← 辛普里丘

亚里士多德《物理学》注释

§1009.19-1011.8

运动之物不可处于等大处所

辛普里丘注疏亚里士多德《物理学》第6卷第8章(239a23),解释了关于运动的一个悖论性定理:在最初时间整体中运动之物,在此时间内绝不可能停留在间距的某个部分或占据与自身相等的处所,否则就会导致静止。他进而阐明,占有相等处所仅发生于没有时间跨度的“现在”(时间的界限)之中,并指出了该论证对消解芝诺悖论的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.53

" Ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται ἕως τοῦ συμβαίνει γὰρ τὸ φερόμενον ἠρεμεῖν." Τὰ παράδοξα τῶν περὶ κινήσεως θεωρημάτων, ἅπερ οὐκ ἄν τις οὐδὲ ἐννοήσειε ῥᾳδίως οὐδὲ πιστεύσειε, ταῦτα μετὰ ἀποδείξεων ἐν τούτοις παραδίδωσιν ὁ Ἀριστοτέλης. καὶ ἦν μὲν καὶ ἐκεῖνα θαυμαστὰ τὰ προσεχῶς ἀποδεδειγμένα, ὅτι οὐκ ἔστιν ἀρχὴν λαβεῖν οὔτε κινήσεως οὔτε ἠρεμίας· δῆλον δὲ ὅτι οὐδὲ τέλος διὰ τὴν αὐτὴν αἰτίαν. ἔτι δὲ μᾶλλον ἀπεμφαίνει τὸ νῦν δεικνύμενον, ὅπερ καὶ διὰ τὸ λῦσαι τὸν Ζήνωνος περὶ κινήσεως λόγον ἔοικεν ἐν τούτοις παραδιδόναι. ἐπειδὴ γάρ, φησίν, ἐν χρόνῳ κινεῖται τὸ κινούμενον, ἐν ᾧ χρόνῳ κινεῖταί τι καθ’ αὑτό, τουτέστιν ἐν ᾧ ὅλῳ, καὶ μὴ τῷ ἔν τινι τῶν ἐκείνου κινεῖσθαι, ὅπερ ἐν πρώτῳ πρόσθεν ἐλέγετο1 (ταὐτὸν γὰρ αὐτῷ ἐπὶ τοῦ χρόνου ταῦτα σημαίνει τὸ ἐν πρώτῳ καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ μὴ τῷ ἐν ἐκείνου τινί), ἀδύνατον ἐν τούτῳ τῷ χρόνῳ κατά τι εἶναι τοῦ διαστήματος, ἐν ᾧ κινεῖται, ὥστε καὶ αὐτὸ τὸ κινούμενον καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ ἐν τῷ αὐτῷ εἶναι καὶ ἴσῳ ἑαυτοῖς διαστήματι. δείκνυσι δὲ αὐτὸ οὕτως· εἰ τὸ κινούμενον ἐν χρόνῳ τινὶ πρώτῳ ἔστιν ἔν τινι τῷ αὐτῷ καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ, ἐπειδὴ πᾶς χρόνος διαιρεῖται εἰς πρότερον καὶ ὕστερον χρόνον, ἔσται ἔν τινι τῷ αὐτῷ νῦν καὶ πρότερον καὶ αὐτὸ καὶ τὰ μέρη· τὸ δὲ ἐν τῷ αὐτῷ χρόνον τινὰ ὂν καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ ἠρεμεῖ· τὸ ἄρα κινούμενον ἐν χρόνῳ τινὶ πρώτῳ, ἐὰν ᾖ ἔν τινι τῷ αὐτῷ καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ, ἠρεμεῖ· ἀλλὰ μὴν ἀδύνατον, ὅτε κινεῖταί τι, τότε ἠρεμεῖν αὐτό· οὐκ ἄρα τὸ ἐν πρώτῳ χρόνῳ κινούμενον ἔστιν ἔν τινι τῷ αὐτῷ καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ. ὅτι δὲ τοῦτό ἐστι τὸ ἠρεμεῖν, ἔδειξε διὰ τοῦ οὕτω γὰρ λέγομεν ἠρεμεῖν, ὅταν ἐν ἄλλῳ καὶ ἄλλῳ τῶν νῦν ἀληθὲς ᾖ εἰπεῖν, ὅτι ἐν τῷ αὐτῷ καὶ αὐτὸ καὶ τὰ μέρη. δέδεικται οὖν τὸ προκείμενον, ὅτι οὐκ ἐνδέχεται τὸ μεταβάλλον κατὰ τὸν πρῶτον χρόνον εἶναι κατά τι, καθ’ ὃ μεταβάλλει αὐτὸ καὶ τὰ μέρη αὐτοῦ. τοῦτο γὰρ σημαίνει τὸ ὅλον. αἴτιον δέ, ὅτι πᾶς χρόνος διαιρετός ἐστιν, ὥστε ἐν ἄλλῳ καὶ ἄλλῳ αὐτοῦ μέρει προτέρῳ καὶ ὑστέρῳ ἀληθὲς ἔσται εἰπεῖν, ὅτι ἐν τῷ αὐτῷ ἐστι καὶ τὸ ὅλον καὶ τὰ μέρη. τοῦτο δὲ ἦν τὸ ἠρεμεῖν, ἀλλ’ οὐχὶ κινεῖσθαι. ὥστε οὐκ ἂν ἐν πρώτῳ χρόνῳ μεταβάλλον τι ἔσται κατά τι αὐτὸ καὶ τὰ μέρη. ἀλλ’ “εἰ ἐν μηδενὶ χρόνῳ τὸ κινούμενόν ἐστι κατά τι τοῦ διαστήματος ἐφ’ οὗ κινεῖται, μηδὲ τὸν ἴσον αὑτῷ κατέχει τόπον, πῶς διανύει τὸ ὅλον ἐν τούτῳ τῷ χρόνῳ διάστημα καὶ διέξεισιν αὐτό; ἢ ὅτι ἐν τῷ νῦν ἐστι κατά τι τοῦ διαστήματος· τοῦτο δὲ πέρας τοῦ χρόνου.” ὥστε εἰ ἐν χρόνῳ λέγεται, οὐ πρώτῳ οὐδὲ καθ’ αὑτό, ἀλλὰ καθ’ ὅσον ἔν τινι τοῦ χρόνου οὐ μορίῳ, ἀλλὰ πέρατι. διὸ καὶ αὐτὸς ἀρχόμενος τοῦ λόγου εἶπεν μὴ τῷ ἐν ἐκείνου τινὶ εἰς τὸ πέρας αὐτοῦ τὸ νῦν ἀφορῶν. ἐν τῷ νῦν δὲ μόνῳ κατέχει τὸν ἴσον ἑαυτῷ τόπον, ἐν ᾧ δύναται καὶ ἠρεμῆσαι. οὐ μέντοι ἠρεμεῖ ἐν αὐτῷ τότε. πᾶν γὰρ τὸ ἠρεμοῦν ἐν χρόνῳ ἠρεμεῖ, οὐκ ἐν τῷ νῦν, ὥσπερ καὶ κινεῖται ἐν χρόνῳ· ἐν ᾧ γὰρ κινεῖται, ἐν τούτῳ καὶ ἠρεμεῖ. διὸ μὴ κινεῖσθαι μέν τι φάναι ἐν τῷ νῦν δυνατὸν ἀληθεύοντα, ἠρεμεῖν δὲ οὐχ οἷόν τε ἐν τῷ νῦν. τὸ δὲ ἐν χρόνῳ δὲ οὐκ ἐνδέχεται εἶναι κατὰ τὸ ἠρεμοῦν περὶ τοῦ κινουμένου εἴρηται.2 διότι τὸ κινούμενον ἔστι μὲν κατὰ τὸ ἴσον αὑτῷ, ἐν ᾧ καὶ ἠρεμοῦν εἶναι δύναται· ἐν γὰρ τῷ ἴσῳ αὑτῷ ἠρεμεῖ. οὐ μὴν ἐν χρόνῳ ἐστὶν ἐν τῷ ἴσῳ αὑτῷ τὸ κινούμενον, ἀλλ’ ἐν τῷ νῦν. εἰ γὰρ ἐν χρόνῳ, εἴη ἂν ἠρεμοῦν· τὸ γὰρ ἐν χρόνῳ τινὶ αὐτὸ καὶ τὰ μέρη ἔν τινι ὂν ἠρεμοῦν ἐδείχθη· ἔσται οὖν τὸ αὐτὸ ἠρεμοῦν τε καὶ κινούμενον.

