- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1003.22-1005.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《物理学》238a32及以下内容,考察运动之物自身分别被假定为有限与无限的情况,并通过相对运动以及对时间和大小的共同分割,论证在有限时间内通过有限或无限距离皆属不可能。
" Δεδειγμένων δὲ τούτων φανερὸν ἕως τοῦ ἔτι δὲ καὶ τοῦ χρόνου ληφθέντος ἡ αὐτὴ ἔσται ἀπόδειξις." Πρότερον δείξας καὶ προσεχῶς πάλιν, ὅτι τὸ κινούμενον οὔτε μέγεθος πεπερασμένον οὔτε κίνησιν πεπερασμένην ἐν ἀπείρῳ κινηθήσεται χρόνῳ, ὁμοίως δὲ καὶ τὸ ἀντίστροφον, ὅτι οὔτε μέγεθος οὔτε κίνησιν ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ κινηθήσεται, τούτοις ὥσπερ πόρισμα τὰ ἑπόμενα ἐπάγει τὰ ἐπ’ αὐτοῦ τοῦ κινουμένου συμβαίνοντα οὐκέτι ἀδιορίστως ὡς πρότερον λαμβανομένου, ἀλλὰ διοριζομένου, καὶ ποτὲ μὲν ἀπείρου, ποτὲ δὲ πεπερασμένου ὑποτεθέντος.1 δεδειγμένων γάρ, φησί, τῶν εἰρημένων ἐκ τῆς αὐτῆς ἀποδείξεως φανερόν ἐστιν ἐπὶ τοῦ κινουμένου, ὅτι εἴτε πεπερασμένον ὑποτεθείη, ἀδύνατον αὐτὸ ἄπειρόν τι μέγεθος ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν, εἴτε ἄπειρον ὑποτεθείη, εἰ κινοῖτο ὅλως τὸ ἄπειρον, οὔτε τὸ πεπερασμένον ἐν πεπερασμένῳ διελεύσεται χρόνῳ οὔτε ἔτι μᾶλλον τὸ ἄπειρον. καὶ ὅτι μὲν πεπερασμένον τί ὂν οὐ διελεύσεταί τι ἄπειρον μέγεθος ἐν πεπερασμένῳ χρόνῳ, δείκνυσι διὰ τῆς αὐτῆς, ἧς καὶ πρότερον, ἀποδείξεως· διαιρουμένου γὰρ τοῦ πεπερασμένου χρόνου εἰς πεπερασμένα μόρια ἐν ἑκάστῳ πεπερασμένον τι τοῦ μεγέθους μέρος διιὸν τὸ κινούμενον ἀπαρτίζει τὸ ὅλον, ὥστε πεπερασμένον τι διιέναι καὶ οὐκ ἄπειρον ἐν τῷ πεπερασμένῳ χρόνῳ· εἰ δὲ ἄπειρον ὑποτεθείη τὸ κινούμενον, τὸ δὲ διάστημα δι’ οὗ κινεῖται πεπερασμένον, οὐ κινηθήσεται τὸ ἄπειρον διὰ τοῦ πεπερασμένου ἐν πεπερασμένῳ χρόνῳ· οὐδὲν γὰρ διαφέρει, φησίν, ἢ τὸ κινούμενον ἄπειρον ποιεῖν, πεπερασμένον δὲ τὸ διάστημα, ἢ ἀνάπαλιν.2 ἐὰν γὰρ τὸ Α τὸ ἄπειρον κινῆται διὰ τοῦ Β πεπερασμένου, ἔσται τι τοῦ ἀπείρου μέρος ἐν τῷ Β οἷον τὸ ΓΔ καὶ πάλιν ἄλλο καὶ ἀεὶ οὕτως, ἕως ἂν πάντα τὰ τοῦ ἀπείρου μέρη τοῦ κινουμένου παρέλθῃ τὸ Β. ὥστε ἅμα συμβήσεται τό τε κινούμενον