- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:87.1-87.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》2a34,辛普利丘阐明第一实体是一切其他事物(属/类及偶性)存在的根本原因,从而化解了关于第一实体的疑难,并界定了内在于其中的偶性的性质。
" Τὰ δὲ ἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν. τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων." Εἰπὼν τίνες αἱ πρῶται καὶ τίνες αἱ δεύτεραι οὐσίαι δοκεῖ μὲν τὰ ὑπάρχοντα ταῖς πρώταις οὐσίαις παραδιδόναι κατὰ τὸ προφανές· λέγει γὰρ ὅτι ὑποβάθρα πάλιν εἰσὶν αἱ πρῶται οὐσίαι τοῖς μὲν ὡς καθ’ αὑτῶν λεγομένοις ὑποκείμεναι, ὥσπερ ταῖς δευτέραις οὐσίαις, τοῖς δὲ ὡς ἐν αὐταῖς τὸ εἶναι ἔχουσιν, ὥσπερ τοῖς συμβεβηκόσιν· ἀπορίαν δὲ λύει νῦν περὶ τῶν πρώτων οὐσιῶν. εἰ γὰρ μήτε ἐν ὑποκειμένῳ εἰσὶν μήτε καθ’ ὑποκειμένου τινὸς λέγονται, διαμφισβητήσειεν ἄν τις, μήποτε οὐδὲ εἰσὶν ὅλως· πόθεν γὰρ αὐταῖς τὸ εἶναι; τοῦτο δὲ λύων φησὶν ὅτι οὐ μόνον αὐταὶ παρ’ ἑαυτῶν ἔχουσιν τὸ εἶναι, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν παρέχουσι τὴν ὑπόστασιν· τά τε γὰρ καθ’ ὑποκειμένου λεγόμενα καὶ τὰ ἐν ὑποκειμένῳ ὄντα ἀπὸ τοῦ ὑποκειμένου ἔχει τὸ εἶναι. ταῦτα δὲ κατασκευάζων τὸ μὲν τὸ εἶδος ἐν τοῖς ἀτόμοις ἔχειν τὸ εἶναι ὡς γνωριμώτερον παρῆκεν, οἷον τὸν ἄνθρωπον ἐν τοῖς κατὰ μέρος ἀνθρώποις, τὸ δὲ τὸ γένος καίτοι δοκοῦν κατὰ τοῦ εἴδους μάλιστα κατηγορεῖσθαι οὐδὲν ἧττον ἐν ταῖς ἀτόμοις οὐσίαις ἔχειν τὸ εἶναι, τοῦτο ἀπέδειξεν, ὡς καὶ πόρρωθεν δοκοῦν μᾶλλον καὶ ὡς ἅμα καὶ τὸ ἕτερον συναποδεικνύων. ἔστι δὲ ἡ ἀπόδειξις τοιάδε· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ ἁπλῶς κατὰ ἀνθρώπου,1 ὥσπερ τὸ πτηνὸν εἰ κατὰ μηδενὸς τῶν κατὰ μέρος ἀετῶν, οὐδὲ ἁπλῶς κατὰ ἀετοῦ· διὰ τὴν ἄτομον ἄρα οὐσίαν ὑπόκειται καὶ τὸ εἶδος τῷ γένει. ὁμοίως δὲ καὶ τὸ ἐν ὑποκειμένῳ ἐν πρώτῳ τῷ ἀτόμῳ ἔνεστιν, εἶτα διὰ τούτου καὶ τῷ εἴδει ἐνυπάρχει, οἷον ἡ γραμματικὴ τῷ Ἀριστάρχῳ πρώτως ἐγγίνεται, εἶτα διὰ τούτου καὶ τῷ ἀνθρώπῳ. αἰτία ἄρα ἡ ἄτομος οὐσία ἐστὶν τοῖς ἄλλοις τοῦ εἶναι, καὶ τοῖς καθ’ ὑποκειμένου λεγομένοις καὶ τοῖς ἐν ὑποκειμένῳ οὖσιν. ὅταν δὲ λέγωμεν ἐν ὑποκειμέναις ταῖς πρώταις οὐσίαις τὰ ἄλλα εἶναι, οἷον ποσόν, ποιόν, πρός τι καὶ τὰ λοιπά, τοιαῦτα εἶναι τὰ ἐνυπάρχοντα νοητέον, οἷά ἐστιν τὰ πρῶτα, ἀλλ’ οὐχὶ τὰ πεπονθότα ἤδη καὶ διακείμενα, οἷον λευκότητα καὶ θερμότητα. τὰ γὰρ πεπονθότα ἢ διακείμενα καὶ κατὰ ταῦτα λεγόμενα καὶ αὐτὰ λόγῳ καὶ ὀνόματι ἀληθεύεται· ἀληθὲς γοῦν τὸν κύκνον λευκὸν εἰπόντα ἀποδοῦναι ὅτι λευκότητα ἔχει,2 λόγος δὲ οὗτος τοῦ ὡς πεπονθότος λευκοῦ, τουτέστιν τοῦ λελευκωμένου.
