← 辛普里丘

亚里士多德《物理学》注释

§1013.29-1015.26

芝诺阿喀琉斯论证的结构与化解

关于亚里士多德《自然学》239b14中芝诺的第二个论证“阿喀琉斯”,辛普利丘通过具体的数值例说明了其基于等比级数的无限分割结构,分析了它与第一个论证(二分法)的异同,并阐述了基于连续体中无限的潜在性而作出的化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.56

" Δεύτερος δὲ ὁ καλούμενος Ἀχιλλεὺς ἕως τοῦ οὗτοι μὲν οὖν δύο λόγοι." Καὶ οὗτος ὁ λόγος ἐκ τῆς ἐπ’ ἄπειρον διαιρέσεως ἐπικεχείρηται κατ’ ἄλλην διασκευήν. καὶ εἴη ἂν τοιοῦτος· εἰ ἔστι κίνησις, τὸ βραδύτατον ὑπὸ τοῦ ταχίστου οὐδέποτε καταληφθήσεται· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστι κίνησις. καὶ τὸ μὲν συνημμένον ἐναργές ἐστι, τὴν δὲ πρόσληψιν κατασκευάζει τὴν λέγουσαν,1 ὅτι ἀδύνατον τὸ βραδύτατον ὑπὸ τοῦ ταχίστου καταληφθῆναι, βραδύτατον μὲν λαμβάνων τὴν χελώνην, ἣν καὶ ὁ μῦθος ὡς φύσει βραδεῖαν ἐν τῇ πρὸς τὸν ἵππον ἁμίλλῃ παρέλαβε, ταχύτατον δὲ τὸν Ἀχιλλέα, ὃς οὕτως ἐδόκει ποδωκέστατος, ὡς τὸ ποδάρκης ἴδιον αὐτοῦ δοκεῖν ὄνομα παρὰ τῷ Ὁμήρῳ διὰ τὸ καὶ αὐτῷ καὶ τοῖς συμμάχοις αὐτοῦ ἀρκεῖν τὴν ταχυτῆτα τῶν ποδῶν. Ἀχιλλεὺς οὖν ὁ λόγος ἀπὸ τοῦ παραληφθέντος ἐν αὐτῷ Ἀχιλλέως ἐκλήθη, ὃν ἀδύνατόν φησιν ὁ λόγος τὴν χελώνην διώκοντα καταλαβεῖν. καὶ γὰρ ἀνάγκη μὲν τὸ καταληψόμενον πρὸ τοῦ καταλαβεῖν εἰς τὸ πέρας ἐλθεῖν πρῶτον, ὅθεν ἐξώρμησε τὸ φεῦγον. ἐν ᾧ δὲ τὸ διῶκον ἐπὶ τοῦτο παραγίνεται, ἐν τούτῳ τὸ φεῦγον πρόεισί τι διάστημα, εἰ καὶ ἔλαττον οὗ προῆλθεν τὸ διῶκον τῷ βραδύτερον εἶναι· ἀλλ’ οὖν πρόεισιν· οὐ γὰρ δὴ ἠρεμεῖ. καὶ ἐν ᾧ πάλιν χρόνῳ τοῦτο δίεισι τὸ διῶκον ὃ προῆλθε τὸ φεῦγον, ἐν τούτῳ πάλιν τῷ χρόνῳ δίεισί τι τὸ φεῦγον τοσούτῳ ἔλαττον οὗ πρότερον ἐκινήθη, ὅσῳ βραδύτερόν ἐστιν αὐτὸ τοῦ διώκοντος. καὶ οὕτως ἐν παντὶ χρόνῳ ἐν ᾧ τὸ διῶκον δίεισιν, ὃ προελήλυθε τὸ φεῦγον βραδύτερον ὄν, ἐν τούτῳ πρόεισί τι καὶ τὸ φεῦγον· κἂν γὰρ ἀεὶ ἔλαττον, ἀλλ’ οὖν δίεισί τι καὶ αὐτὸ κινούμενον ὅλως. τῷ δὲ ἐπ’ ἄπειρον ἔλαττον ἄλλο ἄλλου διάστημα λαμβάνειν διὰ τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν, οὐ μόνον Ἕκτωρ ὑπὸ τοῦ Ἀχιλλέως οὐ καταληφθήσεται, ἀλλ’ οὐδὲ ἡ χελώνη. ὑποκείσθω γὰρ στάδιον εἶναι τὸ ὑποκείμενον καὶ προάγειν τὴν χελώνην τὸ ἥμισυ τοῦ σταδίου καὶ δεκαπλάσιον ἐν τῷ αὐτῷ χρόνῳ τῆς χελώνης κινεῖσθαι τὸν Ἀχιλλέα. ἀρξαμένου δὴ τοῦ Ἀχιλλέως ἀπὸ τῆς ἀρχῆς τοῦ σταδίου τὴν χελώνην διώκειν, ἐν ὅσῳ πρόεισι τὸ ἡμιστάδιον, ὡς ἐλθεῖν εἰς τὸ ἥμισυ ὅθεν ἡ χελώνη ἐξώρμησε, καὶ ἡ χελώνη ἔσται τὸ δέκατον διερχομένη τοῦ ὑπολειπομένου ἡμισταδίου. πάλιν δὲ ἐν ὅσῳ ὁ Ἀχιλλεὺς τὸ δέκατον τούτου τοῦ ἡμισταδίου δίεισι, τοῦ δεκάτου τοῦ ἡμισταδίου δέκατον ἡ χελώνη διέρχεται, καὶ εἰ ἐπὶ πᾶν τὸ λαμβανόμενον δέκατόν τινος διαστήματος καὶ αὐτὸ δέκατον ἔχει, ἀεί τε ἡ χελώνη ἔσται προάγουσά τι τὸν Ἀχιλλέα καὶ οὐδέποτε οὐδέτερον αὐτῶν τὸ στάδιον διέξεισιν. Ὁ μὲν οὖν λόγος καὶ οὗτος τοιοῦτος. τὸν αὐτὸν δέ φησιν αὐτὸν εἶναι τῷ πρὸ αὐτοῦ, διότι ἤρτηται καὶ τούτου ἡ πιθανότης ἐκ τῆς τοῦ μεγέθους ἐπ’ ἄπειρον διαιρέσεως. διαφέρειν δὲ ἐκείνου δοκεῖ τῷ μὴ κατὰ διχοτομίαν καὶ εἰς ἥμισυ διαιρεῖν ἀεί, ἀλλὰ κατ’ ἄλλον τινὰ λόγον, καθ’ ὃν ἡ τοῦ ταχίστου κίνησις ὑπερέχει τὴν τοῦ βραδυτάτου, εἴτε δεκαπλάσιος εἴτε ἄλλος τις ὁ λόγος εἴη. προστετραγῴδηται δὲ τούτῳ τῷ λόγῳ τὸ ὅτι οὐδὲ τὸ τάχιστον καταλήψεται τὸ βραδύτατον διῶκον, καὶ ὁ Ἀχιλλεὺς καὶ ἡ χελώνη2 ὡς ἐν τραγῳδίᾳ ἢ κωμῳδίᾳ παραγόμενα πρόσωπα. ἡ δὲ λύσις καὶ ἐνταῦθα ἡ αὐτὴ ἀπὸ τοῦ διορισμοῦ τῆς ἐπ’ ἄπειρον διαιρέσεως· οὐ γὰρ ἐνεργείᾳ τὰ ἄπειρα ἐπὶ τοῦ συνεχοῦς καὶ τῆς συνεχοῦς ἐπ’ αὐτοῦ κινήσεως. οὐ γὰρ ἔτι συνεχῆ μένει διαιρούμενα· καθὸ γὰρ διαιρεῖται αὐτό τε ἵσταται καὶ οὐ τηρεῖ συνεχὲς τὸ μέγεθος. τὸ δὲ βραδύτερον, ὅτε μὲν προέχει, οὐ καταλαμβάνεται, καταλαμβάνεται δ’ ὅμως. εἰ γὰρ δίδωσιν ὁ λόγος διεξιέναι τὴν πεπερασμένην ὥσπερ τὸ ἡμιστάδιον καὶ τὸ δέκατον τοῦ ἡμισταδίου, δῆλον ὅτι καὶ ὅλον τὸ στάδιον διελεύσεται, καὶ θᾶττον τοῦ βραδυτέρου κινουμένου ἐν τῷ αὐτῷ χρόνῳ, καὶ ὅπερ τὸ βραδύτερον διεξῆλθεν, ἐπιλήψεται· καὶ οὕτως καταλήψεται αὐτό. ὃ γὰρ ἐν ταῖς δέκα ὥραις κινεῖται τὸ βραδύτερον, ἐν μιᾷ ὥρᾳ διελθὸν τὸ ταχύτερον, εἰς τὸ αὐτὸ καταντήσει τῷ βραδυτέρῳ. ἡ δὲ ἀπορία καὶ ἐνταῦθα γέγονε παρὰ τὸ ἐνεργείᾳ τὰ ἄπειρα λαβεῖν, ὅπερ οὐκ ἔστιν ἀληθὲς καὶ μάλιστα συνεχῶν φυλαττομένων τοῦ τε μεγέθους καὶ τῆς κινήσεως. κἂν γὰρ ἀνάγκη κινεῖσθαί τι πρῶτον μέρος τὸ κινούμενον3 καὶ οὕτω τὸ ὅλον, ἀλλ’ οὐχ ὡρισμένον ἀνάγκη εἶναι τοῦτο. μᾶλλον δὲ ἀνάγκη μὴ εἶναι ὡρισμένον, ἵνα μὴ διαιρῆται τὸ συνεχές.

