- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:86.1-86.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了亚里士多德《范畴篇》2a19及以下的内容,考察了第二实体与偶性依底层分别同名义和同名异义地被述说这一结论如何从先前的论述中推导得出,以及这一重述如何用于确证第一实体的首要地位和第二实体的性质。
" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων, ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων ἕως τοῦ τὸν δὲ λόγον ἀδύνατον." Θαυμαστὸν πῶς ἐκ τῶν εἰρημένων φανερὰ λέγει γίνεσθαι τὰ νῦν παραγραφέντα. πῶς γάρ, εἰ δεύτεραι οὐσίαι τὰ εἴδη καὶ τὰ γένη, ἐκ τούτου φανερὸν τὸ τὰ μὲν καθ’ ὑποκειμένου συνωνύμως κατηγορεῖσθαι, τὰ δὲ ἐν ὑποκειμένῳ ὁμωνύμως; τίνα δὲ καὶ χρείαν ταῦτα τοῖς νῦν λεγομένοις παρέχεται; ἆρα οὖν μὴ1 ἐπὶ τὰ πρὸ τούτων ἀναφέρει τὸν λόγον ἐν οἷς ἔλεγεν “ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου” καὶ τὰ ἑξῆς; ἐπὶ γὰρ τῶν τοιούτων συνωνύμως ἡ κατηγορία γίνεται. ἢ καὶ ἀπὸ τῆς διαιρέσεως τῶν πρώτων καὶ δευτέρων οὐσιῶν τοῦτο ἀποδείκνυται. εἰ γὰρ κοινὸν μὲν ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ, ἴδιον δὲ τῶν μὲν τὸ καθ’ ὑποκειμένου, τῶν δὲ τὸ μὴ καθ’ ὑποκειμένου, ἦσαν δὲ δεύτεραι οὐσίαι τὰ γένη καὶ τὰ εἴδη, ταῦτα δὲ τῶν ὑπ’ αὐτὰ συνωνύμως κατηγορεῖται, τῶν δὲ συνωνύμων καὶ τοὔνομα καὶ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου, οὐ μὴν τῶν ἐν ὑποκειμένῳ· οὔτε γὰρ τὸ ὄνομα οὔτε ὁ λόγος τῶν ἐν ὑποκειμένῳ λέγεται κατὰ τοῦ ὑποκειμένου· εἰ γὰρ οὐδεμία οὐσία ἐν ὑποκειμένῳ, οὐδὲ τὰ ἐν ὑποκειμένῳ εἶεν ἂν οὐσίαι οὐδὲ μέρη συμπληρωτικὰ τῆς οὐσίας· οὐδὲ ὁ λόγος οὖν τοῦ ἐν ὑποκειμένῳ ῥηθήσεται κατὰ τοῦ ὑποκειμένου, οἷον οὔτε ἐπιστήμη ἡ ψυχὴ λέγεται, ἀλλὰ παρωνύμως ἀπ’ αὐτῆς, οὔτε ὁ λόγος τῆς ἐπιστήμης κατὰ τῆς ψυχῆς λέγεται· οὐ γάρ ἐστιν ἕξις θεωρητικὴ ἡ ψυχή· ἀλλ’ οὐδὲ τὸ χρῶμα κατὰ τοῦ σώματος οὐδὲ ὁ λόγος αὐτοῦ· ὥστε ἐκ τῶν εἰρημένων ταῦτα φανερά. μέλλων δὲ τὴν αἰτίαν ἀποδιδόναι τοῦ τὰς ἀτόμους οὐσίας πρώτας εἶναι, ἐπεὶ πάντα ἢ καθ’ ὑποκειμένων αὐτῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, μέλλων δὲ καὶ ἀπολογισμὸν ποιήσασθαι τοῦ τὰς δευτέρας οὐσίας