← 辛普里丘

亚里士多德《范畴篇》注释

§90.16-91.33

实体的程度疑难与实体划分的意旨

辛普里丘探讨了“实体不容纳程度”与“种比类更是实体”这一主张的协调问题,考察了波菲利等人的解答,批评了亚历山大试图将第一推动者归入第一实体的做法,并通过与阿尔库塔斯的三分法相对照,阐明亚里士多德在《范畴篇》中采用第一和第二实体划分的逻辑学语境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#2

Ἀλλ’ οὐδεμία, φασίν, οὐσία μᾶλλον καὶ ἧττον,1 ὡς ἐρεῖ προϊών· πῶς οὖν τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία λέγεται; ἢ ὅτι οὐ καθόσον οὐσίαι εἰσίν, τὸ μᾶλλον ἢ ἧττον αὐτῶν λαμβάνει, ἀλλὰ κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας ἀπόστασιν. ἀλλ’ ἔτι μοι δοκεῖ μένειν τὸ ἄπορον. ἡ γὰρ αἰσθητὴ οὐσία ἡ μάλιστά ἐστιν οὐσία, καὶ ἐπὶ τῶν ἄλλων δὲ κατηγοριῶν, ἐν αἷς τὸ μᾶλλον καὶ ἧττόν ἐστιν, ὥσπερ ἐπὶ τῆς ποιότητος, κατὰ τὴν πρὸς τὸ μάλιστα ἀπόστασιν τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται· μᾶλλον γὰρ λευκὸν τὸ τῷ μάλιστα συνεγγίζον· ἐπεὶ οὐδὲ ἐκεῖ καθόσον ποιὰ τὸ μᾶλλον καὶ ἧττον ἔχει· ὁμοίως γὰρ ἄμφω ποιά. μήποτε οὖν ἡ οὐσία λέγεται μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, διότι, κἂν τῶν εἰδῶν αὐτῆς τὸ μὲν μᾶλλον οὐσία, τὸ δὲ ἧττον, τὸ δὲ μάλιστα, ἀλλ’ ἕκαστον εἶδος οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· οὔτε γὰρ γένος γένους οὔτε εἶδος εἴδους οὔτε ἄτομον ἀτόμου μᾶλλόν ἐστιν ἢ ἧττον οὐσία. ἐπὶ μέντοι τῆς ποιότητος ἐν τοῖς εἴδεσιν αὐτοῖς τῆς ποιότητος θεωρεῖται τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ λευκοῦ μᾶλλόν ἐστι καὶ ἧττον. οὕτως μὲν Πορφύριος καὶ Ἰάμβλιχος λύουσι τὰς ἀπορίας. ὡς δὲ Ἀλέξανδρος ἐξηγεῖται τὴν ἄτομον οὐσίαν φιλοτιμούμενος τὸ πρώτως κινοῦν ἐν αὐτῇ τιθέναι, καὶ χαλεπώτεραι γίνονται αἱ ἀπορίαι. πῶς γὰρ ἔτι τὸ ἐγγυτέρω τῆς αἰσθητῆς οὐσίας μᾶλλον ἔσται οὐσία; πῶς δὲ αἱ νοηταὶ οὐσίαι εἰς ταὐτὸ ταῖς αἰσθηταῖς συνταχθήσονται; ἀτόπως δὲ καὶ τὸ ἄτομον ἄλλως ἐπὶ τῶν νοητῶν λεγόμενον ἄλλως ἐκεῖνος ἐκδέχεται ὁμωνυμίᾳ μόνῃ χρώμενος. οὐκ ὀρθῶς δὲ καὶ τὸ γνώρισμα τῶν ἐνύλων οὐσιῶν, τὸ μὴ ἐν ὑποκειμένῳ,2 ταῖς ἀύλοις οὐσίαις προσφέρει· δῆλον γὰρ δήπουθεν, ὡς ἄλλως μὲν τὰς ἐνύλους ἐχαρακτηρίζομεν τῷ ἔχειν τι ἐν ὑποκειμένῳ, ἄλλως δὲ τὰς ἀύλους τῷ μηδὲν ἔχειν ὡς ἕτερον ἐν ἑτέρῳ. ἔτι δὲ σπουδάζει, ἵνα μὴ ἐλαττωθῇ τῶν πρώτων οὐσιῶν τῶν συνθέτων ἡ πρώτως κινητικὴ οὐσία, σχέσιν αὐτῇ πρὸς ταύτας διδόναι· αἰτία γάρ, φησίν, τῶν οὐσιῶν τῶν ἐχουσῶν τὰ ἐν ὑποκειμένῳ ἡ μάλιστα ἂν εἴη οὐσία. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ἔστιν ὅπως ἡ νοητὴ καὶ πρώτως κινητικὴ οὐσία ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὰ σύνθετα καὶ ἔνυλα τὸ μάλιστα οὐσία εἶναι παραλαμβάνει,3 ἀλλὰ τοὐναντίον ἐκ τοῦ χωριστὴ εἶναι ἀπὸ πάντων. Ἀρχύτας δὲ ὁ Πυθαγόρειος οὐ προσίεται τὴν νυνὶ προκειμένην τῶν οὐσιῶν διαίρεσιν, ἀλλ’ ἄλλην ἀντὶ ταύτης ἐκεῖνος ἐγκρίνει λέγων· “τᾶς τε γὰρ ὠσίας ἐντὶ διαφοραὶ τρεῖς· ἁ μὲν γὰρ ἐντι ὕλα, ἁ δὲ μορφά, ἁ δὲ συναμφότερον ἐκ τούτων”. αὕτη δὲ ἡ διαίρεσις κατ’ αὐτὸν γέγονε τὸν τῆς οὐσίας λόγον καὶ ἐπὶ πάντα διατείνει καὶ κατὰ φύσιν χρῆται τῇ διακρίσει τῶν οὐσιῶν, ἀλλ’ οὐχ ὡς ἡ Ἀριστοτελικὴ διαίρεσις τῆς συνηθείας μόνης ἔχεται τῶν σημασιῶν. μαρτυρεῖ δὲ καὶ Ἀριστοτέλης ἐν τοῖς ἀκριβεστάτοις ἑαυτοῦ συγγράμμασιν ταύτῃ χρώμενος τῇ διαιρέσει, ὥσπερ ἔν τε τῇ Φυσικῇ ἀκροάσει καὶ ἐν τῇ Μετὰ τὰ φυσικά. τῶν μέντοι Πυθαγορείων οὐδεὶς ἂν προσοῖτο ταύτην τὴν διαίρεσιν τῶν πρώτων καὶ δευτέρων οὐσιῶν, ὅτι τοῖς καθόλου τὸ πρώτως ὑπάρχειν μαρτυροῦσι, τὸ δὲ ἔσχατον ἐν τοῖς μεριστοῖς ἀπολείπουσιν, καὶ διότι ἐν τοῖς ἁπλουστάτοις τὴν πρώτην καὶ κυριωτάτην οὐσίαν ἀποτίθενται, ἀλλ’ οὐχ ὡς νῦν λέγεται ἐν τοῖς συνθέτοις καὶ αἰσθητοῖς, καὶ διότι τὰ γένη καὶ εἴδη ὄντα νομίζουσιν, ἀλλ’ οὐχὶ συγκεφαλαιούμενα ταῖς χωρισταῖς ἐπινοίαις. πῶς οὖν ὁ Ἀριστοτέλης καίτοι γινώσκων καὶ τὴν κατὰ Ἀρχύταν τῆς οὐσίας διαίρεσιν οὐκ ἐχρήσατο νῦν αὐτῇ; ἢ ὅτι τῆς λογικῆς πραγματείας οἰκεία μᾶλλον ἦν αὕτη ἡ διαίρεσις· ὑποκειμένων γὰρ καὶ κατηγορουμένων ἁπλῶν φωνῶν παράδοσιν ἐν τούτοις ποιούμενος εἰκότως καὶ ἐν τῇ οὐσίᾳ, ἣν ὑποκεῖσθαι πᾶσιν εἶπεν, εὑρών τι κατηγορούμενον τὸ εἶδος καὶ τὸ γένος εἰς ταῦτα τὴν διαίρεσιν ἐποιήσατο.