“第二个是被称为阿喀琉斯的论证……直到这便是两个论证为止。” 这一论证同样是依据向无限的分割,按照另一种构想而提出的。它大概是这样的:如果存在运动,最慢者将绝不可能被最快者追上;然而这是不可能的;因此不存在运动。假言前提是显而易见的,而他所论证的是那条断言最慢者不可能被最快者追上的小前提。在此,他把乌龟当作最慢者——寓言在乌龟与马的竞赛中也因其天生迟缓而将其引入;把阿喀琉斯当作最快者——他被认为极其敏捷,以至于在荷马史诗中“捷足的”似乎成了他的专属称呼,因为他双足的迅捷足以服务于他自己以及他的同盟者。因此,这一论证因其中引入的阿喀琉斯而被命名为“阿喀琉斯”,论证声称他追赶乌龟时不可能追上它。因为追赶者在追上之前,确实必须首先到达逃跑者出发的界限。但在追赶者到达此处的这段时间里,逃跑者将向前行进某段距离,即便由于它更慢而比追赶者所前进的距离要小;但无论如何它在前行,因为它绝不是静止的。而在追赶者再次通过逃跑者所前进的这段距离的时间里,逃跑者在这段时间里又会行进某段距离,比它此前所运动的距离要小,其小恰如它比追赶者更慢那样。如此一来,在追赶者通过更慢的逃跑者此前行进的距离的每一个时间里,逃跑者在这段时间里也会向前行进某段距离;因为即使总是更小,但只要它自身整体上在运动,它就无论如何会通过某段距离。并且,通过因大小向无限的分割而无限地取一段比另一段更小的距离,不仅赫克托耳不会被阿喀琉斯追上,连乌龟也不会被追上。假定所设定的距离为一个赛程,乌龟领先半个赛程,阿喀琉斯在相同的时间内运动的距离是乌龟的十倍。当阿喀琉斯从赛程的起点开始追赶乌龟时,在他前行半个赛程以到达乌龟出发的半程处的时间里,乌龟也已经通过了剩下那半个赛程的十分之一。而当阿喀琉斯再次通过这半个赛程的十分之一时,乌龟又通过了半个赛程的十分之一的十分之一;如果对所取的任何距离的十分之一来说它自身都还有十分之一,乌龟就将永远对阿喀琉斯保持某种领先,并且他们二者都绝不会跑完整个赛程。 这个论证也是如此。但他[亚里士多德]说它与前面的论证是相同的,因为这个论证的说服力同样依赖于大小向无限的分割。但它与前者的不同似乎在于:它不是按照二分法始终分割为一半,而是按照某种其他的比例——根据这一比例,最快者的运动超过最慢者的运动,无论这比例是十倍还是其他某种比例。在这个论证中被戏剧性地添加进来的,是最快者在追赶时也绝不会追上最慢者这一说法,以及如同在悲剧或喜剧中登台的角色那样的阿喀琉斯和乌龟。然而这里的化解也是相同的,依据向无限分割的规定:因为在连续体以及在其上的连续运动中,无限者并不是现实地存在的。因为被分割之后它们就不再保持为连续的;只要它被分割,它自身就会停止,不再保持大小的连续性。更慢者在其领先之时固然未被追上,但它终究会被追上。因为如果论证承认能够通过诸如半个赛程以及半个赛程的十分之一这样的有限距离,显而易见它也能通过整个赛程,并且比在相同时间内运动的更慢者更快,也会追上更慢者所通过的距离;这样它便会追上它。因为更慢者在十小时内所运动的距离,更快者在一小时内通过,就会到达与更慢者相同的地点。这里的疑难同样产生于把无限者当作现实的来接受,而这并不是真实的,尤其是在大小和运动都被保持为连续的时候。因为即使运动之物必然首先运动某个第一部分并进而运动全体,这部分也并不必然是确定的。相反,为了使连续体不被分割,它必然是不确定的。