εὐλόγως οὐσίας εἶναι, ὅτι δηλοῦσι τὴν πρώτην οὐσίαν καθ’ ὑποκειμένης αὐτῆς λεγομένας,2 ὑπομιμνήσκει διὰ τούτων ἡμᾶς, πῶς τὰ καθ’ ὑποκειμένου κατηγορεῖται. διὰ τοῦτο γάρ τοι καὶ τῆς συνωνυμίας ἐδέησεν αὐτῷ, διὰ τὰ καθ’ ὑποκειμένου κατηγορούμενα, τῆς δὲ ὁμωνυμίας καὶ παρωνυμίας διὰ τὰ ἐν ὑποκειμένῳ συμβεβηκότα. ταῦτα γὰρ κατὰ μὲν τὸν λόγον οὐδέποτε ἂν ταῖς οὐσίαις συναρμοσθεῖεν·3 οὐ γὰρ τὸ σῶμά τις εἴποι χρῶμα διακριτικὸν ὄψεως, καίτοι ἐπονομάζων αὐτὸ λευκόν· τὰ πολλὰ δὲ παρωνύμως λέγεται ἀπὸ τῶν τοιούτων, ὡς ἀπὸ τῆς γραμματικῆς γραμματικός. ταύτην οὖν τὴν χρείαν ἡ ἐπανάληψις ἡ νῦν προκειμένη παρέχεται, ἐφεξῆς δὲ τοιαῦτα προστίθησιν·
“从已说者显而易见:在依底层被述说的事物中”直至“但定义是不可能的”。 令人惊异的是:他怎么说现在抄录的这些话是从已说者中显而易见的呢?因为,如果种和属是第二实体,怎能由此显明:依底层被述说者是同名义地被述说,而在底层中者是同名异义地[被述说]呢?而且这些对于现在所说的事物究竟提供了何种用处?难道他是把话头指引回先于这些的话,即他说“当一物依另一物被述说,如依底层被述说时”等等之处吗?因为对于这类事物而言,述说是同名义地进行的。抑或这一点也是从第一实体与第二实体的划分中证明出来的呢?因为如果不在底层中是两者所共有的,而依底层被述说是一方所特有的,不依底层被述说是另一方所特有的,且类和种曾是第二实体,而这些是同名义地述说其从属者,而在同名义的事物中,名称和定义都被述说到底层上,但在底层中者则绝非如此;因为在底层中者的名称和定义都不依底层被述说;因为如果没有任何实体是在底层中的,那么在底层中者既不可能是实体,也不可能是构成实体的部分;因此在底层中者的定义也不会依底层被述说,例如灵魂既不被称为知识(而是通过源自它的派生名被述说),知识的定义也不依灵魂被述说(因为灵魂不是一种观照性的品性);甚至颜色也不依物体被述说,它的定义亦然;因此从已说者中这些是显而易见的。由于他将要说明个体实体为何是第一实体的原因(既然一切事物要么依作为底层的它们被述说,要么存在于作为底层的它们之中),并且也将要对第二实体合乎情理地是实体作出辩明(因为它们依作为底层的它被述说而揭示了第一实体),他通过这些向我们提醒:依底层被述说者是如何被述说的。正是为此之故,他确实需要同名义性(因那些依底层被述说者),而需要同名异义性与派生名(因那些在底层中的偶性)。因为这些在定义上绝不能契合于实体;事实上,人绝不会说物体是穿透视力的颜色,尽管可以称它为白的;而大多数是由这类事物派生名地被述说,正如从文法得出文法学家。因此,现在摆在我们面前的重述提供了这种用处,紧接着他增补了如下内容:
- 2.3ἆρα οὖν μή
小词组合 ἆρα μή 通常构成表达谨慎推测或疑虑的疑问句(“难道……不成?”或“莫非是……?”),往往倾向于预料否定回答或提出审慎假设。在此,注疏者用它委婉地提出:亚里士多德所谓的“从已说者中”或许是指向更早的 1b10 处的讨论,而非紧邻的前文。
- 2.3καθ’ ὑποκειμένης αὐτῆς λεγομένας
分词 λεγομένας 为阴性宾格复数,与前面的受词 τὰς δευτέρας οὐσίας(“第二实体”)在性数格上一致,表示第二实体揭示第一实体的条件或方式。而介词短语 καθ’ ὑποκειμένης αὐτῆς 中的单数阴性代词 αὐτῆς 则指代前文的 τὴν πρώτην οὐσίαν(“第一实体”),意为“依作为底层的它[第一实体]”。
- 2.3συναρμοσθεῖεν
动词 συναρμοσθεῖεν 是第三人称复数不定过去时被动语气希求法,与 ἄν 连用表示潜能(“可能契合”)。它的主语是中性复数代词 ταῦτα(指代在底层中的偶性),此处理论上中性复数主语本可带单数动词,但此处使用了复数动词。
