← 辛普里丘

亚里士多德《物理学》注释

§1006.14-1007.34

正在停止之物与最初停止时间的不存在

辛普里丘注解亚里士多德《物理学》238b23及后续内容,阐明停步过程中的事物与运动之物同一并具有运动的属性,并基于时间的无限可分性,详细剖析了不存在其在其中“首先停步”的第一时间的证明结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.51#1

" Ἐπεὶ δὲ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ ἕως τοῦ οὐκ ἔσται ἐν ᾧ πρώτῳ ἵσταται." Τὸ μὲν προκείμενόν ἐστιν αὐτῷ, κἂν παραδοξολογεῖν δοκῇ κατὰ τὸ φαινόμενον, δεῖξαι ὅτι τὸ ἱστάμενον ταὐτόν ἐστι τῷ κινουμένῳ, καὶ ὅτι ὅσα τῷ κινουμένῳ ὑπάρχει τοσαῦτα καὶ τῷ ἱσταμένῳ· λαβὼν δὲ ἄλλο μὲν τὸ ἠρεμοῦν τὸ τῷ κινουμένῳ ἀντικείμενον καὶ ἐν ταὐτῷ μένον, ἄλλο δὲ τὸ ἠρεμιζόμενον τὸ κινούμενον ἐπὶ τὸ ἠρεμεῖν ὥσπερ τὸ λευκαινόμενον ἐπὶ τὸ λευκὸν εἶναι, τῷ μὲν ἠρεμοῦντι ταὐτόν φησιν εἶναι τὸ ἑστώς, τῷ δὲ ἠρεμιζομένῳ τὸ ἱστάμενον, ὅπερ ἐστὶ τὸ ἐπὶ στάσιν ἰόν. καὶ πρῶτον δείκνυσιν, ὅτι κινεῖται τὸ ἱστάμενον, προλαβὼν ἀναγκαῖόν τι διαιρετικὸν τὸ λέγον, ὅτι πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ, τὸ πεφυκὸς δηλονότι· τὸ γὰρ ἀκίνητον φύσει οὔτε κινεῖται οὔτε ἠρεμεῖ, ἀλλ’ ὅπερ κινεῖσθαι πέφυκε, τοῦτο καὶ ἠρεμεῖν, ἐπειδὴ στέρησις τοῦ κινεῖσθαι τὸ ἠρεμεῖν ἐστιν. στέρεταί τε τὸ πεφυκὸς ἔχειν, ὅτε πέφυκε μὴ ἔχον·1 οὐ γὰρ δὴ τὸ ἀρτιγενὲς σκυλάκιον ἠρεμεῖν ἂν λέγοιτο κατὰ τὸ μὴ ὁρᾶν, ὅτι τότε οὐδὲ πέφυκεν ὁρᾶν. ἀλλ’ οὐδὲ ὁ ἐν τῷ στήθει μὴ ἔχων ὀφθαλμοὺς ἄνθρωπος ἐστερῆσθαι ἂν λέγοιτο τοῦ ἐν τῷ στήθει μὴ ἔχειν. ὅπου γὰρ ἐπεφύκει ἔχειν μὴ ἔχων, λέγοιτο ἂν ἐστερῆσθαι. οὐδὲ οἱ ἰχθύες τῆς ἐν ἀέρι κινήσεως ἐστερῆσθαι ἂν λέγοιντο, ὅτι μηδὲ ἐπεφύκεσαν ἐκεῖ κινεῖσθαι. ἀλλ’ οὐδὲ τῆς κατὰ βάδισιν κινήσεως οἱ ἰχθύες ἐστέρηνται· νήχεσθαι γάρ, ἀλλ’ οὐχὶ βαδίζειν πεφύκασιν. ἀνάγκη οὖν πᾶν τὸ πεφυκὸς κινεῖσθαι, εἰ μὴ κινεῖται, ὅτε πέφυκε καὶ ὅπου πέφυκε καὶ ὥσπερ πέφυκεν, ἐν στερήσει ὂν τοῦ κινεῖσθαί ἠρεμεῖν αὐτό. τὸ οὖν ἱστάμενον, τουτέστι τὸ ἐπὶ στάσιν ἰόν, ἐπειδὴ πεφυκός ἐστι κινεῖσθαι, ἀνάγκη ἢ κινεῖσθαι ἢ ἠρεμεῖν· ἀλλὰ μὴν οὐκ ἠρεμεῖ· τὸ γὰρ ἠρεμοῦν ἤδη οὐκέτι ἠρεμίζεται, τὸ δὲ ἱστάμενον ἠρεμίζεται· ὁδὸς γὰρ εἰς ἠρεμίαν, ὥσπερ τὸ ἠρεμίζεσθαι, οὕτως καὶ τὸ ἵστασθαί ἐστι· ταὐτὸν γὰρ ἄμφω. διὸ τὸ ἠρεμίζεσθαι μετέλαβεν εἰς τὸ ἵστασθαι. εἰ οὖν τὸ ἱστάμενον κινεῖται, τὸ δὲ κινούμενον ἐν χρόνῳ κινεῖται, φανερὸν ἐκ τῶν δεδειγμένων ὅτι τὸ ἱστάμενον ἐν χρόνῳ ἵσταται, εἴπερ τὸ ἱστάμενον πεφυκὸς κινεῖσθαι καὶ ἠρεμεῖν οὐκ ἠρεμεῖ ἀλλὰ κινεῖται, τὸ δὲ κινούμενον ἐν χρόνῳ κινεῖται. δείκνυσι δὲ τοῦτο καὶ ἄλλως· εἰ γὰρ ἵστασθαι2 ἔστι θᾶττον καὶ βραδύτερον (τὸ γὰρ ἐπὶ στάσιν ἰὸν ἢ θᾶττον ἄπεισιν ἢ βραδύτερον), πᾶν δὲ τὸ θᾶττον καὶ βραδύτερον ἐν χρόνῳ, τὸ ἄρα ἵστασθαι ἐν χρόνῳ. δείξας δὲ ὅτι τὸ ἱστάμενον καὶ κινούμενόν ἐστι καὶ ἐν χρόνῳ ἵσταται, δείκνυσιν ἐφεξῆς ὅτι καὶ τοῦτο ὑπάρχει τῷ ἱσταμένῳ ὥσπερ τῷ κινουμένῳ τὸ μὴ εἶναι πρῶτον λαβεῖν ἐν ᾧ ἵσταται τὸ ἱστάμενον, διότι πρὸ παντὸς τοῦ πρώτου τεθέντος ἔστι τι πρότερον, ὡς καὶ ἐπὶ τῆς κινήσεως ἐδείκνυτο, διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ τοῦ χρόνου καὶ τοῦ διαστήματος, ὃ κινεῖται, καὶ τῆς κινήσεως αὐτῆς καὶ τοῦ καθ’ ὃ κινεῖται τὸ κινούμενον, ὅταν κατὰ ποσὸν κινῆται. ὅτι δὲ οὐκ ἔστι πρῶτον λαβεῖν ἐν ᾧ ἵσταται τὸ ἱστάμενον, ἀλλ’ ὅνπερ ἄν τις χρόνον ὡς πρῶτον λάβῃ, πρὸ τούτου ἄλλος εὑρεθήσεται, δείκνυσι πρότερον δείξας, ὅτι ἐν ᾧ χρόνῳ πρώτῳ ἵσταται, ἐν ὁτῳοῦν τούτου ἀνάγκη ἵστασθαι. διαιρεθέντος γὰρ τοῦ χρόνου, ἐν ᾧ πρώτῳ λέγεται ἵστασθαι τὸ ἱστάμενον, εἰ μὲν ἐν μηδετέρῳ τῶν μερῶν ἵσταται, οὐδὲ ἐν τῷ ὅλῳ· ὥστε οὐκ ἂν ἵσταιτο τὸ ἱστάμενον. εἰ δὲ ἐν τῷ ἑτέρῳ ἵσταται, καὶ πρῶτον δηλονότι ἐν τῷ πρώτῳ, οὐκ ἂν ἐν πρώτῳ τῷ ὅλῳ ἵσταιτο· ἐν γὰρ τῷ ὅλῳ οὕτως ἵσταται, ὡς καθ’ ἑκάτερον τῶν μερῶν ἱστάμενον, ὥσπερ πρότερον ἐπὶ τοῦ κινουμένου ἐλέχθη· ὁμοίως γὰρ ἔχει τὸ κινούμενον καὶ τὸ ἱστάμενον, ὅτι καὶ τὸ ἱστάμενον κινούμενόν ἐστιν. ὡς οὖν τὸ κινούμενον, ἐν ᾧ ἂν πρώτῳ ὑποτεθῇ κινεῖσθαι, ἀνάγκη ἔν τινι τῶν τούτου αὐτὸ κινεῖσθαι, οὕτως ἔχει καὶ τὸ ἱστάμενον. τοῦτο οὖν προδείξας ἐφεξῆς δείκνυσιν ἐκ τούτου, ὅτι ὥσπερ τοῦ κινεῖσθαι οὐκ ἔστι πρῶτον λαβεῖν, ἐν ᾧ κινεῖταί τι, οὕτως οὐδὲ τοῦ ἵστασθαι. δείκνυσι δὲ καὶ τοῦτο διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.

