- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:88.30-90.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《范畴篇》2b7,梳理了种比类更是实体的两种证明(基于与个体的亲近程度以及基于比例),并解答了关于论述次序的疑难、偶性与第二实体的区分,以及“特有”一词的相对用法。
" Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους ἕως τοῦ ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων." Ἐπειδὴ τὸ εἶδος καὶ τὸ γένος κοινῶς δευτέρας οὐσίας προσηγόρευσεν, πάντως ἦν ζητεῖν, εἰ ὁμοίως οὐσίαι ἄμφω, καὶ ὁμοίως τῆς πρώτης ἀφεστήκασιν. πρὸς ταύτην οὖν τὴν ζήτησιν ὑπαντῶν φησιν μὴ ἐπίσης αὐτὰς ἔχειν τὸ δευτερεῖον, ἀλλὰ μᾶλλον οὐσίαν εἶναι τὸ εἶδος τοῦ γένους. δύο δὲ δείξεις τούτου ποιεῖται, τὴν μὲν ἀπὸ τῆς πρὸς τὸ ἄτομον γένος ἀμφοῖν σχέσεως, τὴν δὲ ἀπὸ τῆς ἀναλογίας. ὧν ἡ μὲν ἀπὸ τῆς σχέσεως οὕτως συλλογίζεται· τὸ εἶδος ἔγγιον τῆς μᾶλλον οὐσίας· τὸ ἔγγιον τῆς μᾶλλον οὐσίας μᾶλλον οὐσία· τὸ εἶδος ἄρα μᾶλλον οὐσία τοῦ γένους. ὅτι δὲ ἔγγιον τῇ ἀτόμῳ οὐσίᾳ τὸ εἶδος, δείκνυσιν ἐκ τοῦ πρὸς τὴν ἀπόδοσιν οἰκειότερον τυγχάνειν· ἀποδιδόντες γὰρ τὸν Σωκράτη οἰκειότερον ἂν μᾶλλον καὶ γνωριμώτερον ἀποδοίημεν, εἰ ἄνθρωπον λέγοιμεν, πορρώτερον δέ, εἰ ζῷον· τὸ δὲ οἰκειότερον ἔγγιον μᾶλλον. τὴν δὲ ἀπὸ τῆς ἀναλογίας οὕτως ἐφοδεύει· εἰ ὡς αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα ἔχουσιν, οὕτως τὸ εἶδος ἔχει πρὸς τὸ γένος, τὸ εἶδος ἂν εἴη τοῦ γένους μᾶλλον οὐσία. ὅτι δὲ οὕτως ἔχει καὶ ταῦτα πρὸς ἄλληλα ὥσπερ ἐκεῖνα, δηλοῖ ἐκ τοῦ καὶ τὸ εἶδος ὑποκεῖσθαι τῷ γένει ὡς τὴν οὐσίαν τοῖς ἄλλοις. τὸ δὲ συνημμένον δείκνυσιν1 διὰ τοῦ καὶ τὴν οὐσίαν ἐν τούτῳ μάλιστα ἔχειν τὸ εἶναι οὐσίαν, ἐν τῷ τοῖς ἄλλοις ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα ἐν αὐτῇ εἶναι. αὐτῶν μέντοι τῶν εἰδῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶν καὶ γένη,2 οὐθὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν, κἂν τὸ μὲν ὑπερέχῃ τῇ ἀξίᾳ, τὸ δὲ ἐλλείπῃ. οὐθὲν γὰρ οἰκειότερον ἀποδώσει