← 辛普里丘

亚里士多德《范畴篇》注释

§92.1-93.25

实体属性的引入与固有属性界定的疑难

辛普里丘探讨了亚里士多德在《范畴篇》3a7中转向讲授实体的属性(共同属性与固有属性)的缘由,对比了扬布里柯、阿尔库塔斯和波菲利对“固有”与“共同”的解释,并提出了能否为一切实体界定单一固有属性的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

" Κοινὸν δὲ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἕως τοῦ ὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ." Διελὼν πόσαι καὶ τίνες εἰσὶν αἱ οὐσίαι, ἐφεξῆς τὰ ὑπάρχοντα αὐταῖς τά τε κοινὰ καὶ τὰ ἴδια παραδοῦναι προτίθεται εἰκότως. εἰ μὲν γὰρ ἦν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἧττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρχόντων αὐτοῖς παραδόσεως· ἐκ γὰρ τοῦ ὁρισμοῦ καὶ τὰ ὑπάρχοντα καὶ ἡ φύσις ὅλη κατεφαίνετο· ἐπεὶ δὲ ὁρισμὸν οὐκ ἦν ἀποδιδόναι, ἀλλ’ ὑπογραφὴν μόνον καὶ παραδείγματα, εἰκότως τῆς τῶν ὑπαρχόντων ἔδει κατανοήσεως,1 τῶν τε κοινῶν καὶ μάλιστα τῶν ἰδίων, ἵνα ἐκ τούτων ὡς ἐκ γένους καὶ διαφορῶν οἷον ὁρισμός τις ἑκάστου τῶν γενῶν ἀποδιδοῖτο. κοινὸς οὖν οὗτος ἀπολογισμὸς ἔστω ἐφ’ ἑκάστου τῶν γενῶν μετὰ τὴν διαίρεσιν τὰ ὑπάρχοντα τῷ γένει παραδιδόναι, τά τε κοινὰ καὶ τὰ ἴδια, καὶ πρῶτον τὰ πρὸς ἄλλα γένη κοινά. Ὁ δὲ Ἰάμβλιχος οἴεται προηγουμένως ἐφ’ ἑκάστου γένους τὸ ἴδιον ζητεῖν ὡς δυνάμενον ὁπωσοῦν ἀντὶ τοῦ ὁρισμοῦ τὴν φύσιν τοῦ ζητουμένου παραστῆσαι· ἐπειδὴ δὲ συνέβαινεν τὸ κυρίως ἴδιον ζητοῦντα ὃ μόνῳ καὶ παντὶ ὑπάρχει μεριστῶς ἐφάπτεσθαι αὐτοῦ,2 ποτὲ μὲν τῶν παντὶ μὲν οὐ μόνῳ δὲ ὑπαρχόντων ἀντιλαμβανόμενον, ποτὲ δὲ τῶν μόνῳ μὲν οὐ παντὶ δέ, διὰ τοῦτο τὰ μὲν διῃρημένως τυγχάνοντα τῆς ἰδιότητος ἀποδοκιμάζει λέγων οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ὡς τοῦ ἰδίου μάλιστα ζητουμένου, τὰ δὲ ὁλόκληρα καὶ κυρίως ἰδιώματα ὡς προσήκοντα ἐγκρίνει· ζητητικὸς δὲ ὢν ὁ Ἀριστοτέλης καὶ διὰ ζητήσεως τὸ ἀληθὲς εὑρίσκων πρῶτον περιπίπτει τοῖς ὁλοσχερῶς λεγομένοις καὶ διελέγχων αὐτὰ οὕτως ἐπὶ τέλει τὸ ἀληθὲς εὑρίσκει. καὶ λέγοιτο μὲν ἂν καὶ ταῦτα καλῶς, οἰκειότερον δὲ ἴσως καὶ τὰ κοινὰ πρὸς ἄλλας κατηγορίας προηγουμένως ἐκτίθεσθαι, ὡς ἐκ τῶν κοινῶν καὶ τῶν ἰδίων ἀκριβεστέρας γινομένης τῆς τοῦ ζητουμένου περιγραφῆς. δηλοῖ δὲ καὶ Ἀρχύτας, οὐ τὰ ἴδια μόνα ζητῶν, ἀλλὰ καὶ τὰ κοινὰ πρὸς τὰς ἄλλας κατηγορίας ἐκτιθέμενος. καὶ παραγεγράφθω πλείονα τῶν Ἀρχυτείων, ἐπειδὴ καὶ ὁ θεῖος Ἰάμβλιχος ὀλίγον τι ῥητὸν καὶ ἀμφιβολίαν καὶ αὐτὸ παρέχον ἀνέγραψεν· “ταῖς δὲ διανοίαις ταύταις καὶ ταῖς κατηγορίαις συνυπάρχει τινὰ μὲν κοινά, τινὰ δὲ ἴδια. λέγω δὲ κοινὰ μὲν τὰς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ ἐνδέχεται μᾶλλον καὶ ἧσσον ἦμεν ἄνθρωπον, οὐδὲ μὰν θεὸν καὶ φυτόν· καὶ τὸ μηδὲν ἔχεν ἐναντίον· ἀνθρώπῳ γὰρ ἄνθρωπος οὐκ ἔστιν ἐναντίον, οὐδὲ μὰν θεῷ θεὸς οὐδὲ ταῖς ἄλλαις ὠσίαις. τό τε καθ’ αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὥσπερ γλαυκότατα καὶ χαροπότατα ὀφθαλμοῖς, οὐσίας οἰκεῖον· πᾶσα γὰρ οὐσία καθ’ αὑτάν ἐντι, τὰ δὲ συνυπάρχοντα καὶ συμβεβηκότα ἢ ἐν ταύτᾳ ἢ οὐκ ἄνευ ταύτας”. εἶτα τὰ κοινὰ τῆς ποιότητος εἰπὼν ἐπάγει· “καὶ τᾷ ποσότητι δὲ παρέπεται πολλὰ καὶ τῶν τᾶς οὐσίας, οἷον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧσσον”. εἰπὼν δὲ καὶ τῶν πρός τι τὰ κοινὰ ἐπάγει· “ὑπάρχει δὲ καὶ ἴδιον ἑκάστας αὐτᾶς· τᾶς μὲν ὠσίας τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὴν ἦμεν”. οὕτως ἄρα καὶ τὰ κοινὰ πρὸς τὰς ἄλλας κατηγορίας καὶ τὰ ἴδια βούλεται παραδιδόναι. ὁ μέντοι Πορφύριος τὰ ἴδια μὲν ἑκάστου τῶν γενῶν παραδίδοσθαί φησιν ὑπὸ τοῦ Ἀριστοτέλους καὶ οὐχὶ τὰ κοινὰ ἁπλῶς πρὸς τὰς ἄλλας κατηγορίας· τριχῶς δὲ λέγεσθαι τὸ ἴδιον, τὸ μὲν παντὶ μὲν οὐ μόνῳ δὲ ὑπάρχον ὡς τὸ δίπουν τῷ ἀνθρώπῳ, τὸ δὲ μόνῳ μὲν οὐ παντὶ δὲ ὡς τῷ αὐτῷ τὸ γραμματικόν, τὸ δὲ καὶ μόνῳ καὶ παντί, ὅπερ καὶ κυρίως ἐστὶν ἴδιον, ὡς τῷ ἀνθρώπῳ τὸ γελαστικόν. τὰ οὖν μὴ μόνῳ ὑπάρχοντα, ταῦτα καὶ κοινά ἐστιν πρὸς τὰ ἄλλα γένη, ὅταν παντὶ μὲν μὴ μόνῳ δὲ ὑπάρχῃ. ἐπιστῆσαι δὲ χρὴ τοῖς Ἀρχυτείοις, ὅτι οὐδὲν ζητητικῶς ἐν τούτοις3 οὐδὲ ἀμφιβόλως, ἀλλ’ ἀποφαντικῶς μετὰ τοῦ θάρρους τῆς ἐπιστήμης προάγεται πάντα καὶ δι’ αὐτῶν τῶν ἀναγκαιοτάτων τῷ λόγῳ πρόεισιν. ἴσως δ’ ἄν τις ἀπορήσοι πῶς δυνατὸν πάσης οὐσίας τὸ ἴδιον ἀφορίζεσθαι. καθ’ ἑκάστην γὰρ οὐσίαν διάφορον καὶ τὸ ἰδίωμά ἐστιν ἕτερον· οὐκοῦν ἄλλα τῶν συνθέτων καὶ ἄλλα τῶν ἁπλῶν ἀποδοθήσεται ἰδιώματα, καὶ ἄλλο μὲν τῶν ἀεικινήτων, ἄλλο δὲ τῶν ἐν μέρει μεταλαμβανόντων κινήσεως, καὶ ἕτερον μὲν τῶν ἑστηκότων ἐν τοῖς εἴδεσιν ὡσαύτως, ἕτερον δὲ ἐπὶ τῶν μεταβαλλομένων, καὶ ἐπὶ τῶν νοητῶν καὶ αἰσθητῶν ὡσαύτως.