“然而,既然一切事物要么运动要么静止……直到不存在它在其中首先停步的那个东西。” 摆在他面前的任务,即便从表面现象看似乎是在谈论悖论,乃是去证明停步之物与运动之物是同一的,并且凡是属于运动之物的属性,也同样多地属于停步之物。他一方面假定静止之物——它与运动之物相对立并保持在同一状态中——是一回事,而逐渐趋于静止之物——它向着处于静止而运动,犹如变白之物向着成为白色[而运动]——是另一回事;另一方面,他主张止息之物与静止之物是同一的,而停步之物,即走向停步之物,与逐渐趋于静止之物是同一的。首先,他预先假定了一条必然的选言命题,即“一切事物要么运动要么静止”——显而易见,这是指按本性适合如此的事物——进而证明停步之物正在运动。因为本性上不动之物既不运动也不静止;相反,唯有在本性上适合运动之物,才适合静止,因为静止乃是运动的缺失。而按本性适合具有某物者,是在其按本性适合具有的时候若不具有,才陷于缺失;因为刚出生的幼犬决不能因其不看就被说成处于静止,因为在那个时候它按本性甚至还不适合看。胸口没有眼睛的人,也不能被说成是缺失了在胸口有眼睛;因为唯有当人在按本性适合具有的地方不具有时,才能被说成陷入缺失。鱼也不能被说成缺失了在空气中的运动,因为它们按本性甚至不适合在那里运动。不仅如此,鱼也没有缺失步行运动;因为它们按本性适合游泳,而非步行。因此,一切按本性适合运动的事物,若在其按本性适合之时、按本性适合之处并以其按本性适合的方式不运动,则必然是在运动的缺失中处于静止。因此,停步之物,即走向停步之物,既然按本性适合运动,就必然要么运动要么静止;然而它绝非静止;因为已经静止之物不再逐渐趋于静止,而停步之物正在逐渐趋于静止;因为正如逐渐趋于静止一样,停步也是通向静止的途径;因为两者是同一的。因此,他把逐渐趋于静止置换成了停步。因此,若停步之物正在运动,而运动之物在时间内运动,显而易见,根据已有的证明,停步之物在时间内停步,既然停步之物虽按本性适合运动与静止,却并不静止而是在运动,且运动之物在时间内运动。他也以另一种方式证明了这一点:因为停步若有较快与较慢之分(因为走向停步之物要么较快离开,要么较慢[离开]),而一切较快与较慢之物都在时间内,那么停步因此就在时间内。在证明了停步之物既是运动之物又在时间内停步之后,他接着证明停步之物也像运动之物一样具有这一属性:即不可能获取停步之物在其中停步的最初[时间],这是因为在任何被假定为最初者之前,都存在着某种更先在者,正如在运动的情形中所证明的那样,这是由于时间、运动所穿过的距离、运动本身以及运动之物在按数量运动时依之运动的维度都是无限可分的。至于不可能获取停步之物在其中停步的最初[时间],而是无论人们把哪一时间当作最初的时间,在此之前都将发现另一个时间,他是通过预先证明了这一点来加以证明的:即在它首先停步的时间内,在这一时间的任何一个部分内,它都必然停步。因为在停步之物被说成首先停步的时间被分割之后,若它在各部分中哪一部分都不停步,则在整体中也不停步;这样停步之物就根本不会停步了。若它在其中一部分中停步,且显而易见首先在第一部分中停步,它就不会首先在整体中停步;因为正如先前关于运动之物所说的那样,它在整体中停步是作为在各个部分中停步而成立的;因为运动之物与停步之物处于相似状态,既然停步之物也是运动之物。因此,正如运动之物在它被假定首先运动的任何时间内,必然在这个时间的某个部分内自身运动一样,停步之物也是如此。因此,在预先证明了这一点之后,他接着由此证明,正如不可能获取某物在其中运动的运动的最初时间一样,停步的最初时间也是不可能获取的。而他同样是通过归谬法来证明这一点的。