“既然凡运动之物皆在时间内运动……直到因为结果是运移之物处于静止。” 关于运动的那些悖论性的定理,即人们既不易想到也不易相信的事情,亚里士多德在这些章节中伴随着论证加以传授。紧接在前面被证明的事项——即不可能获取运动或静止的起点(而且显而易见,由于相同的原因也不可能获取终点)——固然也是令人惊异的,而现在所证明的事项则显得更加反常,他在这些章节中传授此事,似乎也是为了化解芝诺关于运动的论证。因为他说,既然运动之物在时间内运动,在某物依自身运动的时间内,即在某物整个运动而不是凭借在其某个部分内运动的时间内,此即先前所说的“在最初[时间]内”(因为就时间而言,对他来说“在最初时间内”、“依自身”以及“不凭借在其某个部分内”指称同一件事),在此时间内,它不可能处于它在其中运动的间距的某个[部分]中,从而使运动之物自身及其每个部分都处于同一且与它们自身相等的间距中。他是这样来证明此事的:如果运动之物在某个最初时间内处于某个同一事物中,既自身如此其部分也如此,既然一切时间都分割为较先的时间和较后的时间,那么无论其自身还是其部分在“现在”和“先前”都将处于某个同一事物中;而在一段时间内既自身如此其部分也如此处于同一事物中的东西,是处于静止的;因此在某个最初时间内运动之物,如果自身及其部分皆处于某个同一事物中,就处于静止;然而当某物在运动时,在当时处于静止是绝不可能的;因此在最初时间内运动之物并非自身及其部分皆处于某个同一事物中。而这就是静止,他通过如下文句表明了这一点:“因为我们正是这样说处于静止的,即当在不同的‘现在’中,说它自身及其部分皆处于同一事物中是真实的时候。”因此,所提出的论题已得证明,即在最初时间内变化之物不可能自身及其部分皆处于它依之变化的某个[部分]中。因为“整个”即指此意。其原因在于,一切时间皆是可分的,以致在它的较先和较后的不同部分中,说整体及其部分皆处于同一事物中都将是真实的。而这就是处于静止,却不是在运动。因此,在最初时间内变化之物绝不可能自身及其部分处于某个[部分]中。但是,“如果运动之物在任何时间内都不处于它依之运动的间距的某个部分中,也不占据与其自身相等的空间,那么它如何在这段时间内走完全部间距并穿过它呢?抑或因为它在‘现在’中处于间距的某个部分中?而这是时间的界限。”因此,即使说它在时间内,也不是在最初时间内或依自身,而是只要它处于时间的某种并非部分而是界限的东西[=‘现在’]中。因此他自己在开始论述时,着眼于其界限“现在”,说“不凭借在其某个部分内”。并且唯有在“现在”中它才占据与其自身相等的处所,在其中它也能静止。然而在当时它并不是在其中静止。因为凡静止之物皆在时间内静止,而不是在“现在”中,正如它也在时间内运动一样;因为凡是它在其中运动者,它也在其中静止。因此,说某物在“现在”中不运动,是说真话之人所能做到的,但要在“现在”中静止却是不可能的。而“但在时间内不可能处于与静止之物相应的状态”这一句,是关于运动之物而言的。因为运动之物固然处于与其自身相等的尺度中,在其中它也能作为静止之物而存在;因为它在与其自身相等者中静止。然而运动之物并不是在时间内处于与其自身相等者中,而是在“现在”中。因为如果在时间内,它就将处于静止;因为在某个时间内自身及其部分皆处于某物中的东西已被证明是静止的;因此同一事物就将既是静止的又是运动的。

