- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:93.26-95.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了第一实体和第二实体均“不在底层中存在”的论证,依据包括四分法划分、个体与属的本质关联、普遍者与偶性的持存差异、同名同义述托,以及阿尔库塔斯关于质料、形式与复合体的三分法。随后,他辩明“不在底层中”虽为否定表述实则包含确定的肯定意义,并在最后提出了关于灵魂与理智之容纳关系的疑难。
ἀλλ’ ἔστι λέγειν ὅτι δυνατὸν τὴν ἀνάλογον ὁμοιότητα ἀφορίζεσθαι πανταχοῦ. Λέγει δὲ Ἀριστοτέλης τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν καὶ τῶν πρώτων καὶ τῶν δευτέρων οὐσιῶν ὑπάρχειν, εἴτε ὡς κοινὸν τοῦτο λέγων εἴτε ὡς μοῖραν τοῦ ἰδίου τῆς οὐσίας παραδιδοὺς αὐτό. καὶ ἐπὶ μὲν τῆς πρώτης οὐσίας οὐκ ἐδεήθη ἀποδείξεως· αὐτόθεν γὰρ ὡμολόγητο οὐκ ἐν ὑποκειμένῳ εἶναι διά τε τῆς ἐν ἀρχῇ τετραχῇ γενομένης διαιρέσεως καὶ ὅτε τί ἐστιν ἡ κυριωτάτη οὐσία ἐδίδασκεν· περὶ μέντοι τῆς δευτέρας οὐσίας καθ’ ὑποκειμένου μὲν λεγομένης, οὐκ ἐν ὑποκειμένῳ δὲ οὔσης ἀποδείκνυσιν. τῶν δὲ ἀποδείξεων ἡ μὲν ἐστιν ἀπὸ τῆς διαιρέσεως· αἱ γὰρ δεύτεραι οὐσίαι εἰσὶν αἱ καθ’ ὑποκειμένων μὲν τῶν ἀτόμων λεγόμεναι, ἐν ὑποκειμέναις δὲ αὐταῖς οὐκ οὖσαι. δευτέρα δὲ ἀπόδειξις ἀπὸ τοῦ μὴ οἷόν τε τὸν τινὰ ἄνθρωπον ἄνευ τοῦ ἀνθρώπου εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐν ὑποκειμένῳ ὁ ἄνθρωπος ἔσται τῷ τινὶ ἀνθρώπῳ οὐδὲ ἄλλη δευτέρα οὐσία οὐδεμία. οὐ γὰρ συντελεῖ τι τὰ ἐν ὑποκειμένῳ εἰς τὴν τῶν ὑποκειμένων οὐσίαν, ὁ μέντοι τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστιν ὡς ὑπὸ τοῦ ἀνθρώπου συμπληρούμενος. εἰ δὲ μὴ ἐν τῇ πρώτῃ οὐσίᾳ ὡς ἐν ὑποκειμένῳ εἰσὶν αἱ ἄλλαι οὐσίαι, οὐδὲ ἐν ἄλλῳ τινὶ ἔσονται ὡς ἐν ὑποκειμένῳ· πάντα γὰρ τὰ ἄλλα ἢ ἐν ὑποκειμέναις ἐστὶν ταῖς πρώταις οὐσίαις ἢ καθ’ ὑποκειμένων αὐτῶν λέγεται. ἔτι δὲ τὰ μὲν ἐν ὑποκειμένῳ ὄντα φθείρεσθαι δύναται σῳζομένου τοῦ ὑποκειμένου, ὥσπερ τὸ λευκόν· τὰ δὲ εἴδη καὶ τὰ γένη οὐ δύναται φθαρῆναι σῳζομένων τῶν ἀτόμων, καθ’ ὧν λέγονται. καὶ τοῦ ὑποκειμένου δὲ φθαρέντος τὸ μὲν ἐν ὑποκειμένῳ οἴχεται, τὸ δὲ καθόλου σῴζεται, ἄλλοτε ἀλλοίων τῶν ἀτόμων γινομένων. ἔτι δὲ τὰ εἴδη καὶ τὰ γένη ἢ ἐν τοῖς ἰδίοις ἀτόμοις ἔσται ἐν ὑποκειμένοις ἢ ἐν ἄλλοις. ἀλλ’ οὔτε ἐν τοῖς ἰδίοις δυνατόν· καὶ γὰρ καὶ τὰ ἐν ὑποκειμένῳ ὄντα ἐν τοῖς ἰδίοις ἀτόμοις οὐκ ἔστιν ὡς ἐν ὑποκειμένοις, ἀλλ’ ὡς καθ’ ὑποκειμένων αὐτῶν λέγεται· οὐ μὴν οὐδὲ ἐν ἄλλῳ ἐνυπάρχουσιν· οὐδὲν γάρ ἐστιν ὑποκείμενον ἄνευ τῶν ἀτόμων οὐσιῶν. ἔτι δὲ καὶ οὕτως ὁ Ἀριστοτέλης συλλογίζεται· τὰ ἐν ὑποκειμένῳ ὄντα ὁμωνύμως κατηγορεῖται· οὐδεμία δὲ τῶν δευτέρων οὐσιῶν ὁμωνύμως κατηγορεῖται, ἀλλὰ συνωνύμως· οὐδεμία ἄρα τῶν δευτέρων οὐσιῶν ἐν ὑποκειμένῳ ἔσται. ἀλλὰ μὴν οὐδὲ ἡ πρώτη· οὐδεμία ἄρα οὐσία. Καὶ κατὰ τὴν Ἀρχύτειον δὲ τῶν οὐσιῶν διαίρεσιν τὴν εἰς ὕλην καὶ εἶδος καὶ τὸ σύνθετον τὸ αὐτὸ δείκνυσιν ὁ λόγος, ὅτι οὐδεμία οὐσία ἐν ὑποκειμένῳ. ἡ μὲν γὰρ ὕλη ὑποκείμενον οὖσα πᾶσιν καὶ πρῶτον ὑποκείμενον πρόδηλον ὡς οὐκ ἔστιν τῶν ἐν ὑποκειμένῳ. ἀλλ’ οὐδὲ τὸ εἶδός ἐστιν ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ· μεθ’ οὗ γὰρ συναπαρτίζει ἕν τι κατ’ ἴσην συντέλειαν, οὐκ ἔστιν θάτερον ἐν θατέρῳ, ὥστε οὐδ’ ἂν αὐτὸ εἴη ἐν ὑποκειμένῳ. ἡ δὲ σύνθετος οὐσία περιέχουσα ἐν ἑαυτῇ τὸ εἶδος καὶ τὴν ὕλην εἰκότως οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ. Ἀλλὰ τὸ μὴ ἐν ὑποκειμένῳ ἀποφατικόν, ἀποφατικῶς δέ, φασίν, οὐδὲν οἷόν τε τῇ διανοίᾳ περιλαμβάνειν· ἀόριστος γὰρ ἡ ἀπόφασις, καὶ ὡρισμένην γνῶσιν τῷ ἀορίστῳ συναρμόζειν ἀδύνατον. ἢ τὸ δηλούμενον ἀπὸ τῆς ἀποφατικῆς ταύτης φωνῆς ὡρισμένον πώς ἐστι καὶ καταφατικόν. οὐδὲν γὰρ ἄλλο λέγει τὸ μὴ ἐν ὑποκειμένῳ ἢ ὅτι αὐτὸ ὅπερ ἐστὶν ἑαυτοῦ ἐστιν1 ἢ μέρος ἐστὶ συμπληρωτικὸν τοῦ τοιούτου, καὶ ὅτι ὑποκείμενόν ἐστιν· καὶ γὰρ καὶ τοῦτο κοινὸν ὑπάρχει κατὰ πάσης οὐσίας, ἀλλὰ ἄλλως μὲν ἡ ὕλη τῷ εἴδει ὑπόκειται, ἄλλως δὲ τὸ συναμφότερον ταῖς ἀπ’ αὐτοῦ γινομέναις ἐνεργείαις. ἔτι δὲ εἰ οὐσία ἐστὶν κυρίως, ἀφ’ ἧς τὰ ἄλλα καὶ δι’ ἣν τὰ ἄλλα καὶ περὶ ἣν τὸ πάσχειν καὶ ἀφ’ ἧς τὸ ποιεῖν, τῇ δὲ τοιαύτῃ ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ, εἰκότως ἡ οὐσία λέγεται μὴ εἶναι ἐν ὑποκειμένῳ· καθ’ αὐτὴν γὰρ οὖσα οὐκ ἔχει ἐν ἄλλῳ τὸ εἶναι. καὶ τὸ εἶδος δὲ καὶ τὸ γένος μέρη ὄντα τῆς οὐσίας οὐκ ἔσται ἐν ὑποκειμένῳ. τῷ δὲ μήτε ἐν ὑποκειμένῳ μήτε καθ’ ὑποκειμένου προσθετέον ‘ὡς κατ’ ἄλλου’·2 ὅταν γὰρ τὸν ἄνθρωπον τοῦ Σωκράτους κατηγορῶμεν, οὐχ ὡς τὸ ξύλον λευκὸν λέγομεν, ἀλλ’ ὡς τὸ λευκόν. περὶ μὲν οὖν τούτων τοσαῦτα. Ἀπορήσειε δ’ ἄν τις, πῶς οὐκ ἔσται οὐσία ἐν ὑποκειμένῳ, ὅταν νοῦς ᾖ ἐν τῇ ψυχῇ, ψυχὴ δὲ ἐν σώματι, αἱ δὲ ἰδέαι κατὰ Πλάτωνα ἐν τῷ νῷ.