然而他们说:“正如他在后文将说的那样,没有任何实体具有较多或较少;那么种怎么能被说成比类更是实体呢?”难道不是说,他并非就它们是实体而言取它们的较多或较少,而是按照它们距离感觉实体的疏远程度来取的吗?但在我看来,疑难似乎依然存在。因为感觉实体才是最根本的实体,而且在存在较多与较少的其他范畴中,正如在质上那样,较多与较少也是按照距离最完满者的疏远程度来考察的;因为愈接近最完满者的,愈是白;因为即使在那里,也并非就具有性质而言具有较多与较少,因为二者同样都具有性质。那么,实体被说成不容纳较多与较少,难道不是因为:即使在实体的各个种类中,其一是较多是实体,其一是较少,其一是尤其如此,但每个种类自身并不容纳较多与较少?因为既没有哪个类比另一个类更是或更少是实体,也没有哪个种比另一个种更是或更少是实体,也没有哪个个体比另一个个体更是或更少是实体。然而在质上,较多与较少是在质的各个种本身之中被考察的;因为一个白物比另一个白物可以有较多与较少。波菲利和扬布里柯就是这样化解这些疑难的。但是,当亚历山大解释个体实体并竭力将第一推动者置于其中时,疑难就变得更加棘手了。因为愈接近感觉实体的,怎么还能更是实体呢?可知实体又怎么能与感觉实体归入同一行列呢?而且荒谬的是,在可知物上以另一种方式言说的“不可分者”,他却以另一种方式来理解,仅仅利用了同名异义。此外,把具质料实体的特征——“不在底层中”——施加给无质料实体,也是不正确的;因为这无疑是显而易见的:我们表征具质料实体是一回事,即由于它们在底层中拥有某种东西;而表征无质料实体则是另一回事,即由于它们根本没有作为另一物在另一物之中的东西。再者,为了不让第一推动实体逊于复合的第一实体,他竭力赋予它一种对这些实体的关系;因为他说:“拥有底层中之物的那些实体的原因,应当最是实体。”然而事实并非如此;因为可知且第一推动的实体绝不可能从对复合且具质料之物的关系中获得其“最是实体”,反而恰恰是从与万物分离中获得。另一方面,毕达哥拉斯派的阿尔库塔斯并不赞同目前提出的这种实体划分,而是赞成以另一种划分来代替它,他说:“实体的差异有三种:其一是质料,其二是形式,其三是由这些构成的复合体。”这种划分是按照实体本身的定义形成的,延及所有事物,并且依循本性运用对实体的区分,而不像亚里士多德的划分那样仅仅拘泥于意义的日常惯用法。亚里士多德本人在他最严谨的著述中运用这一划分也证明了这一点,例如在《物理学》和《形而上学》中。然而毕达哥拉斯派的任何人都不会赞成这种第一实体与第二实体的划分,因为他们证明原初的存在属于普遍者,而将最末尾的位置留给可分割之物;并且因为他们将第一且最根本的实体安放在最单纯之物中,而不是像现在所言的那样安放在复合且可感之物中;还因为他们认为类和种是真实的存在,而不是由分离的思想所概括出的东西。那么,亚里士多德虽然知晓阿尔库塔斯关于实体的划分,为何现在却没有运用它呢?难道不是因为这种划分更适合于逻辑学的探究吗?因为他在此处传授的是关于底层以及依底层被述说的单纯语词的学说,理所当然地,在他说作为万物底层的实体中,他发现了被述说的东西即种和类,便对这些进行了划分。

