← 辛普里丘

亚里士多德《物理学》注释

§1008.1-1009.18

停步与静止不存在最初时间的论证

辛普利丘阐明了亚里士多德关于停步不存在最初时刻的归谬论证,并进而解释了关于与整个运动相对立的静止本身同样不存在最初静止时刻的论证(239a10)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.51#2

ἔστω γάρ, φησίν, ἐν ᾧ πρώτῳ λέγεται ἵστασθαι τὸ ἐφ’ ᾧ Α Β.1 ὃ πρότερον μὲν εὐθὺς διεῖλεν, νῦν δὲ δείκνυσι πρῶτον, ὅτι διαιρετόν ἐστιν, ἐκ τοῦ μὴ εἶναι ἀμερές. ὅτι δὲ οὐκ ἔστιν ἀμερές, δείκνυσιν ἐκ τοῦ μὴ εἶναι κίνησιν ἐν τῷ ἀμερεῖ, ὥστε οὐδὲ τὸ ἵστασθαι, εἴπερ τὸ ἵστασθαι κινεῖσθαί τί ἐστιν. ὅτι δὲ κίνησις οὐκ ἔστιν ἐν τῷ ἀμερεῖ, διὰ τῶν ἤδη δειχθέντων ὑπέμνησεν. εἰ γὰρ ἀνάγκη τὸ κινούμενον κεκινῆσθαι πρότερον, οὐκ ἐν ἀμερεῖ ἡ κίνησις. οὐ γὰρ δυνατὸν ἐν τῷ αὐτῷ κινεῖσθαί τι καὶ κεκινῆσθαι, τὸ δὲ ἱστάμενον δέδεικται κινούμενον. ἐπεὶ τοίνυν διαιρετόν ἐστιν τὸ ΑΒ, ἐν ᾧ πρώτῳ λέγεται ἵστασθαι τὸ ἱστάμενον, ἐν ὁτῳοῦν αὐτοῦ τῶν μορίων ἵσταται· τοῦτο γὰρ προδέδεικται, ὅτι ἐν ᾧ πρώτῳ ἵστασθαί τι λέγεται, ἐν ὁτῳοῦν τῶν ἐκείνου μορίων ἵστασθαι ἀνάγκη. εἰ οὖν χρόνος ἐστὶν ἐν ᾧ πρώτῳ ἵστασθαι λέγεται, καὶ οὐκ ἄτομόν τι, χρόνος δὲ ἅπας ἐπ’ ἄπειρον διαιρετός, οὐκ ἄρα ἔσται πρῶτον τι αὐτοῦ· οὐδὲ τοῦ ἵστασθαι ἄρα ἔσται τις ἀρχή, ἐν ᾗ πρώτως ἵσταται τὸ ἱστάμενον. ὡς γὰρ ὁ χρόνος ἔχει, ἐν ᾧ τὸ ἵστασθαι, οὕτω καὶ τὸ ἐν αὐτῷ ἵστασθαι. ἀπὸ οὖν τοῦ ἐν ὁτῳοῦν τῶν μορίων τοῦ ἐπ’ ἄπειρον διαιρουμένου ἵστασθαι ἔδειξεν, ὅτι οὐκ ἔστι τι πρῶτον ἐν ᾧ ἵσταται. οὐδὲ γὰρ ἔστι τι πρῶτον τοῦ ἐπ’ ἄπειρον διαιρουμένου, ἀλλ’ εἰ τὸ ἵστασθαι κινεῖσθαί ἐστιν, ἐπὶ δὲ τοῦ κινεῖσθαι δέδεικται ὅτι οὐκ ἔστι τι λαβεῖν, ἐν ᾧ πρώτῳ κινεῖται τὸ κινούμενον, δῆλον ὅτι οὐδὲ τοῦ ἵστασθαι ἔστι τι πρῶτον λαβεῖν. τίς οὖν χρεία τῆς καὶ ἐπὶ τούτου ἀποδείξεως τῷ βραχυλογοῦντι; ἢ πρῶτον μὲν βουλόμενος ἀποδεῖξαι, ὅτι τὸ ἵστασθαι τοῦτο κινεῖσθαί τί ἐστι, κἂν παρὰ τὴν συνήθειαν ᾖ τὸ λεγόμενον, εἰκότως προήχθη δεῖξαι, ὅτι ὅσα τῷ κινεῖσθαι ὑπάρχει, τοσαῦτα καὶ τῷ ἵστασθαι, καθ’ ὅσον κινεῖσθαί τί ἐστι τὸ ἵστασθαι. ἔπειτα εἰ μὲν ταὐτὸν ἀπαραλλάκτως ἦν τὸ κινεῖσθαι καὶ τὸ ἵστασθαι, περιττὸς ἂν ἦν ὁ περὶ τοῦ ἵστασθαι λόγος· ἐπειδὴ δὲ2 οὐχ ἁπλῶς κινεῖσθαί ἐστι τὸ ἵστασθαι τοῦτο, ἀλλὰ τὸ ἐπὶ στάσιν κινεῖσθαι, ταὐτὸν ὄν, ὡς εἴρηται, τῷ ἠρεμίζεσθαι, εἰκότως καὶ ἐπὶ τοῦ τοιούτου κινεῖσθαι τὴν ἀπόδειξιν ἐποιήσατο, ἵνα ἔχῃ ἐπὶ πάσης κινήσεως ἀληθῆ τὸν λόγον, τῆς τε πρὸς τὸ ἐξ οὗ ἡ κίνησις καὶ τῆς πρὸς τὸ εἰς ὅ. καὶ ὅτι ταύτην ἔσχε τὴν ἔννοιαν ὁ Ἀριστοτέλης, τεκμαίρομαι ἐκ τοῦ περὶ τῆς ἠρεμίας τὰ αὐτὰ εὐθὺς ἐπαγαγεῖν τῆς ἀντικειμένης τῇ ὅλῃ κινήσει.

