← 辛普里丘

亚里士多德《物理学》注释

§1018.27-1020.6

运动场论证中关于两倍与一半的荒谬结论

辛普里丘阐明了芝诺的运动场悖论如何推导出“同一个大小与时间既是两倍又是一半”的荒谬结论,分析了亚里士多德词句的构造及亚历山大所提出的文本语序重排方案,并援引欧德谟的评价总结了该谬误推理的显见荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.58#3

συμβήσεται οὖν καὶ μέγεθος τὸ αὐτὸ εἶναι διπλάσιόν τε καὶ ἥμισυ, εἴπερ ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἰσοταχῶν τὸ μὲν Β τὰ δύο Α διῄει, τὸ δὲ Γ τὰ τέσσαρα Β, ἴσων ὄντων τῶν Β τοῖς Α· καὶ χρόνον τὸν αὐτὸν διπλάσιόν τε καὶ ἥμισυν, εἴπερ καὶ ἥμισυς ἦν ὁ χρόνος, ἐν ᾧ τὸ Β διὰ τῶν δύο Α διῄει, τοῦ χρόνου, ἐν ᾧ τὸ Γ διὰ τῶν τεσσάρων Β, καὶ ὁ αὐτός. τὸ δὲ ἴσον γὰρ ἑκάτερόν ἐστι παρ’ ἕκαστον δηλοῖ ὅτι καὶ τὸ Β καὶ τὸ Γ ἰσοταχῆ ὄντα ἴσον χρόνον ποιεῖ παρ’ ἕκαστον, δι’ ὧν κινεῖται τῶν τε Β καὶ τῶν Α. εἰ δὲ ἴσον, δῆλον ὅτι διπλάσιός ἐστιν ὁ χρόνος, ἐν ᾧ τὸ Γ τὰ τέσσαρα Β δίεισιν, ἥμισυς δέ, ἐν ᾧ τὸ Β τὰ δύο Α, ἢ μᾶλλον, ἐν ᾧ τὸ Γ τὰ τέσσαρα Α δίεισι, τοῦ ἐν ᾧ τὸ Β τὸ ἰσοταχὲς αὐτῷ τὰ δύο Α.1 εἴρηται γάρ, ὅτι ἐν ᾧ τὰ Β δίεισι τὸ Γ, ἐν τούτῳ καὶ τὰ Α. Εἰπὼν δὲ ὅτι συμβαίνει τὸ Γ παρὰ πάντα τὰ Α διεληλυθέναι, διότι παρὰ πάντα τὰ Β διέρχεται, καὶ μεταξὺ θεὶς τὰ ἑπόμενα ἄτοπα, τό τε ἥμισυ διάστημα τῷ διπλασίῳ διαστήματι ταὐτὸν εἶναι καὶ τὸν ἥμισυν χρόνον τῷ διπλασίῳ χρόνῳ, ἐπήγαγεν ὅτι ἅμα συμβαίνει καὶ τὰ Β παρὰ πάντα τὰ Γ παρεληλυθέναι, ὥσπερ τὰ Γ παρὰ τὰ Β. ἅμα γὰρ ἔσται τὸ πρῶτον Γ καὶ τὸ πρῶτον Β ἐπὶ τοῖς ἐναντίοις ἐσχάτοις, τὸ μὲν Γ ἐπὶ τῇ ἀρχῇ τοῦ σταδίου, τὸ δὲ Β ἐπὶ τῷ τέλει, ἅπερ ἄμφω ἔσχατά ἐστιν. ἀντικινούμενα γὰρ ἰσοταχῶς καὶ ἴσα ὄντα, καὶ ἀπὸ ἀρχῆς ἀλλήλων ἀρξάμενα ἅμα τὰ πέρατα ἀλλήλων καταλαμβάνει, ἴσον χρόνον παρ’ ἕκαστον γινόμενον τῶν Β τὸ Γ, ὅσον παρ’ ἕκαστον τῶν Α, κἂν μὴ κινῆται τὸ Γ παρὰ τὰ Α, διὰ τὸ ἀμφότερα τά τε Γ καὶ τὰ Β ἴσα ὄντα καὶ ἰσοταχῆ, ἴσον χρόνον παρὰ τὰ Α γίνεσθαι. διὰ δὲ τούτου ἅμα μὲν ἐνεδείξατο, διὰ τί ἔλαβεν τὰ Γ παρὰ τὰ Α κεκινῆσθαι καίτοι μὴ κεκινημένα, ὅτι διὰ τὴν πρὸς τὰ Β ἰσότητα καὶ ἰσοτάχειαν· ἅμα δὲ καί, ὅτι παρὰ τοῦτο γέγονεν ὁ παραλογισμός, ἐνεδείξατο διὰ τοῦ προσθεῖναι τὸ ὥς φησιν. οὐ γὰρ ἴσον χρόνον τὸ Γ παρ’ ἕκαστον γίνεται τῶν ἀντικινουμένων καὶ τῶν Α τῶν ἑστώτων. Δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τῷ συμβαίνει δὲ τὸ Γ παρὰ πάντα τὰ Α διεληλυθέναι ἑξῆς εἶναι τὸ ἴσον χρόνον2 παρ’ ἕκαστον γινόμενον τῶν Β, ὅσονπερ τῶν Α, εἶτα ἐφεξῆς τὸ δὲ Β παρὰ τὰ ἡμίση ἕως τοῦ ἅμα γὰρ ἔσται τὸ πρῶτον Γ καὶ τὸ πρῶτον Β ἐπὶ τοῖς ἐναντίοις ἐσχάτοις, ἐφεξῆς δὲ τούτοις τὸ διὰ τὸ ἀμφότερα ἴσον χρόνον κατὰ τὸ Α γίνεσθαι. ὁ μὲν οὖν λόγος τοιοῦτός ἐστιν εὐηθέστατος ὤν, ὥς φησιν ὁ Εὔδημος, διὰ τὸ προφανῆ τὸν παραλογισμὸν ἔχειν, εἴπερ ἀξιοῖ τὰ ἴσα καὶ ἰσοταχῆ, ἐὰν τὸ μὲν παρὰ κινούμενον κινῆται, τὸ δὲ παρὰ ἠρεμοῦν, τὸ ἴσον διάστημα ἐν τῷ ἴσῳ χρόνῳ κινεῖσθαι, ὅπερ ἐστὶν ἐναργῶς ἄτοπον· τὰ γὰρ ἀντικινούμενα ἀλλήλοις ἰσοταχῆ διπλασίαν ἀφίσταται διάστασιν ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ τὸ παρὰ ἠρεμοῦν κινούμενον τὸ ἥμισυ διίσταται, κἂν ἰσοταχὲς ἐκείνοις ᾖ.

因此,如果说在相同的时间内,在速度相等的事物中Β穿过了两个Α,而Γ穿过了四个Β(诸Β与诸Α相等),那么也将导致同一个大小既是两倍又是一半;而且,如果说Β穿过两个Α的时间既是Γ穿过四个Β的时间的一半,又是与之相同的[时间],那么也将导致同一个时间既是两倍又是一半。而「因为每一者沿着每一者都是相等的」这句话表明,由于Β和Γ都速度相等,它们在所穿过的诸Β和诸Α的每一者身旁都花费相等的时间。如果[花费]相等的时间,显然Γ穿过四个Β的时间是两倍,而Β穿过两个Α的时间是一半——或者更确切地说,Γ穿过四个Α的时间,是与其速度相等的Β穿过两个Α[的时间]的两倍。因为此前已经说过,在Γ穿过诸Β的时间内,它在这一时间中也穿过了诸Α。在说过由于穿过所有的诸Β,便导致Γ穿过了所有的诸Α,并在中间列出了随之而来的荒谬后果(即一半的间距与两倍的间距相同,一半的时间与两倍的时间相同)之后,他[亚里士多德]接着指出,这也同时导致诸Β穿过了所有的诸Γ,正如诸Γ穿过诸Β一样。因为第一个Γ和第一个Β将同时处在相反的极限位置,即Γ在运动场的起点,而Β在终点,这两者都是极限。因为以相等的速度反向运动且大小相等的事物,从彼此的起点出发,会同时到达彼此的终点;Γ处在诸Β的每一者身旁的时间,与处在诸Α的每一者身旁的时间相等(即使Γ并未沿着诸Α运动),这是由于Γ和Β这两者既相等又速度相等,从而沿着诸Α花费了相等的时间。通过这一点,他一方面指出了他[芝诺]为何假定诸Γ尽管并未沿着诸Α运动却已沿着它们运动了(即由于相对于诸Β的相等性与等速性);另一方面,他也通过加上「如他所说」这几个字,指出了谬误推理正是由此而生。因为Γ处在反向运动者的每一者身旁的时间,与处在静止的诸Α的每一者身旁的时间并非相等。亚历山大说,在「然而导致了Γ穿过所有的诸Α」之后,完全可以紧接着是「处在诸Β的每一者身旁的时间与处在诸Α的[每一者身旁的时间]相等」,随后紧接着是「而Β穿过了一半」一直到「因为第一个Γ和第一个Β将同时处在相反的极限位置」,在这些之后紧接着是「由于两者沿着Α花费了相等的时间」。总之,这一论证就是如此,正如欧德谟所说,它是极其愚蠢的,因为它包含着显而易见的谬误推理;如果它硬要认为,相等且等速的事物,若一者沿着运动者运动,另一者沿着静止者运动,会在相等的时间内运动相等的间距,这显然是荒谬的。因为彼此反向运动的等速事物,在沿着静止者运动之物拉开一半距离的同一时间内,会拉开两倍的间距,即使它与那些事物速度相等也是如此。

语法注2 条
  1. 6.58τοῦ ἐν ᾧ τὸ Β τὸ ἰσοταχὲς αὐτῷ τὰ δύο Α

    表示比较的属格结构。带冠词的属格 τοῦ 依附于前句承袭而来的谓语形容词 διπλάσιος(“两倍”),且承前省略了中心名词 χρόνου 与定式动词 δίεισι。整个结构的骨干为:“[Γ穿过四个Α的时间],是与其速度相等的Β穿过两个Α的时间(τοῦ χρόνου ἐν ᾧ...)的[两倍]”。

  2. 6.58τῷ συμβαίνει δὲ τὸ Γ παρὰ πάντα τὰ Α διεληλυθέναι ἑξῆς εἶναι τὸ ἴσον χρόνον

    引述亚历山大对文本顺序的重排建议。副词 ἑξῆς(“接着……”)支配以与格冠词 τῷ 引领的完整引文从句作补足语,而后随的带冠词词组 τὸ ἴσον χρόνον... 则作为不定式 εἶναι 的主语(主语对格)。整句的骨架为:“在句首‘……’之后,紧接着是‘……’,这是可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1018.27-1020.6