- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:95.12-97.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过指出实体并不是作为偶性、而是作为现实态或包容因现存,从而化解了诸实体相互内在(如灵魂在身体中、理智在灵魂中)的疑难。他反驳了关于时间与场所的疑问,援引普罗提诺等人的观点探讨了感觉实体的构成,并进而论述实体与属差及部分的次序关系。
ἢ οὐχ ὡς ἐν ὑποκειμένῳ ἐνυπάρχουσιν οὐδὲ ὡς συμβεβηκότων ἐοίκασιν μεθέξει,1 ἀλλ’ ὡς οὐσία πάρεστιν ἐν ἑτέρᾳ οὐσίᾳ, οὐχ ὡς μέρους τινὸς ἐν ὅλῳ τούτων ἐνόντων, ἀλλ’ ὡς τῆς ἐντελεχείας καὶ τῆς κατ’ ἐνέργειαν οὐσίας ἐν τῇ κατὰ δύναμιν ὑποδοχῇ καὶ ἐν τῇ ἀτελεῖ φύσει ἐνυπαρχούσης χωριστῶς, οἷον ἐν νηὶ κυβερνήτου καὶ καθόλου παντὸς τοῦ χρωμένου ἐν ἐκείνῳ ᾧ χρῆται καὶ πρὸς αὐτὸ παρόντος, ἢ τῆς συνεχούσης αἰτίας πρὸς τὴν συνεχομένην κατ’ ἄλλον τρόπον παραγινομένης, ἢ τῆς ἡνωμένης οὐσίας περιεχούσης ἐν ἑαυτῇ τὴν πεπληθυσμένην, ὥσπερ τοῦ κέντρου ἐν ἑαυτῷ τὸν κύκλον συνειληφότος. κατὰ γὰρ ταῦτα πάντα καὶ ἔτι ἄλλα τοιαῦτα δύναταί τις ἐξηγεῖσθαι τὴν τῶν οὐσιῶν παρουσίαν ἐν ἑτέραις οὐσίαις, καὶ οὐδὲν ἄτοπον ἐκ τούτου συμβήσεται. Ἀλλ’ οὐδὲ ὁ χρόνος, φασίν, ἐν ὑποκειμένῳ. ἢ διαιρετέον τὸν χρόνον, ἤτοι κατὰ τὸ μετροῦν ἢ τὸ μετρούμενον. καὶ εἰ μὲν κατὰ τὸ μεμετρημένον τις αὐτὸν λάβῃ, ἔσται ἐν τῇ κινήσει τὸ μέτρον ὡς ἐν ὑποκειμένῳ, ὥσπερ καὶ αὐτὴ ἡ κίνησις ἐν τῷ κινουμένῳ. εἰ δὲ κατὰ τὸ μετροῦν, οἷον τὴν ψυχήν, ὡς ὁ Ἀριστοτέλης φησίν, ἐν τῷ μετροῦντί ἐστιν τὸ μέτρον. εἰ μέντοι τις χρόνον λαμβάνοι τὸν καθ’ αὑτὸν ὑφεστῶτα, δῆλον ὡς οὐσία οὗτός ἐστιν, καὶ ἄλλης φιλοσοφίας ὁ τοιοῦτος λόγος. καὶ τὸν τόπον δὲ εἴ τις λέγει ὡς οὐδὲ αὐτὸς ἐν ὑποκειμένῳ, φήσομεν πρὸς αὐτόν, ὅτι πέρας τοῦ περιέχοντος ὢν ὁ τόπος κατὰ τὴν Ἀριστοτέλους περὶ τοῦ τόπου φιλοσοφίαν ἐν ἐκείνῳ ἔσται, καὶ οὕτως ἔσται τῶν ἐν ὑποκειμένῳ. ἀλλὰ ταῦτα μὲν εὐδιάλυτα. Ἐκεῖνο δὲ ἀπορίας ἄξιον, πῶς τὸ μὴ ἐν ὑποκειμένῳ καὶ τὰ ἄλλα τὰ τῇ οὐσίᾳ ὑπάρχοντα κοινῶς οὐχ ὡς συμβεβηκός τι δείκνυται· οὐ γὰρ κατ’ αὐτὸ τὸ εἶναι τὴν κοινωνίαν δείκνυσιν τῶν οὐσιῶν. πρὸς ὃ φασιν οἱ σπουδαιότεροι τῶν ἐξηγητῶν, ὅτι “ἡ αἰσθητὴ οὐσία συμφόρησίς τίς ἐστιν ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα συμπαγέντα μίαν ποιεῖ τὴν αἰσθητὴν οὐσίαν, χωρὶς δὲ ἕκαστον λαμβανόμενον τὸ μὲν ποιόν, τὸ δὲ ποσόν ἐστιν ἤ τι ἄλλο. καὶ ὃ μὲν ἂν ἐλλεῖπον μήπω ἀπηρτισμένην παρέχηται τὴν αἰσθητὴν οὐσίαν, μέρος ἔσται τῆσδε τῆς οὐσίας· ὃ δ’ ἂν γενομένῃ τῇ οὐσίᾳ ἐπισυμβῇ, τὴν οἰκείαν ἔχει τάξιν τὴν ἐπίκτητον, οὐ κρυπτόμενον ἐν τῷ μίγματι τῷ ποιοῦντι τὴν λεγομένην οὐσίαν, καὶ ἕκαστον μὲν τῶν συνιόντων οὐκ ἔστιν οὐσία, τὸ δὲ ὅλον τὸ ἐκ πάντων οὐσία ἐστίν. καὶ οὐ δυσχεραντέον, εἰ τὴν οὐσίαν τὴν αἰσθητὴν ἐξ οὐκ οὐσιῶν ποιοῦμεν· οὐδὲ γὰρ τὸ ὅλον ἀληθὴς ἦν οὐσία, ἀλλὰ μιμουμένη τὴν ἀληθῆ, ἥτις ἄνευ τῶν ἄλλων περὶ ἑαυτὴν ἔχει τὸ ὄν, καὶ τῶν ἄλλων ἐξ αὐτῆς γινομένων, ὅτι ἀληθῶς ἦν· ἐν δὲ τῇ αἰσθητῇ καὶ συνθέτῳ καὶ τὸ ὑποβεβλημένον ἄγονον καὶ οὐχ ἱκανὸν εἶναι ὄν, ὅτι μηδὲ ἐξ αὐτοῦ τὰ ἄλλα, σκιὰ δὲ καὶ ἐπὶ σκιᾷ αὐτῇ οὔσῃ ζωγραφία καὶ σκιαγραφία”.2 διόπερ ἐξ ἀνάγκης συμβαίνει μὴ πάντα ἐν τῷ εἶναι ὑπάρχειν ἐπὶ τῶν γινομένων μηδὲ ἡμᾶς τὰ ὑπάρχοντα αὐτοῖς λαμβάνοντας δύνασθαι ἀεὶ τὰ κατ’ οὐσίαν ὑπάρχοντα αὐτοῖς περιλαμβάνειν. Ἀλλὰ διὰ τί ἀπὸ τῶν μὴ ἰδίων τῆς οὐσίας χαρακτηρίζει αὐτήν; πρὸς τὸ γνῶναι, φήσομεν, τὰ μὴ ὄντα οὐσίας· ἐκεῖνο γὰρ οὐκ ἔσται οὐσία, ᾧ ἂν μὴ ὑπάρχῃ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. πρὸς τὸ εἰδέναι οὖν τὰς μὴ οὐσίας χρήσιμον τοῦτο· οὐκ εὐθὺς δὲ εἰσόμεθα καὶ τί οὐσία, ἀλλὰ δευτέρας δεόμεθα διδασκαλίας. μήποτε δὲ καὶ αὐτόθεν τῆς οὐσίας ἴδιον τοῦτο τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, ἀλλὰ καθ’ ἑαυτὸ εἶναι· κἂν γὰρ κοινὸν ᾖ αὐτῇ τοῦτο πρὸς τὴν διαφοράν, ἀλλὰ καὶ ἡ διαφορὰ καθὸ οὐσιώδης ἐστὶν ἔχει τοῦτο. διὸ καὶ Ἀρχύτας ἐν μὲν τοῖς κοινοῖς τίθησιν “τὸ καθ’ αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὥσπερ γλαυκότατα καὶ χαροπότατα ὀφθαλμοῖς”, οἰκεῖον δὲ αὐτὸ καλεῖ τῆς οὐσίας, ὅτι καὶ τῇ διαφορᾷ ὡς οὐσίᾳ ὑπάρχει τοῦτο. Ἐπειδὴ λοιπὸν καιρός ἐστιν διατεῖναι τὴν κοινότητα τῆς οὐσίας καὶ ἐπὶ τὰς διαφοράς (λέγω δὲ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι), δεῖ πρῶτον διορίσαι τὸ περὶ τῆς τάξεως ζήτημα. λέγουσι γάρ τινες, ὡς ἔδει τοῦ περὶ τῶν διαφορῶν λόγου προτετάχθαι τὸ περὶ τῶν μερῶν τῶν οὐσιῶν εἰρημένον·3 μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις.
