- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1001.20-1003.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了正如有限运动不能在无限时间内发生一样,静止(或进入静止)也不能,并解释了有限事物不可能在无限时间内生成或消亡这一推论;随后他探讨了逆命题的证明,即在有限时间内既不能通过无限的大小,也不能发生无限的运动或静止。
" Ὡσαύτως δὲ καὶ ἐπὶ ἠρεμήσεως." Εἰ μὲν ἡ ἠρέμησις τὴν ἠρεμίαν αὐτῷ δηλοῖ1 τὴν ἀντικειμένην τῇ κινήσει, ἐπειδὴ καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ ἠρεμεῖ, λέγοι ἄν, ὅτι ὥσπερ κίνησιν πεπερασμένην ἀδύνατον ἐν ἀπείρῳ χρόνῳ γίνεσθαι, οὕτω καὶ ἠρεμίαν. εἰ δὲ ἠρέμησις καὶ τὸ ἠρεμίζεσθαι τὴν κίνησιν δηλοῖ τὴν ἐπὶ ἠρεμίαν, ὅπερ ἐν τοῖς ἑξῆς ἵστασθαι καλεῖ ὡς ἐπὶ στάσιν ἰόν, εἰκότως τὰ αὐτὰ καὶ ἐπὶ τῆς ἠρεμήσεως ἀξιοῖ, ἅπερ ἐπὶ τῆς κινήσεως. τὴν γὰρ κίνησιν διχῇ τεμὼν τὸ μὲν πρὸς τὸ ἐξ οὗ κινεῖται τὸ κινούμενον κινεῖσθαι καλεῖ, τὸ δὲ πρὸς τὸ εἰς ὃ ἵστασθαι καὶ ἠρεμίζεσθαι.
“同样也适用于进入静止。” 如果对他而言,“进入静止”指代与运动相对立的“静止”,那么既然处于静止之物也是在时间中处于静止,他大概会说,正如有限的运动不可能在无限时间内发生一样,静止也是如此。但如果“进入静止”和“趋于静止”指代朝向静止的运动——即他在后文中作为走向停滞而称为“停下”的东西——他自然会主张,运动上所适用的那些结论同样适用于进入静止;因为他将运动一分为二,把相对于运动之物由之出发的起点的部分称为“运动”,而把相对于它所进入的终点的部分称为“停下”和“趋于静止”。
"Ὥστε οὔτε γίνεσθαι οὔτε φθείρεσθαι οἷόν τε ἀεί τι τὸ αὐτὸ καὶ ἕν." Πόρισμά τι συνήγαγεν ἐκ τῶν εἰρημένων, τὸ μήτε γίνεσθαι μήτε φθείρεσθαι ἀεὶ τὸ αὐτὸ καὶ ἕν, τουτέστι τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ· τοῦτο γὰρ σημαίνει τὸ ἀεί. εἰ γὰρ πᾶσα κίνησις καὶ πᾶσα μεταβολὴ πεπερασμένη ἐν πεπερασμένῳ γίνεται χρόνῳ, τὸ δὲ γίνεσθαι καὶ φθείρεσθαι μεταβάλλειν ἐστί, πᾶσα γένεσις καὶ φθορὰ πεπερασμένη ἐν πεπερασμένῳ γίνεται χρόνῳ· ἡ δὲ τοῦ πεπερασμένου γένεσις καὶ φθορὰ πεπερασμένη ἐστίν· ὥσπερ γὰρ κινεῖσθαι τὴν πεπερασμένην γραμμὴν ἐν ἀπείρῳ χρόνῳ ἀδύνατον πλὴν εἰ μὴ πάλιν καὶ πάλιν, οὕτως καὶ γίνεσθαι ἢ φθείρεσθαι τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ ἀδύνατον.