语法注2 条
  1. 6.53ἐπειδὴ γάρ, φησίν, ἐν χρόνῳ κινεῖται τὸ κινούμενον, ἐν ᾧ χρόνῳ κινεῖταί τι καθ’ αὑτό, τουτέστιν ἐν ᾧ ὅλῳ, καὶ μὴ τῷ ἔν τινι τῶν ἐκείνου κινεῖσθαι, ὅπερ ἐν πρώτῳ πρόσθεν ἐλέγετο

    该句的主干为 ἐπειδὴ γάρ... ἀδύνατον ἐν τούτῳ τῷ χρόνῳ κατά τι εἶναι...。在 ἐπειδὴ... τὸ κινούμενον 之后,将先行词 χρόνῳ 收入从句内部的关系分句 ἐν ᾧ χρόνῳ κινεῖταί τι καθ’ αὑτό 与主句中的指示词组 ἐν τούτῳ τῷ χρόνῳ 相呼应,其后插入了解释性短语 τουτέστιν ἐν ᾧ ὅλῳ... 及关系分句 ὅπερ...,随后引出主句的谓词 ἀδύνατον。

  2. 6.53τὸ δὲ ἐν χρόνῳ δὲ οὐκ ἐνδέχεται εἶναι κατὰ τὸ ἠρεμοῦν περὶ τοῦ κινουμένου εἴρηται.

    中性单数定冠词 τό 将整句引用语 ἐν χρόνῳ δὲ οὐκ ἐνδέχεται εἶναι κατὰ τὸ ἠρεμοῦν 名词化,作主语并与述语 εἴρηται(“是关于……而言的”)相接。引用句内部的 δὲ 直接保留了亚里士多德原文(239a35)中的连词,因而在此处连续出现了两个 δὲ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1009.19-1011.8