或者不如说,它们并不是作为在底层中那样内在存在的,也不像对于偶性的分有,而是作为实体在另一实体中现存那样存在的——并不是这些作为某种部分在整体之中,而是如同现实态和出于实现的实体,分离地内在存在于潜在的容受者和不完满的自然之中,正如舵手在船中,一般而言如同一切使用者在它所使用的东西之中并临在于它,或者如同维系的原因以另一种方式呈现在被维系者面前,或者如同统一的实体将多化的实体包容在自身之中,正如圆心将圆包容在自身之中一样。因为按照所有这些方式以及其他类似的方式,人们都能够解释诸实体在其他诸实体中的现存,并且由此不会产生任何荒谬。然而他们说,时间也不在底层之中。或者不如说,必须把时间划分为依测量者而言或依被测量者而言。如果有人依已被测量的东西来把握它,测度就会作为在底层中那样在运动之中,正如运动本身在被运动者之中一样。但如果依测量者(例如灵魂)来把握,正如亚里士多德所言,测度就在测量者之中。然而如果有人把时间理解为自存的,显然这是实体,而这样的论述属于另一种哲学。如果有人对场所也说它本身同样不在底层之中,我们将对他说:场所按照亚里士多德关于场所的哲学既是包容者的边界,它就将在那包容者之中,并由此属于在底层中的事物。然而这些是容易解决的。 但是那一问题值得怀疑:不在底层之中以及其他普遍属于实体的特征,怎么不会被显示为某种偶性;因为他并没有按照存在本身显示诸实体的共同性。对此,更认真的注疏家们说:“感觉实体是性质与质料的某种堆集,一切共同凝结时就生成单一的感觉实体,但当每一项被分别把握时,这一项是性质,那一项是数量,或是别的什么。凡因缺失而使感觉实体尚未完备者,将是这一实体的部分;凡在实体生成之后附加而来的,则具有其自身后得的秩序,并不隐藏在生成所谓实体的混合物之中;聚合的各要素本身不是实体,但由一切构成的整体则是实体。如果我们用非实体构成感觉实体,也不必感到不安;因为整体也不是真正的实体,而只是对真正实体的模仿,真正的实体无需其他事物便在自身周围拥有存在,并且正因为它真实存在,其他事物才由它生成;但在感觉的和复合的实体中,连所奠定的底层也是不毛的,不足以成为真实存在者,因为其他事物并非由它产生,而它只是一道阴影,是画在自身即是阴影之物上的图画与影绘。”因此必然发生的是,在生成之物上并非一切都存在于存在之中,我们把握属于它们的事物时,也无法始终包罗按照实体而属于它们的事物。 然而,他为什么用不属于实体所固有的东西来表征它呢?我们将说:为了认识那些不是实体的事物;因为凡不具有不在底层中存在这一特性的,就不会是实体。因此,这对于知晓非实体是有用的;但我们并不会立刻也知晓实体是什么,而是需要进一步的教导。或者说,“不在底层中存在”即“自存”,从根本上就是实体的固有属性;因为即便这一点对它和属差而言是共同的,但属差也是在其作为实体性的限度内具有这一点的。因此阿尔库塔斯在共同属性中也列入了“自存,而不与任何其他事物共存,不像青色或明亮[与眼睛共存]那样”,但他称其为实体的本己属性,因为这也作为实体属于属差。 既然接下来到了将实体的共同属性(我指的是不在底层中存在)也扩展到属差上的时机,就必须首先裁定关于顺序的问题。因为有人说,关于实体的诸部分的论述,本应当置于关于属差的论述之前;但切莫让实体的诸部分好像存在于作为底层的整体之中那样来困惑我们。
- 2.6οὐδὲ ὡς συμβεβηκότων ἐοίκασιν μεθέξει
第三人称复数动词 ἐοίκασιν 的主语是上一段末尾提出的理智、灵魂和理念等。在 ὡς συμβεβηκότων μεθέξει 结构中,与格 μεθέξει 作动词 ἔοικα 的补足语(“类似于”),属格 συμβεβηκότων 则充当动作名词 μεθέξει 的宾格性属格(“对偶性的分有”)。
- 2.6σκιὰ δὲ καὶ ἐπὶ σκιᾷ αὐτῇ οὔσῃ ζωγραφία καὶ σκιαγραφία
此处为主系表结构中系动词省略的句式。ἐπὶ σκιᾷ αὐτῇ οὔσῃ 是介词 ἐπί 支配与格名词 σκιᾷ 及同格分词短语 αὐτῇ οὔσῃ(“在自身即是阴影之物上”),与前后的主格表语 σκιὰ 以及后文的 ζωγραφία καὶ σκιαγραφία 共同构成隐喻性表语,用以强调感性实体的底层之虚幻无实。
- 2.6προτετάχθαι τὸ περὶ τῶν μερῶν τῶν οὐσιῶν εἰρημένον
在由 ὡς ἔδει 引导的间接引语从属从句中,中性单数名词化分词短语 τὸ περὶ τῶν μερῶν τῶν οὐσιῶν εἰρημένον 作宾格主语,与完成时被动态不定词 προτετάχθαι(“本应置于……之前”)共同构成受无人称动词 ἔδει 支配的“宾格加不定词”结构。
