- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1012.20-1013.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘介绍了亚里士多德提及的芝诺反对运动的四个论证,阐明了第一个论证(二分法,基于无限分割可能性与有限时间内不可通过无限)的推论结构,并说明了亚里士多德依据潜在无限与现实无限的区分以及时间的平行可分性所作的化解。
" Τέτταρες δέ εἰσιν οἱ λόγοι περὶ κινήσεως ἕως τοῦ περὶ οὗ διείλομεν ἐν τοῖς προτέροις λόγοις." Τέτταρας εἶναί φησι τοὺς περὶ κινήσεως τοῦ Ζήνωνος λόγους, δι’ ὧν γυμνάζων τοὺς ἀκροωμένους ἀναιρεῖν ἐδόκει τὸ ἐναργέστατον ἐν τοῖς οὖσι, τὴν κίνησιν. ὥστε καὶ Διογένη τὸν κύνα τῶν ἀποριῶν ποτε τούτων ἀκούσαντα μηδὲν μὲν εἰπεῖν πρὸς αὐτάς, ἀναστάντα δὲ βαδίσαι1 καὶ διὰ τῆς ἐναργείας αὐτῆς λῦσαι τὰ ἐν τοῖς λόγοις σοφίσματα. τέτταρας δὲ εἶναί φησι λόγους τοὺς δυσκολίας παρέχοντας τοῖς λύειν ἐπιχειροῦσιν, ἢ ὅτι τέτταρες ἦσαν πάντες οἱ περὶ κινήσεως λόγοι δυσαντίβλεπτοι πάντες τυγχάνοντες, ἢ ὅτι πλειόνων ὄντων τέτταρες ἦσαν οἱ πραγματειωδέστεροι. ἔπρεπε δὲ τῷ περὶ κινήσεως πραγματευομένῳ λύειν τοὺς ἀναιρεῖν αὐτὴν ἐπιχειροῦντας λόγους, καὶ μάλιστα τοὺς ἐκ τῶν φυσικῶν ἀρχῶν ἐπιχειρηθέντας, οἷοι καὶ οἱ Ζήνωνος ἦσαν λόγοι τῇ ἐπ’ ἄπειρον τομῇ τῶν μεγεθῶν ἀποχρώμενοι καὶ τῷ κινεῖσθαι πᾶν ἢ ἠρεμεῖν καὶ ὅσα τοιαῦτα. Τῶν δὲ τεττάρων λόγων ἀδύνατά τινα ἕπεσθαι δεικνύντων τῷ εἶναι κίνησιν ὁ πρῶτος τοιοῦτός ἐστιν· εἰ ἔστι κίνησις ἀνάγκη τὸ κινούμενον ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα διεξιέναι· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα ἔστιν κίνησις. ἐδείκνυ δὲ τὸ συνημμένον ἐκ τοῦ τὸ κινούμενον διάστημά τι κινεῖσθαι·2 παντὸς δὲ διαστήματος ἐπ’ ἄπειρον ὄντος διαιρετοῦ τὸ κινούμενον ἀνάγκη τὸ ἥμισυ πρῶτον διελθεῖν οὗ κινεῖται διαστήματος καὶ τότε τὸ ὅλον· ἀλλὰ καὶ πρὸ τοῦ ἡμίσεος ὅλου τὸ ἐκείνου ἥμισυ, καὶ τούτου πάλιν τὸ ἥμισυ· εἰ οὖν ἄπειρα τὰ ἡμίση διὰ τὸ παντὸς τοῦ ληφθέντος δυνατὸν εἶναι τὸ ἥμισυ λαβεῖν, τὰ δὲ ἄπειρα ἀδύνατον ἐν πεπερασμένῳ διελθεῖν χρόνῳ· τοῦτο δὲ ὡς ἐναργὲς ἐλάμβανεν ὁ Ζήνων (τούτου δὲ τοῦ λόγου πρότερον ἀπεμνημόνευσεν ὁ Ἀριστοτέλης λέγων ἀδύνατον εἶναι ἐν πεπερασμένῳ τὰ ἄπειρα διεξελθεῖν καὶ τῶν ἀπείρων ἅψασθαι)· ἀλλὰ μὴν πᾶν μέγεθος ἀπείρους διαιρέσεις ἔχει· ἀδύνατον ἄρα ἐν πεπερασμένῳ χρόνῳ μέγεθός τι διελθεῖν. ἔλυσε δὲ αὐτὸν εἰπὼν μὴ εἶναι ἐνεργείᾳ τὰ ἄπειρα ἐν τῷ διαστήματι, ἀλλὰ δυνάμει, καὶ ὅτι τὰ μὲν ἐνεργείᾳ ἡμίση ἢ ἄπειρα οὐδὲν οἷόν τε διεξελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, τὰ δὲ δυνάμει οὐδὲν κωλύει· οὐδὲ γὰρ τὸ κινούμενον διαιροῦν εἰς ἄπειρα ἡμίση τὸ διάστημα δίεισιν, ἀλλ’ ὡς ἓν καὶ συνεχές. διὸ οὐ κωλύεται διεξιέναι τὰ οὕτως ἄπειρα· εἰ γὰρ διέλοι εἰς τὰ ἡμίση, οὐκέτι ὡς ἐπὶ ἑνὸς καὶ συνεχοῦς κινηθήσεται, οὐδὲ ἡ κίνησις συνεχὴς ἔσται. οὕτω μὲν οὖν κατὰ τὸν τοῦ ἀπείρου διορισμὸν ἔλυσε τὸν λόγον. ἔτι δὲ καὶ ἐκ τοῦ ὁμοίαν εἶναι τὴν ἀπορίαν ἔν τε τῷ χρόνῳ καὶ ἐν τῷ διαστήματι. ὥστε οὐκ ἐν πεπερασμένῳ χρόνῳ τὸ ἄπειρον, ἀλλ’ ἐν ὁμοίως ἀπείρῳ δίεισι· καὶ γὰρ καὶ ὁ χρόνος ἐπ’ ἄπειρον διαιρετός. ἀλλὰ δυνάμει καὶ οὐκ ἐνεργείᾳ τὸ ἄπειρον. τὰ οὖν δυνάμει ἄπειρα τοῦ μεγέθους ἐν τοῖς δυνάμει ἀπείροις τοῦ χρόνου δίεισιν.
