← 辛普里丘

亚里士多德《范畴篇》注释

§84.32-85.33

种与属被称为第二实体的理由及对亚历山大的批判

辛普利丘阐明了因语言和认识的顺序以及部分与整体的关系,种和属何以被称为第二实体;他批判了亚历山大主张个体依本性在先的观点,捍卫了普遍者的优越性,并论证了第二实体因揭示“是什么”并作为基底层而被称作实体的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

ἔτι δὲ τὰς κατηγορίας περὶ τῶν σημαντικῶν λέξεων εἶναί φαμεν, αἱ δὲ σημαντικαὶ λέξεις ἐπὶ πρότερα τὰ ἄτομα φέρονται· τούτοις γὰρ πρώτοις κατὰ αἴσθησιν ἐντυγχάνομεν, ἔπειτα δὲ μεταβαίνομεν ἐπὶ τὰ εἴδη καὶ τὰ γένη ἀπὸ τῆς αἰσθήσεως ἐπὶ νόησιν ποδηγούμενοι. ὅλως δέ, εἰ μὴ τὰ καθ’ αὑτὰ εἴδη καὶ γένη, ἀλλὰ τὰ ἐν τοῖς ἀτόμοις κατὰ τὴν Περιπατητικὴν συνήθειαν παραλαμβάνομεν, πῶς οὐκ ἂν εἴη ταῦτα δεύτερα ἐν οὐσίας λόγῳ, μέρη τῶν ἀτόμων ὄντα καὶ κατὰ τοῦτο ἔχοντα τὸ οὐσίαι εἶναι, ὅτι μέρη οὐσιῶν εἰσιν, ἐπεὶ ὡς μὴ καθ’ ἑαυτὰς ὑφεστῶσαι οὐδ’ ἂν εἶεν ὅλως οὐσίαι; ὁ μέντοι Ἀλέξανδρος οὐκ ἂν ἀναγκασθείη τοῖς τοιούτοις ἀπολογισμοῖς, καὶ τῇ φύσει προτέρας βουλόμενος εἶναι τὰς ἀτόμους οὐσίας τῶν κοινῶν·1 μὴ οὐσῶν γὰρ φησιν τῶν ἀτόμων οὐδὲν εἶναι δύνασθαι τῶν ἄλλων, οὐχ ὑγιῶς τοῦτο νομίζων. κἂν γὰρ σὺν τοῖς ἀτόμοις ἔχῃ τὸ εἶναι ἡ κοινὴ οὐσία, ἀλλὰ καθ’ ἑαυτὴν οὖσα συντελεῖ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων. ἄμεινον δὲ λέγειν ὡς τὸ καθόλου καθ’ ἑαυτὸ τὴν κυριωτάτην οὐσίαν ἔχον μεταδίδωσι καὶ τοῖς καθ’ ἕκαστα ἑαυτό, καὶ οὕτως κυριώτερόν ἐστι τῶν ἀτόμων κατὰ τὸν τῆς φύσεως λόγον. ἀλλὰ κοινόν, φησίν, οὐδὲν εἶναι δύναται χωρὶς ἀτόμου, ἄτομον δὲ ἔστιν χωρὶς κοινοῦ, οἷον ἥλιος καὶ σελήνη καὶ κόσμος. πρὸς ὃν ῥητέον ὡς δι’ ἄλλην συντυχίαν τοῦτο γέγονεν τὸ ἅπαξ δέξασθαι τούτων ἑκάστου τὴν ὕλην τὸ εἶδος, ἔστιν μέντοι οὕτως παρεσκευασμένος ὁ λόγος, ὥστε εἰ καὶ πολλοὶ πεφυκότες ἦσαν αὐτὸν δέχεσθαι, δύναται ἑαυτὸν διδόναι εἰς τὸ πλῆθος.2 εἰσὶν δὲ οὐσίαι ὅλως αἱ δεύτεραι, κἂν μὴ καθ’ ἑαυτὰς ὑφεστήκασιν, ἐπειδὴ μόναι τῶν κατηγορουμένων τὴν οὐσίαν δηλοῦσιν. αἱ μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων πᾶσαι κατηγορίαι ἀλλότριαί εἰσιν τῆς οὐσιώδους σημασίας, οὐ τὸ τί ἕκαστον δηλοῦσαι, ἀλλὰ τὸ συμβεβηκός· αὗται δὲ καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λεγόμεναι τὴν οὐσίαν τῶν ὑποκειμένων σημαίνουσιν. τὸν γὰρ Σωκράτη εἰ ἀποδιδῷ τις τί ἐστιν, τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδούς, οἷον ἄνθρωπον ἢ ζῷον εἰπών, οἰκειότερον ἀποδώσει καὶ γνωριμώτερον ποιήσει, τῶν δὲ ἄλλων ἐννέα κατηγοριῶν ἀποδιδούς τι, οἷον λευκὸν ἢ τρίπηχυ, ἀλλοτριώτερον ἀποδίδωσιν, ἅτε ἀπὸ συμβεβηκότος καὶ οὐ τὸ τί ἐστιν δηλοῦντος ποιούμενος τὴν ἀπόδοσιν. καὶ ἄλλως δὲ ὅμοιαί εἰσιν ταῖς πρώταις οὐσίαις αἱ δεύτεραι. ὡς γὰρ ἐκεῖναι πᾶσι τοῖς ἄλλοις ὑπόκεινται, οὕτως αἱ δεύτεραι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν· κατ’ αὐτῶν γὰρ λέγονται παρωνύμως, οἷον γραμματικὸς οὐ μόνον ὁ τὶς ἄνθρωπος, ἀλλὰ καὶ ὁ ἄνθρωπος, ἢ ὁμωνύμως,3 οἷον τὸ λευκόν· οὐ μόνον γὰρ τὸ λευκὸν σῶμα, ἀλλὰ καὶ τὸ σῶμα ἁπλῶς οὕτως ἐπικαλεῖται. διὰ ταῦτα οὖν οὐκ ἀπὸ τρόπου καὶ αὗται οὐσίαι, ἀλλὰ δεύτεραι οὐσίαι προσηγορεύθησαν.