ἄπειρον ὂν διεληλυθέναι διὰ τοῦ Β καὶ τὸ Β πεπερασμένον ὂν διεληλυθέναι τὸ ἄπειρον. οὐδὲ γὰρ ἄλλως δυνατὸν τὸ ἄπειρον διιέναι λέγειν τὸ πεπερασμένον ἢ τῷ τὸ πεπερασμένον δι’ ὅλου τοῦ ἀπείρου διελθεῖν.3 τὸ γὰρ ἄπειρον μέγεθος, εἴπερ ἄπειρον εἴη πανταχοῦ ὄν, αὐτὸ μὲν οὐκ ἔχει που μεταβῆναι, λέγοιτο δὲ ἂν κινεῖσθαι διά τινος πεπερασμένου μόνως οὕτως, εἰ τὸ πεπερασμένον διὰ πάντων αὐτοῦ τῶν μορίων διεξίοι· ὅπερ εἰ γίνοιτο, ἀναμετρηθήσεται τὸ ἄπειρον ὑπὸ τοῦ πεπερασμένου· οὐ γὰρ ἄλλως οἷόν τε διελθεῖν αὐτό. εἰ οὖν καὶ τοῦτο ἄτοπον καὶ πάλιν τὸ πεπερασμένον φαίνεται διὰ τοῦ ἀπείρου καὶ νῦν διιόν, ὅπερ ἀδύνατον ἐδείχθη, δῆλον ὅτι οὐκ ἂν διίοι τὸ ἄπειρον διὰ τοῦ πεπερασμένου ἐν πεπερασμένῳ χρόνῳ καὶ καλῶς εἶπε μηδὲν διαφέρειν ὁποτερονοῦν εἶναι τὸ κινούμενον. Δείξας δὲ ὅτι οὔτε τὸ πεπερασμένον μέγεθος τὸ ἄπειρον διάστημα δίεισιν ἐν πεπερασμένῳ χρόνῳ οὔτε τὸ ἄπειρον μέγεθος τὸ πεπερασμένον διάστημα, νῦν δείκνυσιν ὅτι μηδὲ τὸ ἄπειρον μέγεθος τὸ ἄπειρον διάστημα δίεισιν ἐν πεπερασμένῳ χρόνῳ. εἰ γὰρ μέλλοι τὸ ἄπειρον ὅλον διεξιέναι διὰ τοῦ ἀπείρου, δεῖ τι μέρος αὐτοῦ πεπερασμένον πρότερον διελθεῖν αὐτό. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἔχει τὸ ἄπειρον μέρος πεπερασμένον· ἐνυπάρχει γὰρ τῷ ἀπείρῳ τὸ πεπερασμένον. εἰ οὖν δέδεικται ἀδύνατον τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ διελθεῖν, δῆλον ὅτι οὐδὲ τὸ ἄπειρον αὐτὸ διελεύσεται. καὶ ἀπὸ τοῦ χρόνου δέ, φησίν, ἀρξάμενοι τὸ αὐτὸ δείξομεν· καὶ δέδεικται πρότερον, ὅτι μὴ οἷόν τε τὸ ἄπειρον διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ· ἐὰν γὰρ ἀπὸ τοῦ χρόνου μόριον ἀφέλωμέν τι καταμετροῦν τὸν ὅλον πεπερασμένον ὄντα, ἐν τούτῳ μόριόν τι κινηθήσεται τοῦ ἀπείρου, ἐπειδὴ τὸ ὅλον ἄπειρον ὑπέκειτο ἐν τῷ ὅλῳ χρόνῳ κινεῖσθαι τῷ πεπερασμένῳ. ἐὰν οὖν καθ’ ἕκαστον τῶν τοῦ πεπερασμένου χρόνου μορίων λαμβάνωμέν τι τοῦ ἀπείρου μόριον, ἐπειδὴ τὰ τοῦ χρόνου μόρια πεπερασμένου ὄντος πεπερασμένα ἐστί, συναπαρτισθήσεται καὶ τὰ τοῦ ἀπείρου, καὶ οὐκέτι ἄπειρον ἔσται διϊόν.