“关于运动的论证有四个……直到我们在前面的论述中已加以区分的关于那件事为止。” 他说,芝诺关于运动的论证有四个,通过这些论证,他在锻炼听众的同时,似乎取消了存在物中最显明之物,即运动。以致连犬儒派的第欧根尼有一次听到这些疑难时,对它们未发一言,而是站起身来行走,借由显明的事实本身化解了言辞中的诡辩。而他说给那些试图化解它们的人带来困难的论证有四个,或者是因为关于运动的论证总共就四个,且全都难以应对,或者是因为论证虽多,但更具分量的有四个。对于探讨运动的人来说,化解那些试图取消运动的论证是恰当的,尤其是那些从自然学原理出发进行尝试的论证,芝诺的论证正是如此,利用了大小的无限分割,以及凡物要么运动要么静止,诸如此类的前提。而在表明有某些不可能之事随运动的存在而出现的四个论证中,第一个是这样的:如果存在运动,运动之物就必须在有限时间内通过无限之物;但这是不可能的;因此不存在运动。而他是从运动之物运动经过某个间隔来证明这一假言命题的;由于一切间隔都可无限分割,运动之物必须首先通过它所运动的间隔的一半,然后才能通过全体;但在全半段之前,还要通过那段的一半,而对于此段又要通过其一半;因此,如果由于凡被取出的都可能取其一半而使得半段是无限的,另一方面在有限时间内又不可能通过无限之物——而芝诺把这一点视为显而易见(亚里士多德此前曾忆及这一论证,说在有限时间内不可能通过无限之物以及触碰无限之物)——然而一切大小确实具有无限的分割;因此在有限时间内不可能通过任何大小。但他化解了这个论证,指出间隔中的无限之物并非现实地存在,而是潜在地存在,而在有限时间内完全不可能通过现实的半段或无限之物,但通过潜在的则毫无阻碍;因为运动之物并不是通过将间隔分割为无限的半段来进行穿越的,而是将其作为单一且连续之物来穿越的。因此并不妨碍它通过如此这般的无限之物;因为如果它将其分割为半段,它就将不再像在单一且连续之物上那样运动,运动也不会是连续的了。这样,他便依据对无限的规定化解了这一论证。此外,他还依据疑难在时间中和在间隔中是相似的这一点进行了化解。因此它并不是在有限时间内通过无限之物,而是在同样无限之物中通过的;因为时间同样可以无限分割。但无限是潜在的而非现实的。因此,它是在时间的潜在无限之中,通过了大小的潜在无限。
- 6.55ὥστε καὶ Διογένη τὸν κύνα τῶν ἀποριῶν ποτε τούτων ἀκούσαντα μηδὲν μὲν εἰπεῖν πρὸς αὐτάς, ἀναστάντα δὲ βαδίσαι
ὥστε 作为表示实际结果的连词,引导带不定式 εἰπεῖν、βαδίσαι 和 λῦσαι 的宾格加不定式结构(主语为宾格 Διογένη τὸν κύνα)。副词性 καί 起强调主语 Διογένη 的作用(“连第欧根尼也”),分词 ἀκούσαντα 与 ἀναστάντα 均为与主语一致的宾格,表先后动作。
- 6.55ἐδείκνυ δὲ τὸ συνημμένον ἐκ τοῦ τὸ κινούμενον διάστημά τι κινεῖσθαι
τὸ συνημμένον 为逻辑学术语,指假言命题(前件与后件的联结,即“如果存在运动,就必须在有限时间内通过无限之物”这一条件命题本身)。介词短语 ἐκ τοῦ 支配定冠词化属格不定式从句(τὸ κινούμενον διάστημά τι κινεῖσθαι),表示证明该假言命题的前提依据(“由于运动之物运动经过某个间隔”)。
