- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1017.23-1018.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘详述了芝诺第四个论证(竞技场悖论)中物体的反向运动与相互穿过,揭示出芝诺的谬误推理在于未能区分静止参照物与对向运动参照物,直接假定穿过相等物体所需时间相等。
τοῦ γὰρ πρώτου Γ κατὰ τοῦ πρώτου Β ὄντος ἐξ ἀρχῆς, ἀντικινουμένων αὐτῶν ἰσοταχῶς καὶ διεξελθόντων ἄλληλα,1 τὸ μὲν πρῶτον Β ἐπὶ τῷ ἐσχάτῳ ἔσται Γ, τὸ δὲ πρῶτον Γ ἐπὶ τῷ ἐσχάτῳ Β. καὶ τοῦτο ἂν εἴη τὸ συμβαίνειν τὸ πρῶτον Β ἅμα ἐπὶ τῷ ἐσχάτῳ εἶναι καὶ τὸ πρῶτον Γ παρ’ ἄλληλα κινουμένων· ἡ γὰρ παρ’ ἄλληλα κίνησις ποιεῖ τὸ ἐν τοῖς ἐσχάτοις ἀλλήλων γίνεσθαι. συμβαίνει δέ, φησι, καὶ τὸ Γ, τὸ πρῶτον δηλονότι, παρὰ πάντα τὰ Α διεληλυθέναι, τὸ δὲ Β παρὰ τὰ ἡμίση Α. καὶ ὅτι μὲν τὸ Β τὸ ἀπὸ τοῦ μέσου τῶν Α ἀρχόμενον διὰ τῶν δύο Α ἐκινήθη ἢ διὰ τῶν ἡμίσεων, ὁπόσα ἂν ᾖ ἄρτια, ἐν ὅσῳ τὸ Γ διὰ τῶν διπλασίων Β δίεισι, δῆλον· τὸ γὰρ πρῶτον Β ἀπὸ τοῦ μέσου τῶν Α τὴν ἀρχὴν ἐποιήσατο. καὶ ἐν ὅσῳ τὸ Β παρὰ τὰ δύο Α τὰ ἔσχατα τὰ ἑστῶτα κινεῖται, τὸ Γ τὸ πρῶτον ἀντικινούμενον τοῖς Β διὰ τῶν τεσσάρων Β δίεισιν· αἱ γὰρ δύο κινήσεις τῶν ἀντικινουμένων διπλάσιον ἀνύουσι διάστημα τῆς μιᾶς, ἣν κινεῖται τὸ Β παρὰ τὰ ἱστάμενα Α. καὶ τοῦτο μὲν δῆλον. πῶς δὲ τὸ Γ παρὰ πάντα τὰ Α διελήλυθεν; οὔτε γὰρ παρὰ ταῦτα ἐκινεῖτο, ἀλλὰ παρὰ τὰ Β, οὔτε ἀπ’ ἀρχῆς τῶν Α ἐκινεῖτο, ἀλλὰ ἀπ’ ἀρχῆς τῶν Β, ἥτις ἦν κατὰ τὸ μέσον τῶν Α. ἢ ὅτι καὶ τὰ Β ἴσα ἦν τοῖς Α.2 τὸ οὖν Γ ἐν ὅσῳ χρόνῳ παρὰ τὰ Β κεκίνηται, εἴη ἂν καὶ παρὰ τὰ Α τὰ ἴσα τοῖς Β κεκινημένον. καὶ ὁ παραλογισμὸς ἐνταῦθά ἐστιν, ὅτι ἔλαβεν ἁπλῶς ἐν ἴσῳ χρόνῳ κινούμενον τὸ παρὰ ἴσα κινούμενον μὴ προσλογισάμενος, ὅτι τῶν ἴσων τὰ μὲν ἀντικινούμενα ἦν τὰ δὲ ἑστῶτα. λαβὼν δὲ ὅμως, ὅτι ἐν ἴσῳ χρόνῳ τά τε Β3 καὶ τὰ Α δίεισι τὰ Γ, ἐπειδὴ ἐν ὅσῳ χρόνῳ τὸ πρῶτον Β δίεισι τὰ δύο Α, ἐν τοσούτῳ τὸ Γ τὰ τέσσαρα Β ἤτοι τὰ τέσσαρα Α, συνήγαγεν ὅτι τὸ Β καίτοι ἰσοταχὲς ὂν τῷ Γ ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ κινεῖται, οὗ τὸ Γ κινεῖται, ὅπερ ἐστὶ παρὰ τὰ προομολογηθέντα καὶ τὰ ἐναργῆ· τὰ γὰρ ἰσοταχῆ ἐν ἴσῳ χρόνῳ τὸ ἴσον κινεῖται, ἀλλ’ ὅταν ὁμοίως ἔχῃ, ὥστε ἢ ἄμφω παρὰ τὰ ἑστῶτα κινεῖσθαι, ἢ ἄμφω παρὰ τὰ κινούμενα, καὶ οὐχ ὅταν τὰ μὲν παρὰ τὰ ἑστῶτα ὡς τὸ Β, τὰ δὲ παρὰ τὰ ἀντικινούμενα ὡς τὸ Γ. ἔτι δὲ καὶ ὁ χρόνος, ἐν ᾧ κινεῖται τὸ Β διὰ τῶν δύο Α, ἥμισύς ἐστι τοῦ χρόνου, ἐν ᾧ κινεῖται τὸ Γ διὰ τῶν τεσσάρων Β, εἴπερ ἴσα τὰ Α τοῖς Β, καὶ ἰσοταχῆ τό τε Β καὶ τὸ Γ. ἐδόκει δὲ καὶ ἴσος εἶναι ὁ χρόνος ἤτοι ὁ αὐτός, ἐν ᾧ τὸ Β ἐκινεῖτο διὰ τῶν δύο Α, καὶ ἐν ᾧ τὸ Γ διὰ τῶν τεσσάρων Β.