然而可以说,在所有地方界定类比的相似性是可能的。亚里士多德说,不在底层中存在,是第一实体和第二实体所共同具有的,无论他是将此作为共同属性来阐述,还是作为实体固有属性的一部分来传授。在第一实体上,他并不需要证明;因为无论通过开篇所作的四分法划分,还是当他讲授何为最根本的实体时,不在底层中存在都是立刻公认的;然而对于第二实体,既然它是被用来述说底层但不在底层中存在的,他便给出了证明。而在这些证明中,其一是基于划分的;因为第二实体就是那些被用来述说作为底层的个体,却不在作为底层的它们之中的事物。第二个证明基于某个具体的人不可能脱离人而存在;如果这样,人就不会在某个具体的人中作为在底层中那样存在,任何其他第二实体也不会。因为在底层中的事物对底层的实体毫无贡献,然而某个具体的人同时也是人,是作为被人所补全完满的。如果其他实体不在第一实体中作为在底层中那样存在,它们也不会在任何其他事物中作为在底层中那样存在;因为所有其他事物要么在作为底层的诸第一实体之中,要么被用来述说作为底层的它们。此外,在底层中的事物可以在底层得以保全时毁灭,就像白一样;但种和属在被它们所述说的个体得以保全时,是不可能毁灭的。而且在底层毁灭时,在底层中的事物便随之消亡,但普遍者却得以保全,因为个体是在不同时间以不同方式生成的。此外,种和属要么在它们自身的个体中作为在底层中那样存在,要么在其他事物中。但是在它们自身的个体中是不可能的;因为即使是在底层中的事物,在它们自身的个体中也不是作为在底层中那样存在,而是作为述说作为底层的它们那样存在的;当然它们也不存在于其他事物中;因为脱离了个体实体,就没有任何底层。此外,亚里士多德还作了如下推论:在底层中的事物是被同名异义地述说的;但第二实体没有一个是被同名异义地述说,而是同名同义地被述说的;因此第二实体没有一个会在底层之中。当然第一实体也不是;因此没有任何实体会在底层之中。甚至按照阿尔库塔斯将实体划分为质料、形式与复合体的划分,同样的论证也表明没有任何实体是在底层之中的。因为质料作为一切事物的底层且作为第一底层,显然不属于在底层中的事物。但形式也不在质料中作为在底层中那样存在;因为与它通过同等贡献共同构成单一事物的东西之间,并非一方在另一方之中,以致它本身也不会在底层之中。而复合实体自身包容了形式和质料,理所当然地不会在底层之中。然而[批评者]说,“不在底层之中”是否定的,而以否定的方式,理智不可能把握任何事物;因为否定是不定的,将确定的知识与不定的事物相结合是不可能的。或者不如说,由这一否定表述所表明的东西,在某种意义上是确定的和肯定的。因为“不在底层之中”所表达的无非是:它本身所是的乃属于它自己,或者是这种事物的补全完满的部分,以及它是一个底层;因为这一点也是普遍属于一切实体的,只不过质料作为形式的底层是一种方式,而两者构成的复合体作为源自它的活动之底层又是另一种方式。此外,如果严格意义上的实体是其他事物之所源、其他事物之所由、受动的承受者以及发动作业的始源,而对这样的事物而言具有不在底层中存在,那么实体理所当然被称为不在底层中存在;因为它是自存的,并不在别物中具有其存在。而种和属作为实体的组成部分,也不会在底层之中。在“既不在底层中也不述说底层”上,还应当补充“如同关于他物那样”;因为当我们把人述说苏格拉底时,我们并不是像说木头是白的那样说,而是像说白[是白]那样说的。关于这些,就谈这么多吧。然而有人可能会产生疑难:当理智在灵魂中,灵魂在身体中,以及按照柏拉图理念在理智中时,实体怎么会不在底层之中呢?
- 2.6αὐτὸ ὅπερ ἐστὶν ἑαυτοῦ ἐστιν
属格 ἑαυτοῦ 作表领属或归属的表语属格,表示事物“属于其自身”(即在本体上不依附于他物而自存)。它与后文的 ἢ μέρος ἐστὶ συμπληρωτικὸν τοῦ τοιούτου(或者是此类事物的补全完满的部分)相并列,以肯定方式重构了“不在底层中存在”所蕴含的自存性。
- 2.6τῷ δὲ μήτε ἐν ὑποκειμένῳ μήτε καθ’ ὑποκειμένου προσθετέον ‘ὡς κατ’ ἄλλου’
这是由动词形容词 προσθετέον 构成的非人称句式,与格短语 τῷ ... μήτε καθ’ ὑποκειμένου 表示被添加的对象(即“在‘既不在底层中也不述说底层’这句话上”)。引文 ‘ὡς κατ’ ἄλλου’(如同关于他物那样)则作为副词性限定短语被补充进来,以说明实体的述说并非像偶性那样指向外在的他物。
