- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:97.5-98.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在阐明实体的部分并非以整体为底层而在其之中之后,注疏者探讨了文本次序的争论与属差的定义,论证了属差既非实体亦非偶性,而是“补充实体的实体性质”。
ὡς γὰρ ὁ Σωκράτης πρώτη οὐσία, καὶ τὰ μέρη τοῦ Σωκράτους πρῶται οὐσίαι εἰσίν, οἷον ἥ τις χείρ, ἡ τὶς κεφαλή. ὅταν οὖν λέγωμεν μηδεμίαν οὐσίαν εἶναι ἐν ὑποκειμένῳ, μὴ δόξῃ ταῦτα ἐν ὑποκειμένῳ εἶναι καὶ διὰ τοῦτο μὴ εἶναι οὐσίαι· ἐν ὑποκειμένῳ γὰρ ἐλέγομεν οὐ τὰ ὡς μέρη ἔν τινι ὑπάρχοντα, ἀλλὰ τὰ μὴ ὡς μέρη, ὥστε τὰ μέρη τῶν οὐσιῶν ἐν ὅλῳ μέν ἐστιν ἕκαστον ἐκείνῳ οὗ μέρος ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ταῦτα οὖν ἔδει προτετάχθαι, ὡς δοκεῖ τισιν, λύσιν ἔχοντα ἀπορίας τινὸς περὶ οὐσιῶν φερομένης, εἶτα οὕτως ἐπῆχθαι ὅτι οὐ μόνον ταῖς οὐσίαις ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀλλὰ καὶ ἄλλοις, ὥσπερ ταῖς διαφοραῖς. οὐ μὴν συναρέσκει τοῖς ἀκριβεστέροις ἡ τοιαύτη τῆς τάξεως μετάθεσις, ἀλλὰ τὴν Ἀριστοτέλους μᾶλλον ἐγκρίνουσιν. ἐπειδὴ γὰρ καὶ αἱ δεύτεραι οὐσίαι καὶ αἱ διαφοραὶ δοκοῦσιν ὡς μέρη συμπληροῦν τὰς ἀτόμους οὐσίας, ἔδει μετὰ τὰς δευτέρας οὐσίας περὶ τῶν διαφορῶν εἰπεῖν καὶ τότε οὕτως τὸ κοινῶς ἐφαρμόττον καὶ δευτέραις οὐσίαις καὶ ταῖς διαφοραῖς, λέγω δὲ τὸ μέρεσιν εἶναι τῆς οὐσίας, τοῦτο ἀσφαλίσασθαι, ὡς τὸ μέρη ὄντα αὐτὰ οὐσιῶν μὴ νομίσαι ἐν ὑποκειμένοις εἶναι τοῖς ὅλοις·1 ἀκολουθοτέρα γὰρ αὕτη ἡ τάξις ἤπερ μεταξὺ τοῦ περὶ τῶν δευτέρων οὐσιῶν λόγου καὶ τοῦ περὶ τῶν διαφορῶν ἐμβαλόντα τὸν περὶ τῶν μερῶν λόγον διακόψαι τὴν συνέχειαν. ἡ μὲν οὖν τάξις οὕτως ἔχει καλῶς. Ἐπειδὴ δὲ τῇ οὐσίᾳ ὑπάρχειν εἰπὼν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν αὐτὸ πρὸς τὰς διαφορὰς εὑρίσκει καὶ διὰ τοῦτο ἀξιοῖ μὴ εἶναι ἴδιον τῆς οὐσίας, ῥητέον οὖν πρῶτον περὶ διαφορᾶς, τί ἐστιν. καὶ γάρ τισιν δοκεῖ διαφορὰ εἶναι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος, καὶ δῆλον ὅτι ὡς πρὸς τὸ γένος αὐτῆς οὕτως ἡ διάκρισις ἀποδέδοται. ὁ μέντοι Βόηθος πρὸς τὸ εἶδος κυρίως συντάττεσθαί φησιν τὴν διαφοράν, ἀλλ’ οὐ πρὸς τὸ γένος, διόπερ καὶ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται αἱ διαφοραί. καὶ σύμπασαι