里丘

亚里士多德《物理学》注释

§1020.7-1021.8

驳基于矛盾变化取消运动的诡辩

辛普里丘注解了亚里士多德在240a19中对一个试图基于矛盾对立中的变化来取消运动的诡辩论证的探讨,解释了变化之物作为一个整体虽不在矛盾的两端,但其各部分却分别处于两端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.59#1

" Οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν ἕως τοῦ ἐν οὐδετέρῳ δὲ ὅλον αἰεί." Διαλύσας τοὺς τοῦ Ζήνωνος λόγους τοὺς ἀναιρεῖν δοκοῦντας τὴν κίνησιν, παράγει καὶ ἄλλους λόγους εἰς τὸ αὐτὸ ἐρωτωμένους σοφιστικῶς, ἵνα καὶ αὐτῶν διαλύσῃ τοὺς σοφισμούς. ὧν ὁ πρῶτος ὁ ἐκ τῆς κατὰ ἀντίφασιν μεταβολῆς ἐπιχειρῶν τὴν κίνησιν ἀναιρεῖν ἐστι τοιοῦτος· ἐπειδὴ κεῖται τὸ κινούμενον καὶ ἔκ τινος εἴς τι μεταβάλλον ἐν μηδετέρῳ εἶναι, ὅτε κινεῖται,1 μήτε ἐν τῷ ἐξ οὗ (οὔπω γὰρ κινεῖται τότε) μήτε ἐν τῷ εἰς ὅ2 (οὐκέτι γὰρ κινεῖται τότε), ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τούτῳ τῷ βιβλίῳ διδάσκει, ἔστι δὲ καὶ κατὰ ἀντίφασιν μεταβολή, τὸ μεταβάλλον κατὰ ἀντίφασιν ἐν οὐδετέρῳ ἔσται μορίῳ τῆς ἀντιφάσεως, ὅπερ ἄτοπον· ἔσται γάρ τι μεταξὺ τῆς ἀντιφάσεως. ἢ εἰ μὴ τοῦτο, οὐκ ἀληθές, ὅτι τὸ μεταβάλλον οὔτε ἐν τῷ ἐξ οὗ μεταβάλλει ἐστίν, οὔτε ἐν τῷ εἰς ὃ μεταβάλλει, ἐν ᾧ μεταβάλλει χρόνῳ· καὶ γὰρ ἡ κατὰ ἀντίφασιν μεταβολὴ τὸ μὲν ἐξ οὗ ἔχει, τὸ δὲ εἰς ὅ· ἐκ γὰρ λευκοῦ εἰς μὴ λευκὸν καὶ ἐκ μὴ λευκοῦ εἰς λευκὸν μεταβάλλει καὶ ἐξ ὄντος εἰς μὴ ὂν καὶ ἐκ μὴ ὄντος εἰς ὄν. εἰ οὖν μεταβολῆς οὔσης ἀνάγκη ἐν μηδετέρῳ εἶναι τῆς ἀντιφάσεως τὸ μεταβάλλον, τοῦτο δὲ ἀδύνατον, διότι οὐδὲν ἐκφεύγει τὴν ἀντίθεσιν τῆς ἀντιφάσεως, οὐκ ἂν εἴη μεταβολή. τοῦτον δὴ λύων τὸν λόγον φησίν, ὅτι ὅλον μὲν τὸ μεταβάλλον κατὰ ἀντίφασιν ἐν οὐδετέρῳ μορίῳ τῆς ἀντιφάσεώς ἐστι, μέρος δέ τι ἐν ἑκατέρῳ. καὶ δέδεικται τοῦτο πρότερον, ὅτε ἔλεγεν ὅτι τοῦ μεταβάλλοντος ἀνάγκη τὸ μὲν ἐν τῷ ἐξ οὗ, τὸ δέ τι ἐν τῷ εἰς ὅ· εἰ δὲ τοῦτο, οὔτε ἐν τῷ ἑτέρῳ μέρει τῆς ἀντιφάσεως ἔσται ὅλον τὸ μεταβάλλον οὔτε τῆς ἀντιφάσεώς τι μεταξὺ ἔσται, ἐν ᾧ αὐτὸ δεήσει εἶναι, ἀλλ’ ἔστιν ἐν ἀμφοτέροις. τί οὖν ῥηθήσεται, λευκὸν ἢ οὐ λευκόν; ἀνάγκη γὰρ τὸ ἕτερον διὰ τὸ τῆς ἀντιφάσεως ἀξίωμα. εἴτε δὲ λευκὸν εἴτε οὐ λευκόν, οὐκ ἐν ἀμφοτέροις. ταύτην δὲ λύων τὴν ἔνστασίν φησιν, ὅτι οὐκ ἀνάγκη ὅλον ἐν ὁποτέρῳ εἶναι, ὥστε λευκὸν ἢ οὐ λευκὸν λέγεσθαι· καὶ γὰρ λευκὸν λέγεται οὐ μόνον τὸ ὅλον τοιοῦτον ὄν, ἀλλὰ καὶ τὸ τὰ πλεῖστα ἢ τὰ κυριώτατα μέρη τοιαῦτα ἔχον.

