- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1005.11-1006.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《物理学》238b17,辛普里丘探讨了在有限时间内不可能存在无限运动这一结论,不仅依赖于所通过空间距离的有限性,同样依赖于运动物体自身大小的有限性。
" Ἐπεὶ δὲ οὔτε τὸ πεπερασμένον τὸ ἄπειρον δίεισιν ἕως τοῦ καὶ θάτερον εἶναι ἄπειρον." Δέδεικται μὲν ἤδη πρότερον μετὰ τοῦ μεγέθους, ἐφ’ οὗ ἡ κίνησις, ὅτι οὐδὲ κίνησιν ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ κινήσεται τὸ κινούμενον οὐδὲ ἐν ἀπείρῳ πεπερασμένην· κοινὴ γὰρ ἦν ἡ ἀπόδειξις· ὅσον γὰρ τὸ διάστημα τὸ δι’ οὗ ἡ κίνησις, τοσαύτη καὶ ἡ κίνησίς ἐστι. διὸ καὶ ἐγὼ τὴν κίνησιν ἐν τῇ ἀποδείξει τῷ μεγέθει συμπαρελάμβανον, αὐτὸς δὲ ἐν ἀρχῇ μὲν τοῦ θεωρήματος εἰπών “ἀδύνατόν ἐστιν ἐν τῷ ἀπείρῳ χρόνῳ πεπερασμένην κινεῖσθαι,1 μὴ τὴν αὐτὴν ἀεὶ καὶ τῶν ἐκείνης τι κινούμενον” ἴσως μὲν ὡς περὶ γραμμῆς λέγων, δι’ ἧς ἡ κίνησις, θηλυκὸν ὄνομα τέθεικεν, ἴσως δὲ τὴν κίνησιν ἐννοῶν. εἰ δὲ καὶ περὶ ἠρεμίας τῆς ἀντικειμένης τῇ κινήσει τὰ αὐτὰ ἠξίωσε, δῆλον ὅτι καὶ περὶ κινήσεως ἦν τὰ πρότερον ἀποδεδειγμένα· καὶ γὰρ εἰς τοῦτο ἔτεινεν ὁ λόγος αὐτῷ. νῦν μέντοι ἐκ τῶν περὶ τοῦ μεγέθους δειχθέντων, δι’ οὗ ἡ κίνησις ἐπιτελεῖται, συνάγει τὸ μηδὲ κίνησιν ἄπειρον εἶναι ἐν πεπερασμένῳ χρόνῳ. τὸ δὲ μέγεθος, δι’ οὗ ἡ κίνησις, τοπικόν ἐστιν, ἐφ’ οὗ ἡ κατὰ τόπον κίνησις ἔχει τὸ διάστημα. ἐπειδὴ γάρ, φησίν, οὔτε τὸ ἄπειρον μέγεθος οὔτε τὸ πεπερασμένον τὴν κατὰ τόπον κίνησιν κινούμενον δίεισι τὸ ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ, φανερὸν ὅτι οὐδὲ κίνησις ἔσται ἄπειρος ἐν πεπερασμένῳ χρόνῳ, εἰ μὴ πάλιν καὶ πάλιν ἐπὶ τοῦ αὐτοῦ γίνοιτο. ἡ γὰρ ἄπειρος πᾶσα κίνησις ἡ κατὰ φορὰν ἐπὶ ἀπείρου διαστήματος τοπικοῦ γίνεται· πᾶσα γὰρ φορὰ κατὰ τόπον κίνησίς ἐστι. καὶ ἡ ἄπειρος μία ἐπὶ ἀπείρου τόπου, ἐὰν μὴ πάλιν καὶ πάλιν ἡ αὐτή. εἰ οὖν δέδεικται, ὅτι οὐκ ἔστιν ἄπειρον διάστημα κινεῖσθαι ἐν πεπερασμένῳ χρόνῳ, δῆλον ὅτι οὐδὲ κίνησιν ἄπειρον εἶναι δυνατόν. ἦν γὰρ ἂν καὶ τὸ διάστημα ἄπειρον, δι’ οὗ ἡ κίνησις. ἀλλ’ ὅσον ἐπὶ τὸ δεῖξαι μὴ οὖσαν ἄπειρον κίνησίν τινα χρείαν παρέσχεν τὸ μηδὲ τὸ κινούμενον ἄπειρον εἶναι;2 ἢ ὅτι ἐὰν ᾖ ἄπειρον μέγεθος καὶ κινῆται ὅλως κἂν ἐφ’ ὁσονοῦν χρόνον, ἄπειρος ἔσται ἡ κίνησις ὡς τῷ μεγέθει οὗ ἐστι συνεκτεινομένη. δέδεικται γὰρ ὅτι ἡ κίνησις καὶ τῷ μεγέθει συνδίσταται, οὗ ἐστιν ἡ κίνησις, ὥσπερ καὶ τῷ διαστήματι, δι’ οὗ δίεισι τὸ κινούμενον. καλῶς οὖν οὐ μόνον τῇ τοῦ διαστήματος ἀπειρίᾳ, δι’ οὗ κινεῖται τὸ κινούμενον, συνανεῖλε τὴν ἐν πεπερασμένῳ χρόνῳ τῆς κινήσεως ἀπειρίαν, ἀλλὰ καὶ τῇ τοῦ κινουμένου μεγέθους ἀπειρίᾳ· εἰ γὰρ ἀμφοτέροις τούτοις συμπαρατείνεται ἡ κίνησις μηδετέρου τούτων ἀπείρου ὑπάρχοντος τῷ κινουμένῳ ἐν πεπερασμένῳ χρόνῳ,3 οὐδὲ κίνησις ἂν αὐτῷ ἄπειρος ὑπάρξοι.