因为既然第一个Γ从一开始就与第一个Β相对,当它们以相等的速度反向运动并彼此穿过时,第一个Β将处在最后一个Γ的位置,而第一个Γ将处在最后一个Β的位置。而这也就是在彼此擦肩而过运动时,第一个Β与第一个Γ同时处在极限处的意思;因为彼此擦肩而过的运动导致了它们处在彼此的极限位置。然而他[亚里士多德]说,这也导致了Γ(显然是第一个[Γ])穿过了所有的Α,而Β则穿过了一半的Α。而从Α的中部开始的Β,在Γ穿过两倍数量的Β的时间内,运动穿过了两个Α或一半的Α(无论偶数是多少),这是显而易见的;因为第一个Β是从诸Α的中部出发的。而在Β运动穿过静止的最后两个Α的时间内,与诸Β反向运动的第一个Γ穿过了四个Β;因为反向运动者的两个运动所走过的间距,是Β穿过静止的Α所运动的单一运动的两倍。这固然是清楚的。但是Γ又是如何穿过所有的Α的呢?因为[Γ]并非沿着这些[Α]运动,而是沿着诸Β运动,且不是从诸Α的起点开始运动,而是从诸Β的起点开始运动,而该起点是位于诸Α的中部。抑或是因为诸Β也与诸Α相等?因此,Γ在沿着诸Β运动的时间内,也应算作沿着与诸Β相等的诸Α运动了。而谬误推理正是在这里:因为他未曾考虑到在相等的事物中一者在反向运动而另一者是静止的,就直接假定沿着相等的事物运动之物是在相等时间内运动。然而他还是假定了诸Γ在相等的时间内穿过诸Β和诸Α,由于在第一个Β穿过两个Α的时间内,Γ穿过了四个Β即四个Α,他便推导得出:尽管Β与Γ速度相等,但在相同时间内Β所运动的距离只有Γ所运动的一半;而这违背了预先公认的前提和显而易见的事实。因为速度相等之物在相等时间内运动相等的距离,但这是在条件相同的情况下,即要么两者都沿着静止的事物运动,要么两者都沿着运动的事物运动,而不是像Β那样一者沿着静止的事物运动,而像Γ那样另一者沿着反向运动的事物运动。此外,如果诸Α与诸Β相等,且Β和Γ速度相等,那么Β穿过两个Α运动的时间,是Γ穿过四个Β运动的时间的一半。然而,Β穿过两个Α运动的时间与Γ穿过四个Β运动的时间,此前却也被认为是相等的、即完全同一个时间。
- 6.58τοῦ γὰρ πρώτου Γ κατὰ τοῦ πρώτου Β ὄντος ἐξ ἀρχῆς, ἀντικινουμένων αὐτῶν ἰσοταχῶς καὶ διεξελθόντων ἄλληλα
句首的一系列属格分词结构(τοῦ ... ὄντος 以及 ἀντικινουμένων ... καὶ διεξελθόντων)均为独立属格,构成了后文主句(τὸ μὲν πρῶτον Β ... ἔσται)的前提条件或时间背景。
- 6.58ἢ ὅτι καὶ τὰ Β ἴσα ἦν τοῖς Α.
此处以 ἢ ὅτι(“抑或是因为……?”)构成的省略句式,用于引入注解者对前文反问(“Γ又是如何穿过所有的Α的呢?”)所提出的解答。
- 6.58λαβὼν δὲ ὅμως, ὅτι ἐν ἴσῳ χρόνῳ τά τε Β καὶ τὰ Α δίεισι τὰ Γ, ἐπειδὴ ἐν ὅσῳ χρόνῳ τὸ πρῶτον Β δίεισι τὰ δύο Α, ἐν τοσούτῳ τὸ Γ τὰ τέσσαρα Β ἤτοι τὰ τέσσαρα Α, συνήγαγεν ὅτι τὸ Β
该句的骨干由分词 λαβών(“假定了……”)与主动词 συνήγαγεν(“得出结论……”)构成。其间插入了一个表示原因的 ἐπειδή 从句(内含相关构式 ἐν ὅσῳ χρόνῳ ... ἐν τοσούτῳ),随后引出依附于主句动词 συνήγαγεν 的 ὅτι 宾语从句。