语法注3 条
  1. 2.5Ἀλλ’ οὐδεμία, φασίν, οὐσία μᾶλλον καὶ ἧττον

    在 οὐδεμία οὐσία 之后省略了动词 ἐπιδέχεται(容纳、接受)或 ἐστίν,μᾶλλον καὶ ἧττον 作为副词性宾格短语修饰该动词。紧随其后的 ὡς ἐρεῖ προϊών(正如他后文将说的那样)指涉《范畴篇》3b33-4a9 中关于实体不容纳较多与较少的论述。

  2. 2.5τὸ γνώρισμα τῶν ἐνύλων οὐσιῶν, τὸ μὴ ἐν ὑποκειμένῳ

    冠词短语 τὸ μὴ ἐν ὑποκειμένῳ(不在底层中)与前面的名词短语 τὸ γνώρισμα(特征、标志)构成同位语,共同作为主句动词 προσφέρει(施加、应用)的直接宾语。

  3. 2.5οὐ γὰρ ἔστιν ὅπως ἡ νοητὴ καὶ πρώτως κινητικὴ οὐσία ... τὸ μάλιστα οὐσία εἶναι παραλαμβάνει

    οὐκ ἔστιν ὅπως 是表示“绝不可能……”的习惯用法结构,引导从属分句中的动词 παραλαμβάνει。该动词的宾语是带有定冠词的不定式短语 τὸ μάλιστα οὐσία εἶναι(最是实体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:90.16-91.33