μὲν ὁμοῦ ῥηθεῖεν ἂν περὶ τοῦ γένους, καθ’ ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ’ ἑαυτήν, καθ’ ὧν ἂν λέγηται, κατὰ πάντων ῥηθείη ἄν, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχεν δὲ τοῦ εἴδους, ὅτι ἡ διαφορὰ ἐστιν μετὰ τοῦ γένους, καὶ ἔστιν ἡ μὲν διαφορὰ μορφή τις τοῦ γένους, τὸ δὲ γένος ὥσπερ ὑποκείμενον προϋπάρχει. ἔστιν οὖν ἡ διαφορὰ συμπληρωτικὴ οὐσίας ἁπλούστερον 〈ἢ〉 ὡς τὰ εἴδη καὶ τὰ γένη συμπληρωτικὰ οὐσίας λέγεται·2 συμπληροῖ γὰρ τὸν ἄνθρωπον καὶ τὸ ζῷον καὶ τὸ λογικόν, ἀλλὰ τὸ μὲν ζῷον μεθ’ ὑποκειμένου καὶ διαφορᾶς, τὸ δὲ λογικὸν ὡς ἁπλῆ ποιότης· κἂν πάλιν τὸ λογικὸν προστεθείη μετὰ τοῦ ζῴου, τὸ μὲν ἐξ ἀμφοῖν ἔσται ὡς σύνθετον, τὸ δὲ προστιθέμενον πάλιν, οἷον τὸ θνητόν, ὡς ἁπλῆ ποιότης. διὸ τὰ μὲν εἴδη καὶ τὰ γένη ὡς ὑποκείμενα δεύτεραι οὐσίαι λέγονται, αἱ δὲ διαφοραὶ καθ’ ὑποκειμένου μὲν λέγονται, οὐ μήν εἰσιν οὐσίαι· οὐ γὰρ εἰς τὸ εἶναι, ἀλλ’ εἰς τὸ τοιόνδε εἶναι συμβάλλονται. οὐ μέντοι οὔτε συμβεβηκότα εἰσίν, ὅτι συμβάλλονται εἰς οὐσίαν τούτων, ἅπερ εἰδοποιοῦσιν. διὰ τοῦτο οὖν οὐδὲ ἐν ὑποκειμένῳ· τὸ γὰρ ἐν ὑποκειμένῳ καὶ χωρίζεται ἄνευ τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὸ δὲ τῆς διαφορᾶς τοιόνδε ἄνευ φθορᾶς οὐ χωρίζεται. ἀλλ’ οὐδὲ τὸ ἀχώριστον συμβεβηκός, φαίη ἄν τις, χωρίζεται ἄνευ φθορᾶς. ἀλλὰ κἂν μὴ χωρίζηται τοῦτο, ἄνεσις ὅμως καὶ ἐπίτασις περὶ αὐτὸ θεωρεῖται, ὥσπερ περὶ τὸ μέλαν τοῦ Αἰθίοπος εἰς ἄλλους τόπους μεταστάντος, καὶ ἡ τοῦ γάλακτος δὲ λευκότης ἧττόν ἐστι, μᾶλλον δὲ ἡ τῆς χιόνος, καὶ ἐπὶ τῶν ἄλλων ἀχωρίστων συμβεβηκότων ὡσαύτως· ἐπὶ δὲ τῆς διαφορᾶς τὸ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν, οὔτε ἐν πλείοσιν εἴδεσιν ἢ ἀτόμοις οὔτε ἐν τῷ αὐτῷ. τοιαύτη δὲ οὖσα ἡ διαφορά, εἰ μὴ οὐσία ἐστὶν μήτε συμβεβηκός, ταὐτὸν δὲ εἰπεῖν, μήτε οὐκ ἐν ὑποκειμένῳ3 μήτε ἐν ὑποκειμένῳ, τί ἂν εἴη, εἴπερ πάντα τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ; ἀνάγκη οὖν ποιότητα οὐσιώδη τὴν διαφορὰν εἶναι συμπληρωτικὴν τῆς οὐσίας, ἢ μέσην ποιότητος καὶ οὐσίας, κοινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ συμβεβηκότα, τοῖς δὲ συμβεβηκόσιν πρὸς τὰς οὐσίας.