ὁ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀποδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν· οὐ γὰρ ἐπεὶ τῇ ἀξίᾳ Σωκράτης τοῦ Βουκεφάλα ἵππου τιμιώτερος, διὰ τοῦτο μᾶλλον οὐσία λέγοιτο ἂν Σωκράτης τοῦ Βουκεφάλα ἵππου. Δοκεῖ δέ τισιν μὴ ὀρθῶς ἡ τάξις ἔχειν ἐνταῦθα τοῦ λόγου. ἔδει γάρ, φησί, πρῶτον εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν δεύτεραί εἰσιν οὐσίαι, καὶ οὕτως αὐτὴν τὴν σύγκρισιν ποιήσασθαι πρὸς ἀλλήλας. ῥητέον δὲ ὡς εἶχεν τοῦτο προειλημμένον ἐναργῶς3 ἀπὸ τῆς διαιρέσεως τῶν καθ’ ὑποκειμένου καὶ μὴ καθ’ ὑποκειμένου λεγομένων, καὶ ἀπὸ τοῦ κυριωτάτην δεδεῖχθαι οὐσίαν τὴν μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου συνάγεται τὸ δευτέρας εἶναι οὐσίας τὰς καθ’ ὑποκειμένου μὲν λεγομένας, μὴ ἐν ὑποκειμένῳ δὲ οὔσας. καὶ τοῦτο δὲ προσαπορεῖ περὶ τῆς τάξεως, ὅτι ἀκόλουθον ἦν δεῖξαι τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον ἢ ἧττον οὐσίαν, εἶθ’ οὕτως τῶν εἰδῶν τὸ μᾶλλον ἢ ἧττον ἐπιδεῖξαι. ἔστιν δὲ καὶ πρὸς τοῦτο ἡ αὐτὴ ἀπολογία, ὡς ἤδη προειλημμένον ἔχει τὸ μὴ εἶναι μᾶλλον ἢ ἧττον τὴν πρώτην οὐσίαν, ὅτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφήνατο· πάντα γὰρ τὰ τοιαῦτα ὥρισται καὶ οὐκ ἔχει τὴν τοῦ μᾶλλον καὶ ἧττον ἀοριστίαν· τὸ μὲν γὰρ μᾶλλον καὶ ἧττον πρόεισιν ἀπαύστως, τὸ δὲ μάλιστα ἵσταται κατὰ τὴν ὑπερβολήν. Διὰ τί δὲ οὐχὶ καὶ αἱ ἐννέα κατηγορίαι τῶν συμβεβηκότων δεύτεραι ἔσονται οὐσίαι διὰ τὸ κατηγορεῖσθαι τῶν πρώτων οὐσιῶν; ἢ αὐταὶ αἱ δεύτεραι οὐσίαι διὰ τί οὐκ εἰσὶν συμβεβηκότα διὰ τὸ ἐνυπάρχειν ταῖς ἀτόμοις οὐσίαις καὶ κατ’ αὐτῶν λέγεσθαι; ἢ οὐχὶ πάντα τὰ κατηγορούμενα τῶν πρώτων οὐσιῶν ἔσονται δεύτεραι οὐσίαι, ἀλλ’ ἐκεῖνα μόνα, ὅσα ἐν τῷ τί ἦν κατηγοροῦνται, οἷά ἐστιν τὰ εἴδη καὶ τὰ γένη. ἀλλὰ διὰ τί εἶπεν τὸ γὰρ ἴδιον μᾶλλον, οἷον ἄνθρωπος ἢ ζῷον; οὐ γὰρ ἴδιον ὁ ἄνθρωπος Σωκράτους, ἀλλ’ εἶδος. ἢ οὐχὶ τὸ κυρίως ἴδιον ἐνταῦθα παρείληπται, ἀλλ’ ὥσπερ τὸ ἧττον βαρὺ κοῦφον λέγομεν, οὕτως τὸ ἧττον κοινὸν ἴδιον ἐκάλεσεν.