语法注2 条
  1. 6.51στέρεταί τε τὸ πεφυκὸς ἔχειν, ὅτε πέφυκε μὴ ἔχον

    在由关系副词 ὅτε 引导的时间从句中,分词 μὴ ἔχον(主格中性单数)具有条件含义(“在它本性上适合具有的时候若不具有”)。该分词在句中表语性地修饰主句主语 τὸ πεφυκὸς ἔχειν。

  2. 6.51ὅτι δὲ οὐκ ἔστι πρῶτον λαβεῖν ἐν ᾧ ἵσταται τὸ ἱστάμενον, ἀλλ’ ὅνπερ ἄν τις χρόνον ὡς πρῶτον λάβῃ, πρὸ τούτου ἄλλος εὑρεθήσεται, δείκνυσι πρότερον δείξας, ὅτι ἐν ᾧ χρόνῳ πρώτῳ ἵσταται, ἐν ὁτῳοῦν τούτου ἀνάγκη ἵστασθαι.

    全句骨干结构为:句首的 ὅτι 从句(ὅτι δὲ οὐκ ἔστι... εὑρεθήσεται)作为主句动词 δείκνυσι(“他证明”)的宾语从句前置,随后跟有表前提/手段的分词短语 πρότερον δείξας(“预先证明了……之后”)及其所带的宾语从句(ὅτι ἐν ᾧ χρόνῳ... ἵστασθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1006.14-1007.34