- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:98.25-100.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了关于属差作为实体与性质之中介的本性及定义的诸种见解(包括扬布里柯与亚历山大的讨论),并辩护了属差不在底层之中以及属差能够被同名表述的合情性。
ἡ γὰρ φύσις οὐκ ἀμέσως ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβαίνειν φιλεῖ, ὥσπερ οὐδὲ ἀπὸ τῶν ζῴων εἰς τὰ φυτά, ἀλλὰ μεταξύ τινα φύσιν τὴν τῶν ζῳοφύτων ὑπέστησεν, συναγωγὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν ἢ συνδετικὴν αὐτῶν πρὸς ἄλληλα· καὶ ἐνταῦθα τοίνυν μέσην ὑπέστησεν τὴν διαφοράν, κατὰ μέν τινας ὡς κεχωρισμένην ἀμφοῖν, κατ’ ἄλλους δὲ ὡς ἀμφοτέρων μετέχουσαν. ἄλλη δὲ ἂν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρωτικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ καὶ μέρος αὐτῆς, ἤτοι κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρουμένην ἢ μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς πρὸς τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτό πως αὐτὴν καὶ διατίθεσθαι διαφόρως. Τοσαῦται μὲν οὖν αἱρέσεις γένοιντο ἂν περὶ τῶν διαφορῶν. χρησίμη δέ ἐστιν ἡ περὶ αὐτῶν θεωρία πρὸς ὅλην τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐν πάσαις γάρ εἰσι ταῖς κατηγορίαις αἱ διαφοραί. ἀλλὰ τίς ἡ βελτίων δόξα περὶ τῆς διαφορᾶς ἐν ταῖς εἰρημέναις, σκοπεῖν ἄξιον. ἢ ὅτι τὸ μέσον ἕξει ποιότητος καὶ οὐσίας,1 διὸ καὶ συντελεῖ εἰς τὸ ποιὸν εἶναι καὶ λέγεται περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν καὶ οὐχ ὡς ἐν ὑποκειμένῳ. διὸ δεῖ, φησὶν Ἰάμβλιχος, προστιθέναι εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ τὸ ‘οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου’· τὸ γὰρ εἶδος συντελεῖ καὶ ἡ διαφορά. μήποτε δὲ ἀρκεῖ προσκείμενον τῷ ὁρισμῷ τὸ “μὴ ὡς μέρος”· ἡ γὰρ διαφορὰ μέρος γίνεται ὥσπερ καὶ τὸ γένος. δεῖ δὲ τὴν διαφορὰν ἔχεσθαι τοῦ εἴδους ὃ συμπληροῖ, τῆς δὲ κατὰ τὸ ἄμορφον τοῦ ὑποκειμένου ἀδιαφόρου ποιώσεως, ἵν’ οὕτως εἴπω, παντελῶς καθαρεύειν. καὶ κατ’ ἄλλον δὲ τρόπον ῥητέον ὡς διαφορὰ κυρίως ἐστὶν ἡ τὸ γένος εἰς εἴδη διαιροῦσα καὶ ἐν αὐτῷ τῷ διαιρουμένῳ καὶ κατ’ αὐτὴν οὖσα τὴν τοῦ διαιρουμένου φύσιν, οἷον ζῴου καθὸ ζῷον, οὐσίας καθὸ οὐσία· κατὰ γὰρ τὸ εἶδος ἡ διαφορὰ καθ’ ἣν τὰ γένη τέμνεται εἰς τὰ εἴδη, ὁ δὲ τὶς ἄνθρωπος τοῦ τινός, οἷον Δίων καὶ Πλάτων, οὐδὲν διαφέρουσιν εἰδικῇ τοῦ ἀνθρώπου διαφορᾷ. Ἀλέξανδρος δὲ ἀπορεῖ, ὡς εἰ ποιότης ἐστὶν ἡ διαφορά, ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ ἐστὶν καὶ οὐκ ἔτι καθ’ ὑποκειμένης αὐτῆς λέγεται. πρὸς ὃν δυνατὸν λέγειν ἀντιστρέφοντα τὸ ὑποθετικόν, ὡς εἰ καθ’ ὑποκειμένου λέγονται αἱ διαφοραί, ἐν ὑποκειμένῳ δὲ οὐδενί εἰσιν, δῆλον ὡς οὐκ ἂν εἶεν ποιότητες τοιαῦται, ὁποίας αὐτὰς οἱ ταῦτα ἀποροῦντες νομίζουσιν. ἀλλ’ εἰ καθ’ ὑποκειμένου, φασίν, λέγεται τῆς πρώτης καὶ ἐνύλου οὐσίας, ἡ διαφορὰ ἔσται καὶ αὐτὴ ἔνυλος. ἢ εἰ μὲν ἔνυλόν φασι τὸ μετὰ τῆς ὕλης ὑφιστάμενον ὡς ἔχον τινὰ καὶ καθ’ ἑαυτὸ ὑπόστασιν, οὐδὲν ἄτοπον καὶ τὰς διαφορὰς οὕτως ὑπαρχούσας συνωνύμως κατηγορεῖσθαι· καὶ γὰρ καὶ τὸ εἶδος τὸ μετὰ τῆς ὕλης συμπληρωτικὸν τῆς ἀτόμου οὐσίας ἔχει καὶ καθ’ ἑαυτὸ ἰδίαν ὑπόστασιν καὶ μετὰ τῆς ὕλης κοινήν, καὶ οὐχ ὅλον ἐστὶν τῆς ὕλης, συντελοῦν τε εἰς τὴν οὐσίαν συνωνύμως κατ’ αὐτῆς κατηγορεῖται, αἵ τε δεύτεραι οὐσίαι καθ’ ὑποκειμένου λεγόμεναι οὐκ ἔσονται πάντως ἔνυλοι ὡς ἐν τῇ ὕλῃ τὸ εἶναι ἔχουσαι. παραιτησόμεθα δὲ καὶ τὰς ἁπλᾶς ἐν ποιότητι οἷον λογικότητι προϊούσας διατάξεις περὶ τῶν διαφορῶν καὶ τὰς συλλαμβανούσας τὴν ὕλην μετ’ αὐτῶν ἢ τὸ γένος καὶ τὰς παντάπασιν χωριζούσας αὐτῶν τὴν φύσιν τοῦ εἴδους· πᾶσαι γὰρ αὗται αἱ δόξαι τῆς ἀληθινῆς περὶ τῶν διαφορῶν αἱρέσεως ἀποπίπτουσιν· Ἰάμβλιχος δέ γε καὶ τὸ ἐκ πλειόνων διαφορῶν εἶναι τὸ εἶδος·2 ἀεὶ γὰρ μία ἐστὶν ἡ τελευταία τοῦ εἴδους μορφωτική, αἱ δὲ προάγουσαι ὡς γένη προϋπόκεινται. μήποτε δὲ ἓν μὲν εἶναι χρὴ τὸ προσεχὲς γένος ἐν τῷ εἴδει, τὰς δὲ ἄλλας διαφορὰς διοριζούσας ἀπὸ τῶν ὁμογενῶν εἰδῶν πλειόνων ὄντων· καὶ γὰρ τὸ λογικὸν πρὸς τὰ ἄλογα διορίζει τὸν ἄνθρωπον καὶ τὸ θνητὸν πρὸς τὰ ἀθάνατα, ἀλλὰ καὶ τὸ ζῷον, φαίη ἄν τις, πρὸς τὰς μὴ ζώσας οὐσίας, καὶ τὸ ἔμψυχον πρὸς τὰς ἀψύχους, καὶ οὕτως καὶ τὰ πολλὰ γένη διαφοραὶ γίνονται, ἀλλ’ οὐχὶ αἱ διαφοραὶ γένη, εἴπερ τὰ μὲν γένη τὸ τί ἐστιν σημαίνει, αἱ δὲ διαφοραὶ τὸ ὁποῖόν τι. Ἀποροῦσι δέ τινες, πῶς τὴν διαφορὰν συνωνύμως κατηγορεῖσθαί φησιν, οἷον τοῦ πεζοῦ καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου· οὔτε γὰρ τοὔνομα οὔτε τὸν λόγον ἐστὶ κατηγορεῖν τοῦ ὑποκειμένου.3 τὸ γὰρ πεζὸν ἓν μὲν σημαίνει τὴν ἕξιν αὐτὴν οἷον τὴν πεζότητα, ἕτερον δὲ τὸ μετέχον τῆς ἕξεως ταύτης καὶ διακείμενον κατὰ ταύτην.
