- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1015.27-1017.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘总结了芝诺的第三个论证(飞矢不动),指出其谬误在于混淆了“现在”中的静止与时间的连续性;随后阐述了第四个论证(竞技场)的前提、设定以及运动物体的空间排列。
" Τρίτος δὲ ὁ νῦν ῥηθεὶς ἕως τοῦ οὐκ ἔσται συλλογισμός." Τρίτον εἶναί φησιν τοῦ Ζήνωνος λόγον, ὃν πρὸ ὀλίγου διέλυσεν λέγοντα, ὅτι τὸ φερόμενον βέλος ἐν τῷ φέρεσθαι ἵσταται, εἴπερ ἀνάγκη πᾶν ἢ κινεῖσθαι ἢ ἠρεμεῖν, τὸ δὲ φερόμενον ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῷ ἐστι. τὸ δὲ ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῷ ὂν οὐ κινεῖται· ἠρεμεῖ ἄρα. ψεῦδος δὲ λαμβάνει ὁ λόγος οὗτος τὸ κατὰ τὸ ἴσον ἑαυτῷ εἶναι ἐν χρόνῳ·1 δέδεικται γάρ, ὅτι ἐν τῷ νῦν μόνῳ κατὰ τὸ ἴσον ἑαυτῷ ἐστι τὸ φερόμενον. καὶ τοῦτο μὲν συγχωρεῖ, οὐκ ἐννοεῖ δέ, ὅτι ἐν τῷ νῦν οὐδὲν οὔτε ἠρεμεῖ οὔτε κινεῖται. ἐπειδὴ δὲ τὰ νῦν οὐκ ἐπιλείπει, διὰ τοῦτο νομίζει ἐν τῷ χρόνῳ τῆς φορᾶς ἑστάναι αὐτό, οὐδὲν ἐκ τούτου συλλογιζόμενος, εἴπερ μὴ ἔστι συνεχῆ ἀλλήλοις τὰ νῦν μηδὲ γίνεται ἐκ τῶν νῦν χρόνος.
“第三个是刚才提到的论证……直到将不会有推论为止。” 他[亚里士多德]说,芝诺的第三个论证就是他不久前所化解的那一个,该论证声称:飞行的箭在飞行时是静止的,如果凡物必然要么运动要么静止,而飞行的物总是处在与自身相等的地方。但总是处在与自身相等的地方之物并不运动;因此它是静止的。然而,这个论证错误地假定了处在与自身相等的地方是在时间之中的;因为已经证明,飞行的物仅仅在“现在”之中才处在与自身相等的地方。他虽然承认这一点,却没有意识到在“现在”之中没有任何东西静止或运动。然而,由于“现在”并不会匮乏,因此他便认为箭在飞行的时间中都静止着,但从这当中得不出任何结论,如果“现在”彼此并不连续,时间也不是由诸“现在”生成的话。
"Τέταρτος δὲ ὁ περὶ τῶν ἐν τῷ σταδίῳ ἕως τοῦ συμβαίνει δὲ παρὰ τὸ εἰρημένον τὸ ψεῦδος." Καὶ ὁ τέταρτος τῶν περὶ κινήσεως τοῦ Ζήνωνος λόγων εἰς ἀδύνατον ἀπάγων καὶ οὗτος τὸ εἶναι κίνησιν τοιοῦτός τις ἦν· εἰ ἔστι κίνησις, τῶν ἴσων μεγεθῶν καὶ ἰσοταχῶν τὸ ἕτερον τοῦ ἑτέρου ἐν τῷ αὐτῷ χρόνῳ διπλασίαν κίνησιν κινήσεται καὶ οὐκ ἴσην. καὶ ἔστι μὲν καὶ τοῦτο ἄτοπον, ἄτοπον δὲ καὶ τὸ τούτῳ ἑπόμενον τὸ τὸν αὐτὸν καὶ ἴσον χρόνον ἅμα διπλάσιόν τε καὶ ἥμισυ εἶναι. δείκνυσι δὲ αὐτὸ ὁμολογούμενον λαβὼν τὸ τὰ ἰσοταχῆ καὶ ἴσα ἐν τῷ ἴσῳ χρόνῳ ἴσον διάστημα κεκινῆσθαι· καὶ ἔτι μέντοι τῶν ἰσοταχῶν τε καὶ ἴσων, ἂν