← 辛普里丘

亚里士多德《范畴篇》注释

§88.1-88.29

关于实体划分的疑难与文本考订

辛普利丘反驳了针对实体划分为第一实体与第二实体所提出的若干疑难(遗漏通类实体、划分为非种的第一实体、非对等划分),并指出了该处正文中的重文异读现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#2

μέρος γὰρ γίνεται τοῦ εἴδους ἤδη τὸ τοιοῦτον· ὥσπερ οὖν τὸ εἶδος τοῦ ὑποκειμένου μέρος, οὕτως καὶ τὸ συντελοῦν εἰς τὸ εἶδος ἔσται τοῦ αὐτοῦ μέρος· καὶ ὁ λόγος οὖν ὁ τοῦ τοιούτου ἐπαληθεύσει κατὰ τοῦ ὑποκειμένου. διὰ ταῦτα οὖν ὁ τῶν ἤδη πεπονθότων καὶ τῶν ἁπλῶς λεγομένων διάφορος γίνεται τῆς κατηγορίας ὁ τρόπος. Ἀλλ’ εἰ ἡ τομή, φασί, τῆς οὐσίας ὡς γένους εἰς εἴδη γέγονεν εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, αὗται δέ εἰσιν αἱ παραδοθεῖσαι, παρεῖται ἡ κοινὴ οὐσία καὶ γενική. ἢ καὶ αὐτὴ λέγεται ἐν τῷ μὴ ἐν ὑποκειμένῳ·1 ἴδιον γὰρ τοῦτο πάσης οὐσίας, διότι αὐτὴ ὑπόκειται καὶ ὥρισται, ὥστε πᾶσα κατὰ τοῦτο ἀφορίζεται. ἴδιον δὲ καὶ τῆς μὲν δευτέρας πρὸς τῷ κοινῷ τὸ καθ’ ὑποκειμένου λέγεσθαι, τῆς δὲ πρώτης πρὸς τῷ κοινῷ τὸ μὴ καθ’ ὑποκειμένου, ὥστε πασῶν τῶν οὐσιῶν ἡ ὑπογραφικὴ γέγονεν ἀπόδοσις. ἀλλὰ πᾶσα τομὴ γένους, φασίν, εἰς εἴδη γίνεται, ἡ δὲ πρώτη οὐσία οὐκ εἶδος· μία γὰρ ἀριθμῷ ἡ αὐτή, πολλὰ δὲ ἀριθμῷ τὸ εἶδος. λύσις δὲ τούτου, ὅτι αὐτὸ τὸ μίαν εἶναι ἀριθμῷ κοινός ἐστιν λόγος, ἴδιον δέ ἐστιν εἴδους καὶ τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ λέγεσθαι. ὡς μὲν οὖν κοινὸς λόγος, κοινὸν ποιεῖ τὸ μίαν ἀριθμῷ εἶναι τὴν πρώτην οὐσίαν· ὁ δὲ λόγος τοῦ ἀτόμου οὐκ ἔστιν εἶδος· ἓν γάρ ἐστιν ἀριθμῷ. ἀλλ’ εἰς ἄνισα, φησίν, ἡ διαίρεσις γέγονεν, ὅπερ ἀλλότριόν ἐστιν τῆς εἰς εἴδη διαιρέσεως. ἢ οὐδὲ τοῦτο ἀληθές· ἀντίρροπα γάρ ἐστιν τὰ καθόλου καὶ τὰ ἄτομα καὶ ἀλλήλοις συντελεῖ πρὸς τὸ εἶναι. εὑρίσκονται δὲ αἱ μὲν ἄτομοι οὐσίαι κατὰ τὰς ἰδιότητας τὰς ἀτμήτους τῶν ὄντων, αἱ δὲ δεύτεραι οὐσίαι κατὰ τοὺς οὐσιώδεις κοινοὺς λόγους τοὺς ἐπὶ τῶν αἰσθητῶν θεωρουμένους. Καὶ τοῦτο δὲ οὐκ ἄξιον παραλιπεῖν, ὅτι δισσογραφία τις ἐν τούτοις συνέβη· οὐδὲν γὰρ Ἀριστοτέλης ἐκ περιττοῦ τοῖς λόγοις προστίθησιν, ἀλλ’ ἴσως ἔξω παραγεγραμμένης τῆς ἄλλης γραφῆς οἱ γράφοντες τὰ δύο εἰς τὸ ἐδάφιον ἐνέγραψαν.2 τὸ δὲ ἑξῆς ἐστιν· “ὥστε πάντα τὰ ἄλλα καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, ὥστε μὴ οὐσῶν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι”. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.