「在矛盾中的变化中也绝不」直至「但作为一个整体它总是既不在这一方也不在另一方」。 在消解了芝诺那些看似取消运动的论证之后,他[亚里士多德]也引出了针对同一目的而以诡辩方式提出的其他论证,以便也消解它们的诡辩。其中第一个试图从矛盾中的变化出发来取消运动的论证如下:既然设定运动着且从某物向某物变化的事物在运动时既不在两者的任何一者之中,既不在其所由之出发者之中(因为那时它尚未运动),也不在其所达之处之中(因为那时它已不再运动),正如亚里士多德本人在此卷中所教导的那样,并且也存在着矛盾中的变化,那么在矛盾中变化的事物将不在矛盾的任何一个肢之中,而这是荒谬的;因为在矛盾之间将会存在某种中间物。或者如果不是这样,那么所谓变化着的事物在它变化的时间内既不在它所由之出发者之中,也不在它所达之处之中,就不是真实的;因为矛盾中的变化同样拥有一方面是所由之出发者,另一方面是所达之处;因为它是从白向非白变化,从非白向白变化,从存在向非存在变化,以及从非存在向存在变化。因此,如果存在变化时变化之物必然不在矛盾的任何一者之中,而这又是不可能的,因为没有任何事物能逃脱矛盾的对立,那么变化就不可能存在。在消解这一论证时,他[亚里士多德]说,在矛盾中变化的事物作为一个整体既不在矛盾的任何一个肢之中,但其某个部分却在每一肢之中。而这一点此前已经证明过,当时他说变化之物必然是一部分在所由之出发者之中,某一部分在所达之处之中;如果这样,变化之物作为一个整体既不会处于矛盾的任一部分之中,也不会存在某种它必须身处其中的矛盾中间物,而是它处在两方之中。「那么它将被称作什么,白还是非白?因为基于矛盾公理,必定是二者居其一。而无论是白还是非白,它都不是在两方之中。」在消解这一反驳时,他[亚里士多德]说,并不必然需要整体处于任何一方之中,以至于被称作白或非白;因为被称为白的,不仅是整体如此的事物,而且也是大部分或最主要的部分如此的事物。

语法注2 条
  1. 6.59ἐπειδὴ κεῖται τὸ κινούμενον καὶ ἔκ τινος εἴς τι μεταβάλλον ἐν μηδετέρῳ εἶναι, ὅτε κινεῖται

    ἐπειδή 引导的从句骨架由非人称被动态 κεῖται(“已被假定/设定”)后接“宾格加不定式”结构 τὸ κινούμενον ... ἐν μηδετέρῳ εἶναι 构成。插入的 ὅτε κινεῖται 从时间上修饰不定式 εἶναι,随后的 μήτε ἐν τῷ ἐξ οὗ ... μήτε ἐν τῷ εἰς ὅ 则对介词短语 ἐν μηδετέρῳ 进行了具体的解释说明。

  2. 6.59τοῦ μεταβάλλοντος ἀνάγκη τὸ μὲν ἐν τῷ ἐξ οὗ, τὸ δέ τι ἐν τῷ εἰς ὅ

    属格 τοῦ μεταβάλλοντος 是部分属格,修饰其后的分配主语 τὸ μέν 和 τὸ δέ τι。系词不定式 εἶναι 在谓语中被省略,其句法结构为 ἀνάγκη [ἐστὶ] τοῦ μεταβάλλοντος τὸ μὲν ἐν τῷ ἐξ οὗ [εἶναι], τὸ δέ τι ἐν τῷ εἰς ὅ [εἶναι]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1020.7-1021.8