“不在底层中存在,是一切实体的共同特征”直至“以致实体不会属于在底层中的事物”。 在划分了实体有多少种以及是哪些种类之后,顺理成章地,他接下来打算讲授属于实体的属性,既有共同属性,也有固有属性。因为,如果有可能为各个类给出定义,那么本来就无需过多操心去讲授属于它们的属性;因为从定义中,属于它们的属性和整个本性都会显明出来。但既然不可能给出定义,而只能给出概略说明和例证,理所当然地,就有必要去把握属于它们的属性,即共同属性,尤其是固有属性,以便从这些属性出发,就像从类和种差出发一样,给出各个类的一定意义上的定义。因此,这应当成为针对各个类的一个通则:在划分之后,讲授属于该类的属性,既有共同属性也有固有属性,并且首先讲授与其他类共同的属性。然而扬布里柯认为,他在各个类上首先探求的是固有属性,因为固有属性能够以某种方式代替定义来呈现所探求之物的本性;但由于探求严格意义上的固有属性(即仅属于该事物且属于该事物全体的属性)时,往往只能部分地触及它,有时把握住的是属于全体但不唯独属于该事物的属性,有时把握住的则是唯独属于该事物但不属于全体的属性,因此,他以“但这并非实体的固有属性”为由,否定了那些以分割方式获得固有性的属性,因为固有属性才是最根本所探求的,而将完整且严格意义上的固有特征作为恰当之物予以认可。而亚里士多德作为一位探求者,并通过探求来发现真理,首先碰上的是那些粗略的说法,通过对它们进行彻底考察,才在最后以此方式发现真理。这些说法固然也讲得很好,但或许首先阐明与其他范畴共同的属性更为妥当,因为从共同属性和固有属性出发,对所探求之物的概括描述会变得更加精确。阿尔库塔斯也表明了这一点,他不仅探求固有属性,而且阐明与其他范畴共同的属性。让我们抄录更多阿尔库塔斯的原话,因为神圣的扬布里柯仅仅引用了极短的一句话,而且这句话本身还引起了歧义:“对于这些思辨与范畴而言,共同存在着一些共同属性,一些固有属性。我说实体的共同属性,是不容纳较多与较少;因为在作为人上,不可能有较多与较少,在神或植物上更是绝无可能;而且没有任何对立面;因为人对于人并不对立,神对于神以及对于其他实体也绝不对立。而自存而非与其他某物共存——就像蓝灰眼色与明亮光芒共存于眼睛那样——乃是实体的固有特征;因为一切实体都自存,而共存物与偶性要么在其中,要么不能脱离它而存在。”接着,在谈完质的共同属性后,他又写道:“而且在数量上也伴随有实体的许多属性,例如不容纳较多与较少。”在谈完关系的共同属性后,他又写道:“并且属于它们每一个的也有固有属性;属于实体的,是它在数目上保持为同一且单一的同时,能够容纳对立面。”因此,他显然意图讲授与其他范畴共同的属性以及固有属性。然而波菲利说,亚里士多德所讲授的只是各个类所固有的属性,而并非单纯与其他范畴共同的属性;固有属性有三种说法:属于全体但不唯独属于该事物的,如两足之于人;唯独属于该事物但不属于全体的,如通晓文法之于同一者;既唯独属于该事物又属于全体的,这才是严格意义上的固有属性,如能笑之于人。因此,那些不唯独属于该事物的属性,当它们属于全体但不唯独属于该事物时,也就是与其他类所共有的属性。应当注意的是,在阿尔库塔斯的言论中,没有任何探求性的或含糊不清的东西,一切都是带着科学知识的自信以断言的方式推进的,并沿着论证中最必然的诸点展开。然而或许有人会产生疑难:怎么可能去界定一切实体的固有属性呢?因为随着每个实体的不同,其固有特征也是不同的;因此,赋予复合实体的将是一套固有特征,而赋予单纯实体的则是另一套;赋予永恒运动之物的与赋予局部参与运动之物的不同,而在形式中保持同样静止之物与发生变化之物的情况也不同,在可知事物与感觉事物上同样也是如此。