“然而,既然有限者不通过无限者……直到另一者也是无限的。” 连同运动于其上发生的大小一起,先前已经证明了运动之物既不在有限时间内运动无限的运动,也不在无限时间内运动有限的运动;因为该证明是共通的;因为运动穿过的距离有多大,运动本身也就有多大。因此,我在证明中也将运动与大小一同纳入考量;但他自己在该定理开端处说过“在无限时间内运动有限者是不可能的,除非运动之物总是运动同一者或其某一部分”,这也许是因为谈论运动穿过的线条而放置了阴性名词,也许是意指运动。但如果对于与运动相对立的静止,他也提出了同样的要求,那么显然先前所证明的事情同样关涉运动;因为他的论证确实正指向这一点。然而现在,根据关于运动于其上得以完成的大小的既有证明,他推论出在有限时间内也不会有无限的运动。而运动穿过的大小是空间的,位移运动在其上有其距离。因为他说,既然运动着位移运动的无限大小与有限大小都不在有限时间内通过无限的距离,显而易见,在有限时间内运动也不会是无限的,除非它在同一事物上周而复始地发生。因为所有借助位移的无限运动都发生在空间上的无限距离上;因为一切位移都是空间运动。而单一的无限位移发生在无限的场所中,除非它是周而复始的同一运动。因此,如果已经证明在有限时间内不可能运动无限的距离,显然运动也不可能是无限的;因为运动穿过的距离本来也必须是无限的。但是,就证明没有任何运动是无限的而言,运动之物本身也不是无限的,这提供了什么用处呢?难道不是因为:若存在无限的大小,且它无论在多长时间内运动,运动都将是无限的,因为它是与它所属的大小同等延展的?因为已经证明,运动不仅与运动之物所通过的距离同等延展,也与运动所属的大小同等延展。因此,他不仅连同运动之物穿过的距离的无限性,而且连同运动的大小的无限性,一并排除了在有限时间内运动的无限性,这是十分恰当的;因为运动若与这两者一同延展,而在有限时间内这两者中没有任何一者作为无限者属于运动之物,那么运动也不会作为无限者属于它。
- 6.50ἀδύνατόν ἐστιν ἐν τῷ ἀπείρῳ χρόνῳ πεπερασμένην κινεῖσθαι
关于阴性单数宾格形容词 πεπερασμένην 所修饰或省略的名词,辛普里丘紧接着指出两种可能的解释:或者补出“线”(γραμμή),或者补出“运动”(κίνησις)(ἴσως μὲν... ἴσως δὲ...)。
- 6.50ἀλλ’ ὅσον ἐπὶ τὸ δεῖξαι μὴ οὖσαν ἄπειρον κίνησίν τινα χρείαν παρέσχεν τὸ μηδὲ τὸ κινούμενον ἄπειρον εἶναι;
该句的骨干结构为主语由冠词引导的不定词短语 τὸ μηδὲ τὸ κινούμενον ἄπειρον εἶναι 充当,谓语为 παρέσχεν,宾语为带有代词的 [τίνα] χρείαν(提供了什么用处/需要),句首的 ὅσον ἐπὶ τὸ δεῖξαι... 为表示限定的介词短语(“就证明……而言”)。
- 6.50μηδετέρου τούτων ἀπείρου ὑπάρχοντος τῷ κινουμένῳ ἐν πεπερασμένῳ χρόνῳ
属格独立结构,在由 εἰ γὰρ ἀμφοτέροις τούτοις συμπαρατείνεται ἡ κίνησις 引导的主导条件从句下表达附加条件(“只要在有限时间内这两者中没有一者作为无限者属于运动之物”)。
