← 辛普里丘

亚里士多德《物理学》注释

§1011.9-1012.19

驳芝诺飞矢不动与否定不可分的现在

辛普利丘重构了芝诺“飞矢不动”悖论的逻辑结构,并解释了亚里士多德如何依据前述定理化解该悖论,驳斥了时间由不可分的“现在”构成以及在“现在”中不运动之物即处于静止这两条错误前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.54

" Ζήνων δὲ παραλογίζεται ἕως τοῦ οὐδὲ ἄλλο μέγεθος οὐδέν." Αἱ τοῦ θεσπεσίου Ζήνωνος τοῦ Ἐλεάτου ἀπορίαι, περὶ οὗ ὁ σιλλογράφος εἶπεν τὸ ἀμφοτερογλώσσοιο μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος, καὶ τῶν θαυμαστῶν τούτων περὶ κινήσεως θεωρημάτων τοῦ Ἀριστοτέλους γεγόνασιν ἡμῖν αἴτιαι· ὡς γὰρ χρήσιμον πρὸς λύσιν τοῦ Ζήνωνος λόγου τὸ προειρημένον ἡμῖν περὶ τῆς κινήσεως παραδέδωκε· διὸ καὶ τῆς ἀπορίας εὐθὺς ἐμνήσθη τῆς Ζήνωνος καὶ τὴν λύσιν αὐτῆς ἀπὸ τοῦ προσεχῶς ῥηθέντος ἐποιήσατο. ὁ δὲ Ζήνωνος λόγος προλαβών, ὅτι πᾶν ὅταν ᾖ κατὰ τὸ ἴσον ἑαυτῷ ἢ κινεῖται ἢ ἠρεμεῖ, καὶ ὅτι οὐδὲν ἐν τῷ νῦν κινεῖται, καὶ ὅτι τὸ φερόμενον ἀεὶ ἐν τῷ ἴσῳ αὑτῷ ἐστι καθ’ ἕκαστον νῦν, ἐῴκει συλλογίζεσθαι οὕτως· τὸ φερόμενον βέλος ἐν παντὶ νῦν κατὰ τὸ ἴσον ἑαυτῷ ἐστιν, ὥστε καὶ ἐν παντὶ τῷ χρόνῳ· τὸ δὲ ἐν τῷ νῦν κατὰ τὸ ἴσον ἑαυτῷ ὂν οὐ κινεῖται, ἐπειδὴ μηδὲν ἐν τῷ νῦν κινεῖται· τὸ δὲ μὴ κινούμενον ἠρεμεῖ, ἐπειδὴ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ· τὸ ἄρα φερόμενον βέλος, ἕως φέρεται, ἠρεμεῖ κατὰ πάντα τὸν τῆς φορᾶς χρόνον. οὗ τί ἂν εἴη παραδοξότερον; εἰπὼν δὲ ὅτι ἅπαν ἢ ἠρεμεῖ ἢ κινεῖται, ὅταν ᾖ κατὰ τὸ ἴσον, ἐπήγαγεν ἔστι δὲ ἀεὶ τὸ φερόμενον ἐν τῷ νῦν. ὅτι δὲ κατὰ τὸ ἴσον ἐστὶ τὸ φερόμενον ἐν τῷ νῦν, δῆλον. τὴν δὲ λύσιν αὐτὸς ἐπήγαγε πρὸς τὸ ‘ἔστιν ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον ἑαυτῷ’ ἐνιστάμενος. οὐ γὰρ εἰ ἐν παντὶ χρόνῳ ἐστὶ νῦν, ἐν δὲ τῷ νῦν ἐστι κατὰ τὸ ἴσον ἑαυτῷ, ἤδη καὶ ἐν χρόνῳ ἐστὶ καὶ ἀεί,1 διότι μὴ μόριον χρόνου τὸ νῦν ἐστιν, ἀλλὰ πέρας, ἐν ᾧ δέδεικται τὸ κινούμενον ἐν τῷ ἴσῳ ἑαυτῷ ὄν, ἐν τῷ πρὸ τούτου θεωρήματι. εἰ οὖν ὁ χρόνος μὴ σύγκειται ἐκ τῶν νῦν τῶν ἀδιαιρέτων (τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ καὶ χρόνον τινὰ ὡς ἐνεστῶτα νῦν καλοῦμεν), οὐδὲ τὸ φερόμενον βέλος τὸν χρόνον, ὃν φέρεται, ἐν τῷ ἴσῳ ἑαυτῷ ἐστιν· ὥστε οὐδὲ ἠρεμεῖ ἐν ἐκείνῳ τῷ χρόνῳ. καὶ ἐκεῖνο δὲ οὐκ ἀληθῶς εἴληπται, ὅτι πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ· ἐδείχθη γάρ, ὅτι ἐν τῷ νῦν οὔτε κινεῖταί τι οὔτε ἠρεμεῖ· οὐ γὰρ εἴ τι μὴ κινεῖται, τοῦτο ἠρεμεῖν ἀνάγκη. ὥστε ἐκ τοῦ προλεχθέντος θεωρήματος τοῦ δεικνύντος, ὅτι οὐκ ἔσται χρόνον οὐδένα κατά τι τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ πέρας τοῦ χρόνου, ἔλυσεν τὸ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον ἑαυτῷ εἶναι· οὐ γὰρ ἀεί, ἀλλ’ ἐν τῷ νῦν, ὅτε συμβαίνει αὐτῷ μήτε κινεῖσθαι μήτε ἠρεμεῖν. τὸ δὲ νῦν τοῦτο, ἐν ᾧ τὸ ἴσον ἑαυτῷ κατέχει τὸ κινούμενον, ὡς δυνάμει μόνον ὑπάρχον ἐννοεῖν χρὴ ὥσπερ τὴν ἐν τῇ γραμμῇ στιγμήν· εἰ γὰρ ἐνεργείᾳ ληφθείη πανταχοῦ τοῦ χρόνου, εἰς τὰ ἀμερῆ ἂν διαιροῖτο ὁ χρόνος καὶ ἐκ τούτων συντιθοῖτο. καὶ ἔσται ἐνεργείᾳ τὰ ἄπειρα. ὁ δὲ Ζήνωνος λόγος ὡς ἐκ τῶν νῦν συγκειμένου τοῦ χρόνου τὴν ἀπορίαν ἐκίνησεν, ὡς εἴγε τοῦτο μὴ δοθείη αὐτῷ, οὐκ ἔστιν ἀληθές,2 ὅτι ἔστιν ἀεὶ ἐν τῷ ἴσῳ τὸ φερόμενον.