“因此,同一且单一的事物既不可能永远生成,也不可能永远消亡。” 他从前述论证中得出了一个推论,即同一且单一的事物既不可能永远生成,也不可能永远消亡,也就是有限之物不可能在无限时间内[生成或消亡];因为“永远”指代这个意思。因为如果一切有限的运动和一切有限的变化都在有限时间内发生,而生成和消亡乃是变化,那么一切有限的生成和消亡就都在有限时间内发生;而有限之物的生成和消亡是有限的。因为正如在无限时间内运动有限的线是不可能的——除非是反复进行——同样,有限之物在无限时间内生成或消亡也是不可能的。
"Ὁ δὲ αὐτὸς λόγος καὶ ὅτι οὐδὲ ἐν πεπερασμένῳ χρόνῳ ἕως τοῦ ὁ γὰρ αὐτὸς ἔσται λόγος." Δείξας ὅτι μὴ οἷόν τε ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον τι μέγεθος διεξιέναι ἢ πεπερασμένην εἶναι κίνησιν, νῦν τὸ ἀντίστροφον ἐκείνῳ δείκνυσιν, ὅτι μηδὲ τὸ ἄπειρον οἷόν τε διεξελθεῖν μηδὲ ἄπειρον εἶναι κίνησιν ἐν πεπερασμένῳ χρόνῳ. ἀλλ’ οὐδὲ ἠρεμίζεσθαι ἄπειρον ἠρέμησιν ἐν πεπερασμένῳ χρόνῳ. καὶ εἰ τὸ ἠρεμίζεσθαι τὸ ἠρεμεῖν σημαίνει τὸ ἀντικείμενον τῷ κινεῖσθαι, λέγοι ἂν ὅτι μηδὲ ἄπειρον ἠρεμίαν οἷόν τέ τι ἠρεμεῖν ἐν πεπερασμένῳ χρόνῳ. τὸ δὲ οὔτε ὁμαλῶς κινούμενον οὔτε ἀνωμάλως εἰ μὲν κατὰ κοινοῦ ἐπῆκται2 τῷ κινεῖσθαι καὶ ἠρεμίζεσθαι, εἴη ἂν τὸ ἠρεμίζεσθαι σημαῖνον τὸ πρὸς ἠρεμίαν ἵεσθαι, εἰ δὲ πρὸς μόνον ἐπῆκται τὸ κινεῖσθαι, μᾶλλον ἂν ὑπὸ τοῦ ἠρεμίζεσθαι τὸ ἠρεμεῖν σημαίνοιτο. ἀποδείξει δὲ τῇ αὐτῇ χρῆται καὶ νῦν τὸ πεπερασμένον καὶ ἐνταῦθα διαιρῶν καὶ συνδιαιρῶν αὐτῷ τὸ ἄπειρον, πλὴν ὅτι πρότερον μὲν τὸ μέγεθος διελὼν (αὐτὸ γὰρ ἦν τὸ πεπερασμένον ὑποτεθέν) συνδιεῖλεν τὸν ἄπειρον ὑποτεθέντα χρόνον. νῦν δὲ τὸν χρόνον ὑποθέμενος πεπερασμένον καὶ ἀπ’ αὐτοῦ μόριόν τι ἀφελών, ὃ καταμετρεῖ τὸν ὅλον, ἐπειδὴ ἐν ἑκάστῳ τούτων τῶν χρόνων πεπερασμένον τι κινεῖται τὸ κινούμενον (ἴσα μὲν ὅταν ἰσοταχῶς κινῆται, ἄνισα δὲ ὅταν μὴ ἰσοταχῶς, ἀεὶ δὲ πεπερασμένα· οὐ γὰρ δὴ ἐν μορίῳ τοῦ ὅλου χρόνου τὴν ἄπειρον κινήσεται· ἐν γὰρ τῷ ὅλῳ χρόνῳ ὑπέκειτο τὴν ἄπειρον κινεῖσθαι), συνδαπανηθήσεται οὖν τῷ πεπερασμένῳ χρόνῳ καὶ τὸ ἄπειρον ὑποτεθὲν μέγεθος,3 εἴτε ἴσα εἴτε ἄνισα εἴη τὰ τμήματα. πεπερασμένης δὲ τῆς διαιρέσεως οὔσης ἐν τῷ χρόνῳ πεπερασμένῳ ὄντι ὁμοίως συμπερανθήσεται καὶ ἡ ἐν τῷ μεγέθει διαίρεσις καὶ τῷ ποσῷ καὶ τῷ ποσάκις, τουτέστι καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ. τὸ δὲ ἐκ πεπερασμένων καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ οὐκ ἔστιν ἄπειρον, ὥστε οὐ δίεισιν ἐν πεπερασμένῳ χρόνῳ τὸ ἄπειρον. προστίθησι δὲ ὅτι οὐδὲν πρὸς τὴν δεῖξιν διαφέρει τὸ ἐπὶ θάτερα λαβεῖν ἄπειρον τὸ μέγεθος ἢ ἐπ’ ἀμφότερα· δῆλον δὲ ὅτι καὶ πρότερον τὸν χρόνον. κἂν γὰρ ἐπ’ ἄμφω ληφθῇ, ἡ αὐτὴ προχωρεῖ δεῖξις· ἐν γὰρ τῷ τοῦ πεπερασμένου χρόνου μορίῳ τῷ πεπερασμένῳ ἀνάγκη μόριόν τι τοῦ μεγέθους τοῦ ἐπ’ ἄμφω ὑποκειμένου ἀπείρου πεπερασμένον ληφθῆναι, καὶ τοσαυτάκις ληφθὲν τὸ πεπερασμένον μέρος, ὁσάκις καὶ ἐπὶ τοῦ χρόνου πεπερασμένου ὄντος, κἄν τε ἴσα κἄν τε ἄνισα ᾖ τὰ μέρη, πεπερασμένον δείξει τὸ ὑποτεθὲν ἄπειρον μέγεθος. καὶ πρότερον δὲ λαβὼν τὸν χρόνον ἐπὶ θάτερα πεπερασμένον ἔδειξεν, ὅτι τὸ μόριον τοῦ πεπερασμένου μεγέθους ἐν πεπερασμένῳ χρόνῳ κινηθήσεται τὸ κινούμενον, κἂν τὸ πᾶν εἴη κινεῖσθαι ἐν ἀπείρῳ.