τὸ μὲν ἥμισυ, τὸ δὲ διπλάσιον ᾖ κεκινημένον, ἐν ἡμίσει μὲν χρόνῳ τὸ ἥμισυ, ἐν διπλασίῳ δὲ τὸ διπλάσιον εἶναι κεκινημένον. τούτων προληφθέντων στάδιον ὑπετίθετο οἷον τὸ ΔΕ, καὶ τέσσαρα μεγέθη ἢ ὁσαοὖν, ἄρτια μόνον, ὥστε ἔχειν ἥμισυ ἰσόογκα (ὡς δὲ ὁ Εὔδημός φησι, κύβους) ἐφ’ ὧν τὰ Α, ὡς τὸ μέσον διάστημα ἐπέχειν τοῦ σταδίου ἑστῶτα ταῦτα. ὧν ἑστώτων πρῶτον ὁρίζει τὸ πρὸς τῇ ἀρχῇ τοῦ σταδίου τῇ κατὰ τὸ Δ, ἔσχατον δὲ τὸ πρὸς τῷ Ε, καὶ λαμβάνει ἄλλους τέσσαρας ὄγκους ἢ κύβους ἴσους τοῖς ἑστῶσι καὶ τὸ μέγεθος καὶ τὸν ἀριθμὸν ἐφ’ ὧν τὰ Β, ἀρχομένους μὲν ἀπὸ ἀρχῆς τοῦ σταδίου, τελευτῶντας δὲ κατὰ τὸ μέσον τῶν τεσσάρων Α, κινουμένους δὲ τούτους ὡς ἐπὶ τὸ ἔσχατον τοῦ σταδίου τὸ Ε. διὸ καὶ πρῶτον λέγει τὸν κατὰ τὸ μέσον τῶν Α ὡς ἔμπροσθεν τῶν λοιπῶν ὄντα ἐν τῇ ἐπὶ τὸ Ε κινήσει. διὰ τοῦτο δὲ ἀρτίους ἔλαβε τοὺς ὄγκους, ἵνα ἔχωσιν ἥμισυ· δεῖται γὰρ τούτου, ὡς μαθησόμεθα. διὸ καὶ τὸ πρῶτον Β κατὰ τοῦ μέσου τῶν ἑστώτων Α τίθησιν, εἶτα καὶ ἄλλους ἴσους τῷ μεγέθει καὶ τῷ ἀριθμῷ, τοῖς Β, δῆλον δὲ ὅτι καὶ τοῖς Α, λαμβάνει ἐφ’ ὧν τὰ Γ ἀντικινουμένους τοῖς Β. τῶν γὰρ Β ἀπὸ τοῦ μέσου τοῦ σταδίου, ἐν ᾧ καὶ τῶν Α τὸ μέσον ἦν, ἐπὶ τὸ ἔσχατον τοῦ σταδίου τὸ Ε κινουμένων οἱ Γ ἀπὸ τοῦ ἐσχάτου μέρους, ἐν ᾧ τὸ Ε, ἐπὶ τὸ Δ κινοῦνται τὸ ἐν τῇ ἀρχῇ τοῦ σταδίου, καὶ πρῶτον δηλονότι τῶν τεσσάρων Γ ὁ πρὸς τὸ Δ νενευκώς, ἐφ’ ὃ ἡ κίνησις τοῖς Γ· τίθησιν δὲ τὸ πρῶτον Γ κατὰ τοῦ πρώτου Β. τοιαύτης οὖν τῆς ἐξ ἀρχῆς θέσεως ὑποτεθείσης ἐὰν τῶν Α ἑστώτων τὰ μὲν Β κινῆται ὡς ἀπὸ τοῦ μέσου τῶν τε Α καὶ τοῦ σταδίου ἐπὶ τὸ τέλος τοῦ σταδίου τὸ Ε, τὰ δὲ Γ ὡς ἀπὸ τοῦ ἐσχάτου τοῦ σταδίου ἐπὶ τὴν ἀρχὴν δηλονότι (οὐ γὰρ δὴ ὡς “ἀπὸ τοῦ ἐσχάτου Β,” ὅπερ ὡς ἔοικεν ἔν τισιν ἀντιγράφοις εὑρὼν ὁ Ἀλέξανδρος ἠναγκάσθη λέγειν, ὅτι ὃ πρότερον εἶπεν πρῶτον Β, τοῦτο νῦν ἔσχατον ἐκάλεσε), συμβαίνει τὸ πρῶτον Β ἅμα ἐπὶ τῷ ἐσχάτῳ εἶναι. τῆς ἑαυτοῦ κινήσεως καὶ τὸ πρῶτον Γ,2 παρ’ ἄλληλα κινουμένων αὐτῶν καὶ ἰσοταχῶς ἢ ἐπὶ τῷ ἐσχάτῳ ἀλλήλων.