“在第二实体中,种比类更是实体,直至,在其他事物上也是同样。” 既然他把种和类共同称作第二实体,那么毫无疑问必须探究:二者是否同样是实体,以及是否同等地远离第一实体。为了回应这一探究,他说它们并非同等地占有第二位,而是种比类更是实体。对此他给出了两种证明:其一源于二者与个体的关系,其二源于比例。其中源于关系的那一种是如此进行三段论推论的:种更接近于更是实体者;更接近于更是实体者更是实体;因此种比类更是实体。而种更接近于个体实体,他是从它更适切于给出规定来证明的;因为在对苏格拉底作出说明时,如果我们说他是“人”,就会更适切、更明了地给出说明,但如果说他是“动物”,就会更为遥远;而更适切的也就是更接近的。而源于比例的论证他是这样进行的:如果如同第一实体对待其他事物那样,种也同样对待类,那么种就当比类更是实体。而这些事物彼此之间的关系正如那些事物一样,他是通过种也作为底层从属于类、犹如实体从属于其他事物那样来表明的。至于这一假言前提,他是通过以下这点来证明的:实体作为实体的存在尤其在于作为底层从属于其他事物,并且所有其他事物都在它之中。然而就种本身而言,凡不是因处于上下从属关系而同时也是类的,那么即便一个在贵贱价值上超越、另一个略有不及,也绝非一个比另一个更是实体。因为对某一个特定的人给出“人”这一规定的人,绝不会比对某匹特定的马给出“马”这一规定的人更适切。在第一实体上也是同样的情况;因为绝非由于苏格拉底在尊严上比布克法罗斯马更尊贵,苏格拉底就因此能被说成比布克法罗斯马更是实体。但在某些人看来,此处论述的次序似乎并不妥当。因为有人说,“应当首先说明它们何以是第二实体的缘由,然后才对它们彼此进行这种比较。”但应当指出,他已经从“依底层被述说者”和“不依底层被述说者”的划分中,并且从“既不依底层被述说也不在底层中存在者是最根本意义上的实体”之证明中,明确地预先把握了这一点;因为由此可以推论出,那些依底层被述说但不在底层中存在的事物是第二实体。此外,关于次序他还进一步提出这一疑难:“本应当先证明第一实体没有较多或较少程度的实体性,然后再表明种的较多与较少。”对此也有同样的辩解:即当他宣称第一实体最初、最主要且最根本地是实体时,他就已经预先把握了第一实体没有较多与较少;因为所有此类概念都是被确立了界限的,并不带有较多与较少的无定性;事实上,较多与较少是不停歇地推进的,而“最”则在极限处停驻。可是,为何偶性的九个范畴不会因为被谓述于第一实体而成为第二实体呢?或者,第二实体自身为何不会因为存在于个体实体中且依它们被述说而成为偶性呢?难道不是说,并非所有被谓述于第一实体的事物都将是第二实体,而只有那些在“本质是什么”中被谓述的事物——正如各种和各类那样——才是第二实体吗?但为什么他说“因为它,例如人,比动物更为特有”呢?因为人并不是苏格拉底的特有属性,而是种。难道不是说,这里并未取严格意义上的“特有属性”,而是正如我们把不那么沉重的事物称作“轻”一样,他也把不那么共通的事物称作了“特有”吗?
- 2.5τὸ δὲ συνημμένον δείκνυσιν
意为“他证明了这一假言前提”。在逻辑学用语中,τὸ συνημμένον 指假言命题/条件命题(即前文 εἰ ὡς... οὕτως... 所表达的前件与后件的连接关系)。
- 2.5αὐτῶν μέντοι τῶν εἰδῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶν καὶ γένη
在 ὅσα 引导的关系从句中,ὑπάλληλα ὄντα(“处于上下从属关系”)为状语分词短语,γένη 为 ἐστὶν 的表语名词(καὶ 为副词“也”),整体受 μὴ 否定,用来限定彼此不具有包含关系的同位种。
- 2.5ὡς εἶχεν τοῦτο προειλημμένον ἐναργῶς
由 εἶχεν 加上完成时被动分词 προειλημμένον 构成的迂说法,表示“早已明确预先把握了这一点”的状态持续。τοῦτο 作为宾语,指代前文所述“何以是第二实体的缘由”。