语法注3 条
  1. 2.6εἰκότως τῆς τῶν ὑπαρχόντων ἔδει κατανοήσεως

    非人称结构,ἔδει 支配属格名词短语 τῆς τῶν ὑπαρχόντων ... κατανοήσεως(“有必要去把握属于它们的属性”)。δεῖ 除了接宾格加不定式之外,亦常接属格以表示对某物的需求或缺少(δεῖ τινός)。

  2. 2.6ἐπειδὴ δὲ συνέβαινεν τὸ κυρίως ἴδιον ζητοῦντα ὃ μόνῳ καὶ παντὶ ὑπάρχει μεριστῶς ἐφάπτεσθαι αὐτοῦ

    由非人称动词 συνέβαινεν 引导的宾格加不定式结构。阳性单数宾格分词 ζητοῦντα 作不定式 ἐφάπτεσθαι 的逻辑主语,指代一般的“探求者”(或处于探求过程中的亚里士多德)。关系代词 ὃ 的先行词是 τὸ κυρίως ἴδιον,αὐτοῦ 则是依附于 ἐφάπτεσθαι 的宾格性属格,代指严格意义上的固有属性。

  3. 2.6ἐπιστῆσαι δὲ χρὴ τοῖς Ἀρχυτείοις, ὅτι οὐδὲν ζητητικῶς ἐν τούτοις

    非人称动词 χρή 支配不定式 ἐπιστῆσαι(ἐφίστημι 的第一不定过去时主动语态,“留心、注意”),该不定式接与格 τοῖς Ἀρχυτείοις(“对阿尔库塔斯的言论”)。随后的 ὅτι 从句作为名词性从句,说明应当留心的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:92.1-93.25