“而所有其他事物,要么依作为底层的第一实体被述说,要么存在于作为底层的它们之中。这一点从单个被考察的事例中是显而易见的。” 在说明了何谓第一实体与何谓第二实体之后,从表面上看他似乎在讲授属于第一实体的属性;因为他说第一实体再次成为基础,对于作为依〔第一实体〕自身被述说者的某些事物(如第二实体)充当底层,对于作为在〔第一实体〕中具有存在者的另一些事物(如偶性)也充当底层;但实际上他现在是在解决一个关于第一实体的疑难。因为如果它们既不在底层中,也不依任何底层被述说,就有人会提出争议,它们是否根本就不存在;因为它们的存在究竟从何而来?而他解决这一点时说,它们不仅从自身具有存在,而且还为所有其他事物提供立足的实体性;因为无论是依底层被述说者,还是在底层中存在者,都从底层获得存在。在确立这些观点时,他略去了属在个体中具有存在这一更为人熟知的事实(例如人在具体的各个人中),而类尽管看似主要被述说于属,却同样在个体实体中具有存在,这一点他作出了证明,因为这看似更为间接,并且由此也能一并证明另一方。证明如下:因为如果它不依具体的某些人中的任何一人被述说,也就绝不会依单纯的人被述说,正如鸟如果不依具体的某些鹰中的任何一只被述说,也就绝不会依单纯的鹰被述说;因此正是由于个体实体,属也为类充当底层。同样,在底层中的事物首先存在于个体之中,然后通过个体也内在于属之中,例如文法首先产生于阿里斯塔库斯之中,然后通过他也产生于人之中。因此,个体实体是其他事物(无论是依底层被述说者还是在底层中存在者)存在的原因。而当我们说其他事物——如数量、性质、关系及其他等等——存在于作为底层的第一实体中时,应当理解,内在于其中的事物是如同最初事物那样的,而不是那些已经受动和处于某种状态的事物,例如是白度和热度。因为受动或处于状态的事物以及依这些被述说的事物,它们自身在定义和名称上都被证实为真;无论如何,称天鹅为白者的人说它具有白度是真实的,而这是作为受动者的白者(即被弄白者)的定义。
- 2.4εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ ἁπλῶς κατὰ ἀνθρώπου
在条件句的前后两肢(条件从句与结论句)中,均省略了前文出现的谓词动词 κατηγορεῖται(以及主语 τὸ γένος)。结合前文关于类的述说和后文鸟与鹰的类比,应补充理解为“因为如果[类]不依具体的某些人中的任何一人[被述说],也就绝不依单纯的人[被述说]”。
- 2.4ἀληθὲς γοῦν τὸν κύκνον λευκὸν εἰπόντα ἀποδοῦναι ὅτι λευκότητα ἔχει
无人称句式 ἀληθές [ἐστι] 支配不定式 ἀποδοῦναι,宾格分词 εἰπόντα 充当不定式的逻辑主语(表示泛指的施事者)。整句结构为“称天鹅为白者的人说(给出说明)它具有白度是真实的”。