语法注3 条
  1. 6.56τὴν δὲ πρόσληψιν κατασκευάζει τὴν λέγουσαν

    逻辑学术语 πρόσληψις(“小前提”或“假言推理中的附加前件”)由后置的定语分词短语 τὴν λέγουσαν 修饰。它与前句的条件命题(συνημμένον,大前提)相对立,表明在假言三段论中建立并论证(κατασκευάζει)小前提的结构。

  2. 6.56προστετραγῴδηται δὲ τούτῳ τῷ λόγῳ τὸ ὅτι οὐδὲ τὸ τάχιστον καταλήψεται τὸ βραδύτατον διῶκον, καὶ ὁ Ἀχιλλεὺς καὶ ἡ χελώνη

    完成时被动态第三人称单数动词 προστετραγῴδηται 带有并列主语,由名词性从句 τὸ ὅτι... 以及两个主格名词短语(ὁ Ἀχιλλεὺς καὶ ἡ χελώνη)共同构成。命题内容(追赶者追不上)与登场角色(阿喀琉斯与乌龟)作为并列主语被戏剧性地增添到该论证中。

  3. 6.56κἂν γὰρ ἀνάγκη κινεῖσθαί τι πρῶτον μέρος τὸ κινούμενον

    κἂν(即 καὶ ἐάν)引导让步从句,与后文的 ἀλλά 相呼应,ἀνάγκη 之后省略了系词 ἐστί。在依赖于 ἀνάγκη 的带不定词结构中,τὸ κινούμενον 是 κινεῖσθαι 的逻辑主语(主格性宾格),τι πρῶτον μέρος 则充当表示运动范围的内包宾格(同源宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1013.29-1015.26