因为正如苏格拉底是第一实体,苏格拉底的诸部分也是第一实体,例如某只手或某个头。因此,当我们说没有任何实体是在底层之中时,[必须防止]这些部分被认为是在底层之中,并由此不是实体;因为我们所说的在底层之中,不是指作为部分在某物中存在的事物,而是指不作为部分存在的事物,因此实体的诸部分各自是在它作为其一部分的整体之中,却不在任何底层之中。因此有些人认为,这些包含着对关于实体所提出的某一疑难的解答的内容,本应当置于前面,然后才以此方式引入:不在底层之中不仅属于实体,也属于其他事物,比如属差。然而,更严谨的学者并不赞同这种次序的调换,而是更加认可亚里士多德的安排。因为既然第二实体和属差似乎都作为部分补充着不可分实体,就应当在第二实体之后论述属差,然后才以此方式巩固普遍适用于第二实体和属差的属性——我指的是作为实体的诸部分——以致不至于因为它们本身是实体的诸部分,就被认为是在作为底层的整体之中。因为比起在关于第二实体的论述与关于属差的论述之间插入关于部分的论述从而打断连贯性,这种次序要连贯得多。因此,顺序以此方式是妥当的。 既然他在指出不在底层之中属于实体之后,发现这一点对属差而言也是共同的,并因此认定它不是实体的固有属性,那么首先就必须说明属差是什么。确实,在有些人看来,属差是天生能够将同一属下的事物区分开来的东西,显而易见,对它的界定是这样相对于属而言给出的。然而波埃图斯说,属差主要与种相对应,而不是与属相对应,正因如此属差也常常被用来代替种。所有属差合在一起固然可以用来表述属,但若各自单独而言,它可以表述自身之下的所有事物——即凡是它可以表述的事物——却绝不能表述属;因为每一个属差并不赋予属以形式。但属差不同于种,因为属差是与属共存的,且属差是属的某种形式,而属则如同底层一样预先存在。因此,属差补充实体的方式比种和属被称为补充实体的方式更单纯;因为动物和有理性的都补充人,但动物是伴随着底层与属差而补充,有理性的则是作为单纯的性质补充。如果再次将有理性的与动物一同附加,由两者合成之物将作为复合者存在,而再次附加的东西(例如会死的)将作为单纯的性质存在。因此,种和属作为底层被称为第二实体,而属差虽然表述底层,却决不是实体;因为它们所贡献的不是存在本身,而是成为这样那样的存在。然而它们也不是偶性,因为它们贡献于它们赋予形式的那些事物的实体。因此正因如此,它们也不在底层之中;因为在底层之中的事物即使没有底层的毁灭也可以被分离,而属于属差的这一类特征在没有毁灭的情况下是不可分离的。然而也许有人会说,不可分离的偶性在没有毁灭的情况下也是不可分离的。但是即便这一点不可分离,在它周围依然能观察到减弱与加强,正如移居到其他地方的埃塞俄比亚人的黑色所见的那样,而且牛奶的白较弱,雪的白较强,其他不可分离的偶性也是如此;但在属差上则不存在更多与更少,无论是在多个种或个体之中,还是在同一事物之中。属差既然是这样一种性质,如果它既不是实体也不是偶性——换句话说,既非不在底层之中,也非在底层之中——倘若一切存在者要么在底层之中,要么不在底层之中,那么它究竟会是什么呢?因此,属差必然是补充实体的实体性质,或者是性质与实体的居间者,为实体向偶性、以及偶性向实体提供某种共同的纽带。
- 2.6ὡς τὸ μέρη ὄντα αὐτὰ οὐσιῶν μὴ νομίσαι ἐν ὑποκειμένοις εἶναι τοῖς ὅλοις
连词 ὡς 与不定式 νομίσαι 连用,承接前文的 ἀσφαλίσασθαι,表示目的或结果(“加以巩固,以致不至于认为……”)。不定式 νομίσαι 的逻辑主语为泛指的人,而 αὐτά(指第二实体与属差)作 νομίσαι 所支配宾格从句的主语(或带述部分词 μέρη ὄντα 的宾语)。
- 2.6ἁπλούστερον 〈ἢ〉 ὡς τὰ εἴδη καὶ τὰ γένη συμπληρωτικὰ οὐσίας λέγεται
由校勘补充的连词 〈ἢ〉 引导的比较结构。在比较级副词 ἁπλούστερον(更单纯地)之后,比较的标准由 ὡς 从句给出(“比起种和属被称为补充实体的方式”)。这里形成了对比:属以包含底层和属差的复合方式进行补充,而属差则作为单纯的性质构成实体。
- 2.6τοιαύτη δὲ οὖσα ἡ διαφορά, εἰ μὴ οὐσία ἐστὶν μήτε συμβεβηκός, ταὐτὸν δὲ εἰπεῖν, μήτε οὐκ ἐν ὑποκειμένῳ μήτε ἐν ὑποκειμένῳ, τί ἂν εἴη, εἴπερ πάντα τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ;
提出疑难的反问句,开头的分词短语 τοιαύτη δὲ οὖσα ἡ διαφορά 嵌套了两个条件从句(εἰ μὴ... 与 εἴπερ...)。基本骨架为:“属差既然是这样,[在两种条件下]它会是什么呢(τί ἂν εἴη)?”插入语 ταὐτὸν δὲ εἰπεῖν 将“既非实体亦非偶性”等同于“既非不在底层中,亦非在底层中”。