“而论证同样表明在有限时间内也不可能……直到‘因为论证将是相同的’。” 在证明了不可能在无限时间内通过有限的大小或存在有限的运动之后,现在他证明了与此相反的命题,即在有限时间内既不可能通过无限者,也不可能存在无限的运动,而且在有限时间内也不可能经历无限的进入静止而趋于静止。如果“趋于静止”指代与“运动”相对立的“处于静止”,他大概会说,在有限时间内任何事物也不可能处于无限的静止之中。而“无论匀速运动还是非匀速运动”这一短语,如果共同附属于“运动”和“趋于静止”,那么“趋于静止”就将指代走向静止;但如果仅仅附属于“运动”,那么通过“趋于静止”宁可说是指代“处于静止”。现在他也同样使用这一证明,在此处也是分割有限者并随之共同分割无限者,不同之处仅在于:先前他分割了大小(因为正是大小被假定为有限的),并随之分割了被假定为无限的时间;而现在他假定时间是有限的,并从中取走度量整个时间的某个部分,既然在这些时间的每一个中运动之物都运动某种有限的分量(匀速运动时相等,非匀速时不等,但始终是有限的;因为绝不会在整个时间的某一部分中运动无限者;因为曾假定它是在整个时间内运动无限者),因此,无论各区段是相等还是不相等,被假定为无限的大小都将随着有限的时间一同被耗尽。既然在作为有限者的时间中的分割是有限的,同样,在大小中的分割也无论在量上还是在次数上——也就是在大小上和在数量上——都将被终结。而由在大小和数量上皆有限者构成的并非无限者,因此在有限时间内不会通过无限者。他又补充说,无论把大小取为单向无限还是双向无限,对于证明都毫无区别;显然先前对于时间也是如此。因为即使被取为双向无限,相同的证明依然成立;因为在有限时间的有限部分中,被假定为双向无限的大小的某个有限部分必然被取出来,而如果该有限部分被取出的次数与作为有限者的时间的情况相同,无论这些部分相等还是不相等,都将证明所假定的无限大小是有限的。并且在先前,他也是在取时间为单向有限之后,证明了运动之物将在有限时间内运动有限大小的部分,即便整体是在无限时间内被运动。
- 6.46Εἰ μὲν ἡ ἠρέμησις τὴν ἠρεμίαν αὐτῷ δηλοῖ
关于ἠρέμησις的词义,提出了两种句法与语义解读:亚里士多德在此究竟是指与运动相对立的状态“静止”(ἠρεμία),还是指趋向静止的动态过程“停下”(ἵστασθαι / τὸ πρὸς ἠρεμίαν ἰόν)。辛普里丘解释道,若取后者,则符合将运动二分为脱离起点(κινεῖσθαι)与趋向终点(ἠρεμίζεσθαι)的划分。
- 6.48τὸ δὲ οὔτε ὁμαλῶς κινούμενον οὔτε ἀνωμάλως εἰ μὲν κατὰ κοινοῦ ἐπῆκται
短语κατὰ κοινοῦ ἐπῆκται(“共同附属于”)指出了关于修饰成分管辖范围的语法判断。亚里士多德原文中的分词短语“无论匀速运动还是非匀速运动”是共同修饰动词κινεῖσθαι(运动)与ἠρεμίζεσθαι(趋于静止),还是仅修饰前者,直接决定了ἠρεμίζεσθαι究竟是指运动过程还是静止状态本身。
- 6.48συνδαπανηθήσεται οὖν τῷ πεπερασμένῳ χρόνῳ καὶ τὸ ἄπειρον ὑποτεθὲν μέγεθος
动词συνδαπανηθήσεται带与格τῷ πεπερασμένῳ χρόνῳ,构成表示伴随耗尽的被动结构,意为“随着有限的时间一同被耗尽”。它作为前述原因从句(ἐπειδὴ...)由οὖν引出的结论,构成了归谬法的核心推论:由于有限时间的每一个部分都对应消耗掉有限的一部分大小,因此随着有限时间步数的结束,假定为无限的大小也不得不一同耗尽。