“这些既然已被证明,显而易见……直到‘此外,即使取时间,证明也将是相同的’。” 在先前以及刚才再次证明了运动之物既不会在无限时间内运动有限的大小,也不会运动有限的运动,同样相反地,它既不会在有限时间内运动无限的大小,也不会运动无限的运动之后,他像得出推论一样,将随之而来的、发生在运动之物自身之上的情况附加于这些论据之后;此时运动之物不再像先前那样不加限定地被选取,而是加以限定,时而被假定为无限的,时而被假定为有限的。因为他说,在所述各点已被证明之后,根据相同的证明,在运动之物的情形下显而易见的是:无论假定它是有限的,它自身都不可能在有限时间内通过某种无限的大小;无论假定它是无限的——如果无限者果真能够运动的话——它在有限时间内既不会通过有限者,更不会通过无限者。而作为某种有限者,它不会在有限时间内通过某种无限的大小,这一点他是通过与先前相同的证明来表明的:因为当有限时间被分割为有限的部分时,在每个部分中运动之物通过大小的某个有限部分而补足整体,因而在有限时间内通过的是某种有限者而非无限者。但若假定运动之物是无限的,而它通过其运动的距离是有限的,无限者便不会在有限时间内通过有限者运动;因为他说,无论把运动之物设为无限而距离设为有限,抑或反过来,都毫无区别。因为若无限的Α通过有限的Β运动,在Β中就会有无限者的某个部分,例如ΓΔ,随后又是另一部分,并始终如此,直到运动着的无限者的所有部分都越过Β为止。因此,同时发生的结果将是:运动之物作为无限者已经通过了Β,而Β作为有限者已经通过了无限者。因为除了通过有限者穿过整个无限者之外,不可能以其他方式说无限者通过有限者。因为无限的大小,如果由于无所不在而果真是无限的,它自身并没有任何地方可以迁移,而只有当有限者穿过它的所有部分时,才可以说它穿过某种有限者运动;而若发生这种情况,无限者就将被有限者度量完毕;因为以其他方式不可能通过它。因此,如果这一点也是荒谬的,并且在此处有限者穿过无限者再次显现出来——而这已被证明是不可能的——那么显然无限者便不可能在有限时间内穿过有限者,他说无论两者中哪一个是运动之物都毫无区别,也是正确的。在证明了有限的大小既不在有限时间内通过无限的距离,无限的大小也不在有限时间内通过有限的距离之后,他现在证明:无限的大小在有限时间内也不通过无限的距离。因为若整个无限者要穿过无限者,它的某个有限部分就必须先穿过它。而不能说无限者没有有限的部分;因为有限者内在于无限者中。因此,如果已经证明有限者不可能在无限时间内通过,那么显然无限者也不会通过它。他说,我们若从时间出发,也将证明同一件事;并且先前已证明不可能在有限时间内通过无限者;因为我们若从时间中取走度量作为有限者的整体的某个部分,在这一部分中无限者的某个部分就将运动,因为曾假定整个无限者是在作为有限者的整个时间内运动。因此,我们若对应于有限时间的每个部分取无限者的某个部分,既然有限时间的部分是有限的,无限者的各个部分也将一同被补足完毕,而通过之物将不再是无限者。
- 6.49οὐκέτι ἀδιορίστως ὡς πρότερον λαμβανομένου, ἀλλὰ διοριζομένου, καὶ ποτὲ μὲν ἀπείρου, ποτὲ δὲ πεπερασμένου ὑποτεθέντος
此句为属格绝对结构(或与前文短语 τὰ ἐπ’ αὐτοῦ τοῦ κινουμένου συμβαίνοντα 中的 τοῦ κινουμένου 一致的属格分词短语),其逻辑主语为运动之物。它标志着论述的转折:运动之物不再像此前那样被无限定地对待,而是被具体规定为有限或无限。
- 6.49οὐδὲν γὰρ διαφέρει, φησίν, ἢ τὸ κινούμενον ἄπειρον ποιεῖν, πεπερασμένον δὲ τὸ διάστημα, ἢ ἀνάπαλιν
在非人称结构 οὐδὲν διαφέρει(毫无区别)之后,由相关连词 ἢ ... ἢ ...(无论……还是……)引导两个带宾格主语的不定式短语,构成析取选择关系,说明把运动之物设为无限而距离设为有限与反向设置在逻辑上是等价的。
- 6.49τῷ τὸ πεπερασμένον δι’ ὅλου τοῦ ἀπείρου διελθεῖν
带有与格定冠词 τῷ 的定式化(附冠词)不定式短语,在此作为表示方式或手段的与格,与前文的 οὐδὲ γὰρ ἄλλως δυνατὸν ... ἢ(除了……之外不可能以其他方式)相呼应。宾格 τὸ πεπερασμένον 是不定式 διελθεῖν 的逻辑主语。