“第四个是关于竞技场中的物体的论证……直到错误因所说的话而产生为止。” 芝诺关于运动的诸论证中,同样将运动的存在归于不可能的第四个论证大致是这样的:如果存在运动,在大小相等且速度相等的诸量中,一者在相同时间内相对于另一者将运动两倍的运动,而非相等的运动。这固然是荒谬的,但随之而来的结论同样荒谬,即同一个且相等的时间同时既是两倍又是半倍。他通过设定人们公认的前提证明了这一点,即速度相等且大小相等之物在相等的时间内运动了相等的间距;此外,在速度相等且大小相等之物中,如果一者运动了半倍,另一者运动了两倍,那么运动了半倍的物是在一半时间内运动的,而运动了两倍的物是在两倍时间内运动的。在预先设定了这些之后,他设想了一个诸如ΔΕ的竞技场,以及其上标有Α的四个(或者无论多少,只要是偶数即可,以便能有一半;而如欧德谟所说,是立方体)体积相等的大小,它们静止着以占据竞技场的中部间距。在它们静止时,他将靠近竞技场位于Δ处的起点的那一个规定为最初的,将靠近Ε的那一个规定为最后的;接着他又取了在大小和数量上都与静止者相等的、标有Β的另外四个块体或立方体,它们从竞技场的起点开始,但终结于四个Α的中部,并且它们朝着竞技场的终点Ε运动。因此他也将位于Α中部的那个称为“最初的”,因为它在朝向Ε的运动中处于其余诸物的前面。他之所以取偶数个块体,是为了让它们拥有一半;因为正如我们将要了解的那样,他需要这一点。因此他也将第一个Β放置在与静止的诸Α的中部相对的位置。接着他又取了在大小和数量上与诸Β相等(显然也与诸Α相等)的、标有Γ的另一些块体,它们与诸Β反向运动。因为当诸Β从竞技场中部(其中也有诸Α的中部)朝向竞技场终点Ε运动时,诸Γ则从有Ε的最后部分朝向竞技场起点的Δ运动;显然四个Γ中的第一个是朝向Δ的那一个,这正是诸Γ运动所朝向的方向。他将第一个Γ放置在与第一个Β相对的位置。因此,在设定了最初这样的配置之后,如果当诸Α静止时,诸Β从诸Α以及竞技场的中部朝向竞技场的终点Ε运动,而诸Γ显然从竞技场的终点朝向起点运动(因为绝不是像“从最后的Β”那样,亚历山大似乎在某些抄本中发现了这一读法,因而不得不说他此前称为第一个Β的,现在称为了最后一个),那么便导致第一个Β在其自身运动的极限处,同时第一个Γ也在[其自身运动的极限处],因为它们彼此擦肩而过并且速度相等,或者说它们处在彼此的最后一个块体之处。
- 6.57ψεῦδος δὲ λαμβάνει ὁ λόγος οὗτος τὸ κατὰ τὸ ἴσον ἑαυτῷ εἶναι ἐν χρόνῳ
ψεῦδος 是作补足语的形容词/名词(“虚假的[前提]”),λαμβάνει(“设定/采纳”)的真正宾语是带冠词的不定词短语 τὸ κατὰ τὸ ἴσον ἑαυτῷ εἶναι ἐν χρόνῳ(“处在与自身相等的地方是在时间之中的”)。整体构成谓语性宾语结构:“该论证错误地假定了……”。
- 6.58συμβαίνει τὸ πρῶτον Β ἅμα ἐπὶ τῷ ἐσχάτῳ εἶναι. τῆς ἑαυτοῦ κινήσεως καὶ τὸ πρῶτον Γ
虽然底本在 εἶναι 之后印有句号,但在句法上 τῆς ἑαυτοῦ κινήσεως(“其自身运动的”)显然是依附于 ἐπὶ τῷ ἐσχάτῳ(“在极限处”)的属格补足语。此外,在 συμβαίνει 所统领的不定词 εἶναι 结构中,τὸ πρῶτον Β 和 καὶ τὸ πρῶτον Γ 共同作为复合主语。