“但是芝诺在作谬误推理……直到也没有任何其他大小[由不可分物构成]。” 神圣的爱利亚的芝诺的那些疑难——讽刺诗人曾谈及他说:“双舌芝诺那难以折服的巨大力量” ——也成了亚里士多德关于运动的这些令人惊叹的定理对我们产生的原因。因为他把前述关于运动的论述作为有助于化解芝诺论证的东西传授给我们;因此他也立刻提及芝诺的疑难,并从紧接在前面的论述出发对它进行化解。而芝诺的论证预先假定了:凡物每当处于与其自身相等者时,要么运动要么静止;而且没有任何事物在“现在”中运动;运移之物在每个“现在”中始终处于与其自身相等者中。它似乎正是这样进行推论的:运移着的箭在每一个“现在”中都处于与其自身相等者中,从而在全部时间内亦然;而在“现在”中处于与其自身相等者中的事物并不运动,因为没有任何事物在“现在”中运动;而不运动的事物处于静止,因为一切事物要么运动要么静止;因此运移着的箭只要在被运移,在它运移的全部时间内就处于静止。还有什么能比这更反常的呢?在说了一切事物每当处于与其自身相等者时要么静止要么运动之后,他又接着说:“运移之物始终在‘现在’中。”而运移之物在“现在”中处于与其自身相等者中,则是显而易见的。他自己通过反对“运移之物始终处于与其自身相等者中”这一命题而得出了化解。因为并非由于在全部时间内都有“现在”,而在“现在”中它处于与其自身相等者中,它就已经在时间内且始终如此了,这是因为“现在”不是时间的部分,而是界限,在此前的定理中已证明运动之物在其中处于与其自身相等者中。因此,如果时间不是由那些不可分的“现在”构成的(他加上这一点,是因为我们也把某种作为现在的时段称为“现在”),运移着的箭在它被运移的时间内也就不处于与其自身相等者中;以致它在那段时间内也不处于静止。并且那个前提也并未被真实地采纳,即一切事物要么运动要么静止;因为已被证明在“现在”中没有任何事物运动或静止;因为并非如果某物不运动,此物就必然静止。因此,根据前面所述证明了运动之物在任何时间内都不处于某物中、而是处于时间的界限中的这一定理,他化解了运移之物始终处于与其自身相等者中这一主张;因为并非始终如此,而是在“现在”中,此时它恰好既不运动也不静止。而运动之物占据与其自身相等者的这个“现在”,应当被设想为仅仅潜在地存在,正如线上的点一样;因为如果在时间的到处都被作为现实来采纳,时间就会被分割为无部分之物并由它们组合而成。而且无限之物就将作为现实而存在。但是芝诺的论证是在时间由“现在”构成的前提下提出这一疑难的,因此若不把这一点准让给他,运移之物始终处于与其自身相等者中就不是真实的。

语法注2 条
  1. 6.54οὐ γὰρ εἰ ἐν παντὶ χρόνῳ ἐστὶ νῦν, ἐν δὲ τῷ νῦν ἐστι κατὰ τὸ ἴσον ἑαυτῷ, ἤδη καὶ ἐν χρόνῳ ἐστὶ καὶ ἀεί

    此句属于 οὐ... εἰ... ἤδη καί 句式,意为“并不因为[条件从句],就因此必然导致[主句结论]”,用以否定从前提必然推导出结论。在 εἰ 引导的条件句内部,并列了两个命题(全部时间内皆有“现在”,以及在“现在”中处于与自身相等者中)。

  2. 6.54ὡς εἴγε τοῦτο μὴ δοθείη αὐτῷ, οὐκ ἔστιν ἀληθές

    此处的 ὡς 作为表结果(相当于 ὥστε,“因此、以致”)或表原因的连词,引导后面的整个复合句。εἴγε 连同希求法 δοθείη 引导一个限定性假定从句(“倘若至少这一点不准让给他的话”),而归结从句则采用直说语气(οὐκ ἔστιν ἀληθές)陈述客观必然的断定,构成混合条件句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1011.9-1012.19