因为诸如此类的事物已经构成了种的一部分;正如种是底层的一部分一样,对种的构成有所贡献的事物也将成为同一个事物的一部分;因此,此类事物的定义在底层上也将被证实为真。基于这些理由,已经受动的事物的述说方式与单纯被述说的事物的述说方式便截然不同。“但是,如果把作为类的实体向种的划分,”他们说,“是划分为第一实体与第二实体,并且这就是传授下来的全部实体,那么共同的且通类的实体就被遗漏了。”或者应当说,它自身也已经在“不在底层中”这一表述中被述说了;因为这是所有实体所共有的特性,既然实体自身充当底层并被界定,从而一切实体都依此而得到限定。而在共同点之外,“依底层被述说”属于第二实体所特有,而“不依底层被述说”在共同点之外则属于第一实体所特有,从而对所有实体都给出了描述性的规定。“但是类的每一次划分,”他们说,“都是向种进行的,然而第一实体却不是种;因为第一实体在数目上是同一个,而种在数目上则是多数。”对此的解决办法是:在数目上为一个本身就是一个共同的规定,而“既不依底层被述说也不在底层中存在”也属于种所特有。因此作为共同的定义,它使得第一实体在数目上为一个成为共同的;但个体的规定并不是种,因为它在数目上为一。“但是,”他说,“这一划分是向着不平等的事物进行的,而这与向种的划分是格格不入的。”或者说,甚至这也并非真实;因为普遍者与个体是相互匹敌、对等并重的,并且在通向存在上彼此互补。个体实体依存在者不可分割的特有属性而被发现,而第二实体则依在可感觉事物上被考察的本质性且共同的理则而被发现。此外,也不应当忽略这一点:在这里出现了一种重文现象;因为亚里士多德绝不会在论述中赘加任何东西,但大概是因为另一种异读被附注在旁边的边白中,传抄者们便把二者都抄入了正文。其上下文如下:“因此所有其他事物,要么依作为底层的第一实体被述说,要么存在于作为底层的它们之中;因此如果第一实体不存在,任何其他事物都绝不可能存在。”但我们必须继续考察接下来的内容。

语法注2 条
  1. 2.4ἢ καὶ αὐτὴ λέγεται ἐν τῷ μὴ ἐν ὑποκειμένῳ

    小词 ἤ 在注疏语境中是引出对疑难(aporia)之解答或反驳的固定程式。而在 ἐν τῷ μὴ ἐν ὑποκειμένῳ 中,介词短语 μὴ ἐν ὑποκειμένῳ 整个被中性与格定冠词 τῷ 名词化,表示“在‘不在底层中’这一表述/规定之中”。

  2. 2.4ἀλλ’ ἴσως ἔξω παραγεγραμμένης τῆς ἄλλης γραφῆς οἱ γράφοντες τὰ δύο εἰς τὸ ἐδάφιον ἐνέγραψαν

    短语 ἔξω παραγεγραμμένης τῆς ἄλλης γραφῆς 为属格独立结构(genitive absolute),独立于主句主语 οἱ γράφοντες(传抄者们),表示原因或伴随情况(“因为另一种读法被写在旁边的边白处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:88.1-88.29