因为他说,设它在其中被说成首先停步者为被标记为AB者。先前他随即将其分割,而现在他首先根据它不是无部分之物,证明它是可分的。而根据在无部分之物中不存在运动,他证明它不是无部分之物,从而也就不存在停步,既然停步是某种运动。至于在无部分之物中没有运动,他通过已被证明的诸点作了提醒。因为如果运动之物必然先前已经运动过,那么运动就不在无部分之物中。因为不可能在同一事物中某物既在运动又已经运动过,而停步之物已被证明是运动之物。既然停步之物在其中被说成首先停步的AB是可分的,那么它就在它的任何一个部分中停步;因为这已被预先证明,即在某物被说成首先停步的任何[时间]中,它必然在该时间的任何部分中停步。因此,如果在其中被说成首先停步的是时间,而不是某种不可分者,而一切时间都是无限可分的,那么它就不会有某个最初部分;因此停步也不会有任何始元,使得停步之物在其中首先停步。因为停步在其中的时间处于何种状态,在其中停步也就处于何种状态。因此,根据它在无限可分者的任何部分中停步,他证明了不存在它在其中停步的最初者。因为无限可分者根本没有任何最初部分。但是,如果停步就是运动,并且关于运动已经证明不可能获取运动之物在其中首先运动的任何东西,显而易见,停步的最初者也是不可能获取的。那么,对于言辞简练的他来说,在此事上也进行论证又有何必要呢?毋宁说,首先,他希望证明这种停步是某种运动,即便所言违背通常用法,他也有充分理由被引向去证明,凡是属于运动的属性,也同样多地属于停步,只要停步是某种运动;其次,如果运动与停步毫无差别地是同一的,那么关于停步的论述就是多余的;但既然这种停步不单单是运动,而是走向停步的运动,正如已说过的,它与逐渐趋于静止是同一的,他就很有理由也对这种运动进行了论证,以便使他的论说对一切运动都是真实的,无论是相对于运动所由之出发的起点,还是相对于其所前往的终点。至于亚里士多德抱有这一想法,我是从他随即对与整个运动相对立的静止补充了相同的事实而推断出来的。

§6.52

"Οὐδὲ δὴ τὸ ἠρεμοῦν ὅτε πρῶτον ἠρέμησέν ἐστιν ἕως τοῦ ἅπαν γὰρ εἰς ἄπειρον μεριστόν." Μετὰ τὸ δεῖξαι ἐπὶ πάσης κινήσεως τῆς τε ἁπλῆς καὶ τῆς κατὰ τὸ ἵστασθαι λεγομένης, ὅτι οὐκ ἔστι τὸ πρῶτον λαβεῖν αὐτῆς, ἀλλ’ ὅπερ ἄν τις ὡς πρῶτον λάβῃ, ἔστι τι καὶ τούτου πρότερον, νῦν τὰ αὐτὰ περὶ τῆς ἠρεμίας3 δείκνυσι τῆς τῇ ὅλῃ κινήσει ἀντικειμένης. αἰτία δὲ ἡ αὐτὴ καὶ ἐπὶ τῆς ἠρεμίας, ἥτις καὶ ἐπὶ τῆς κινήσεως· διὸ καὶ ἀποδείξει τῇ αὐτῇ χρῆται. εἰ γὰρ στέρησίς ἐστιν ἡ ἠρεμία τῆς κινήσεως, στέρεται δὲ τὸ πεφυκὸς κινεῖσθαι, ἐν ᾧ πέφυκε κινεῖσθαι μὴ κινούμενον, ἐν χρόνῳ καὶ ἠρεμεῖν ἀνάγκη, καὶ οὐκ ἐν ἀτόμῳ, ὥσπερ οὐδὲ κινεῖσθαι ἐν ἀτόμῳ. ἔτι δὲ καὶ ἄλλως δείκνυσιν, ὅτι ἐν χρόνῳ τὸ ἠρεμεῖν ἐστιν καὶ οὐκ ἐν ἀτόμῳ, ὑπομιμνῄσκων ἡμᾶς τοῦ πρόσθεν περὶ τῆς ἠρεμίας ῥηθέντος, ὅτι ἠρεμεῖν λέγεται τὸ ὁμοίως ἔχον αὐτὸ καὶ τὰ μέρη αὐτοῦ νῦν καὶ πρότερον. ὥστε ὑπὸ δυεῖν νῦν ὁρίζεσθαι τὴν ἠρεμίαν τοῦ τε νῦν καὶ τοῦ πρότερον· πάντων δὲ δυεῖν νῦν χρόνος μεταξύ ἐστιν· ἐν χρόνῳ οὖν πᾶσα ἠρεμία· καὶ γὰρ τὸ νῦν καὶ πρότερον χρόνου μέρη ἐστί· τοῦ δὲ χρόνου, ἐν ᾧ τὸ ἠρεμεῖν ἤρξατο τῆς ἠρεμίας, οὐκ ἔστι τι πρῶτον λαβεῖν· ὁ γὰρ χρόνος συνεχὴς καὶ ἐπ’ ἄπειρον διαιρετός· οὐδὲν δὲ ἐν συνεχεῖ πρῶτον.

“静止之物最初静止的时刻也不存在……直到因为一切事物皆可无限分割。” 在对一切运动——无论是单义的运动,还是按停步而言的运动——证明了不可能获取它的最初者,而是无论人们把哪一部分当作最初者,在此之前都存在着某种更先在者之后,现在他关于与整个运动相对立的静止证明了相同的事实。而静止方面的原因与运动方面的原因是相同的;因此他也使用了相同的论证。因为如果静止是运动的缺失,而按本性适合运动之物在其按本性适合运动的[时间]内不运动时就陷于缺失,那么它就必然也在时间内静止,而不是在不可分之瞬中,正如它也不在不可分之瞬中运动一样。此外,他还以另一种方式证明处于静止是在时间内而非在不可分之瞬中,这提醒了我们先前关于静止所说的话:即当某物自身及其部分在“现在”与“先前”处于相似状态时,就被说成是静止的。因此静止是由“现在”和“先前”这两个“现在”所限定的;而在任何两个“现在”之间都存在着时间;因此一切静止都在时间内;因为“现在”与“先前”都是时间的部分;而在处于静止开始其静止的时间中,不可能获取最初者;因为时间是连续的且无限可分的;而在连续者中没有任何东西是最初的。

语法注3 条
  1. 6.51τὸ ἐφ’ ᾧ Α Β

    几何或逻辑推演中指代被赋予字母标示之对象(此处指最初的时间区间)的固定句式,意为“标有AB者[区间]”。

  2. 6.51ἢ πρῶτον μὲν βουλόμενος ... ἔπειτα εἰ μὲν ... ἐπειδὴ δὲ

    注疏者对前文反问“有何必要……”(τίς οὖν χρεία...)的回答。由 ἤ(“难道是/这是因为……”)引导,以 πρῶτον μέν(第一点)和 ἔπειτα(第二点)并列展开,并在后者中以 εἰ μέν(与事实相反的假设)和 ἐπειδὴ δέ(实际根据)形成对比。

  3. 6.52τοῦ δὲ χρόνου, ἐν ᾧ τὸ ἠρεμεῖν ἤρξατο τῆς ἠρεμίας

    句首的 τοῦ χρόνου 是受到话题化前置的属格(或作后文 οὐκ ἔστι τι πρῶτον λαβεῖν 所支配的部分属格)。在关系从句内部,τῆς ἠρεμίας 是动词 ἤρξατο(“开始其静止”)所要求的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1008.1-1009.18