因为自然并不习惯从相反者直接过渡到相反者,正如它并不[直接]从动物过渡到植物,而是确立了植形动物这一某种居间的自然,它将两极结合在一起,并使它们彼此补充或联系起来;因此在这里,[自然]同样将属差确立为居间者,据某些人说它是脱离两者的,据另一些人说它是分有两者的。另一种看法则属于那些不仅说属差是实体的补充,而且也是它的一部分的人,这或是根据对底层的包容来考察,或是作为依照种的实体的部分,或是随着与底层的关系而共同改变,从而在底层周围以某种方式产生不同的状态。关于属差,诚然能够产生如此多的派别。关于属差的考察对于整个范畴的学说是有用的;因为属差存在于一切范畴之中。但在所说的见解中,哪一种关于属差的看法更好,是值得考察的。也许是它将占据性质与实体之间的中间位置,正因如此,它既有助于成为某种性质的事物,又被说成是在实体周围界定性质,而不是作为在底层之中。因此,扬布里柯说,必须在在底层之中的定义中加上“对底层的实体毫无贡献”这一句;因为种和属差都是有所贡献的。但也许定义中所附加的“不作为部分”就已经足够了;因为属差就像属一样成为部分。并且属差必须紧附着它所补充的种,完全免于(如果我可以这样说的话)依照底层的无形式性的无属差的性质赋予。还必须以另一种方式说明:属差严格来说是将属划分为种的东西,且存在于被划分者自身之中,并符合被划分者自身的自然,例如动物[的属差]就动物作为动物而言,实体[的属差]就实体作为实体而言;因为按照种的属差正是诸属被切分成诸种所依据的属差,而某个个别人与某个个别人(例如狄翁与柏拉图)依照人的种属差则毫无差别。但亚历山大提出了一个疑难,认为如果属差是性质,它就是在作为底层的实体之中,而不再是被用来表述底层了。针对他,可以通过倒转这个假言命题来说:如果属差表述底层,且不在任何底层之中,显而易见,它们就不会是提出这些疑难的人所认为的那种性质。但他们说,如果它表述第一且质料性的实体这一底层,属差自身也必定是质料性的。或者说,如果他们所谓的“质料性的”是指与质料一同确立、因而在自身也有某种自立存在之物,那么属差在如此存在的同时被同名表述,也毫无荒谬之处;因为与质料一同补充不可分实体的形式,不仅在自身拥有特有的自立存在,也与质料一同拥有共有的自立存在,且并不完全属于质料,它在贡献于实体的同时被用来同名表述它,而表述底层的第二实体也绝不会因为在质料中拥有存在就完全是质料性的。我们也将拒绝那些在单纯性质(如有理性)中进行的关于属差的规定,以及那些将质料或属与属差一同包含的规定,还有那些将属差的自然与种完全分离开来的规定;因为所有这些意见都偏离了关于属差的真正派别。扬布里柯甚至还[拒绝]种由多个属差构成这种看法;因为赋予种以形式的永远是最后一个单一的属差,而先前的属差则是作为属被预先设立的。但也许种中的近属必须是一个,而其他属差则是将它与多个同属的种区分开来的;因为有理性的确实将人与无理性的事物区分开,会死的将人与不死的事物区分开,但也许有人会说,动物也将人与无生命的实体区分开,有灵魂的也将人与无灵魂的事物区分开,这样一来许多属也变成了属差,但属差却不会成为属,假若属指示是什么,而属差指示是怎样的事物的话。还有些人提出疑难:他怎么能说属差是被同名表述的,比如“步行的”其名称和定义都被用来表述底层;因为既不能将名称也不能将定义用来表述底层。因为“步行的”一方面指状态本身(如步行性),另一方面指分有这一状态并依此处于某种状态的事物。
- 2.6ἢ ὅτι τὸ μέσον ἕξει ποιότητος καὶ οὐσίας
引导对前句疑问(τίς ἡ βελτίων δόξα... σκοπεῖν ἄξιον)之回答的结构。ἢ ὅτι 引出一个推测性或探讨性的答复(“或许是……”),其主语在上下文中承前指“属差”(ἡ διαφορά)。
- 2.6Ἰάμβλιχος δέ γε καὶ τὸ ἐκ πλειόνων διαφορῶν εἶναι τὸ εἶδος
通过承接前句的主动词 παραιτησόμεθα(或其第三人称形式 παραιτεῖται)来理解的省略结构。意思是扬布里柯也排斥(拒绝)“种由多个属差构成”这一主张。
- 2.6οὔτε γὰρ τοὔνομα οὔτε τὸν λόγον ἐστὶ κατηγορεῖν τοῦ ὑποκειμένου
非人称结构,ἐστί 搭配不定式 κατηγορεῖν 表示可能(“能够表述 / 可以表述”)。宾格 τοὔνομα 与 τὸν λόγον 是不定式的直接宾语,属格 τοῦ ὑποκειμένου 是复合动词所要求的补足语。