此外,我们主张范畴是关于有意义的言词的,而有意义的言词首先是指向作为在先者的个体的;因为我们首先通过感觉遇到它们,然后从感觉被引导至理智,进而过渡到种与属。一般而言,如果我们并非按照自身去把握种与属,而是依从漫步学派的习惯去把握存在于个体中的它们,那么在实体的定义[理路]上,它们怎能不是第二位的呢?既然它们是个体的部分,且恰恰因作为实体的部分才具有作为实体的资格,因为若非自身独立自存,它们根本就不可能是实体。然而亚历山大大概不会受制于这类辩护,他主张个体实体在本性上先于共通之物;因为他说个体若不存在,其他事物概不能存在——这种看法并不妥当。因为纵然共通实体与个体一同拥有存在,但它作为自身自存之物,对底层实体的实体性亦有助成。更好的是说:普遍物自身拥有最具主导地位的实体,并将自身赋予各个别之物,因而在本性的理路上它比个体更具主导性。但是,他说:“没有个体,共通之物概不能存在;而个体却能脱离共通之物而存在,例如太阳、月亮和宇宙。”对此应当指出:这些事物中的每一者的质料仅只一次接受了形式,乃是出于另一种机缘;然而其本质理则本来是如此具备的,以致即便有许多天然适合接受它的事物存在,它也能够将自身交付给复多数。尽管第二实体并不自身独立自存,但它们终究是实体,因为在所有的述词中唯有它们揭示实体。事实上,所有源自偶性的范畴都与实体性的表示无关,它们揭示的不是每个事物“是什么”,而是其“偶性”;相反,第二实体依底层的第一实体被述说,因而指明了底层实体的实体。例如若有人说明苏格拉底是什么,如果提供种和属,如说“人”或“动物”,他将提供得更恰当、更易于为人所知;但若从其余九个范畴中提供某物,如“白的”或“三肘长的”,他就提供得更离题,因为他是根据偶性且非揭示其“是什么”来作出说明的。在另一方面,第二实体也与第一实体相似。因为正如第一实体是所有其余事物的基底层,第二实体对所有其余事物也是如此;因为其余事物或是通过派生名依它们而被述说(例如“懂文法的”不仅用来述说某个特定的人,也用来述说人),或是通过同名而被述说(例如“白”;因为不仅白色的物体被这样称呼,单纯的物体也被这样称呼)。因此,正是出于这些缘故,第二实体并非不合情理地被称作实体,而是被称为第二实体。

语法注3 条
  1. 2.2ὁ μέντοι Ἀλέξανδρος οὐκ ἂν ἀναγκασθείη τοῖς τοιούτοις ἀπολογισμοῖς, καὶ τῇ φύσει προτέρας βουλόμενος εἶναι τὰς ἀτόμους οὐσίας τῶν κοινῶν

    分词 βουλόμενος 与主语 Ἀλέξανδρος 一致,充当表原因或伴随情况的附带分词(“由于他主张个体实体在自然上先于共通之物”)。连词 καί 作副词性用法,强调整个分词短语或引出亚历山大的特定动机。

  2. 2.2ὥστε εἰ καὶ πολλοὶ πεφυκότες ἦσαν αὐτὸν δέχεσθαι, δύναται ἑαυτὸν διδόναι εἰς τὸ πλῆθος

    在 ὥστε 引导的结果从句中,嵌入了一个过去非真实条件从句(εἰ καὶ πολλοὶ πεφυκότες ἦσαν,“即使曾经有许多事物天然适合接受它”),而归结分句的动词却使用了现在时直陈语气(δύναται,“它能够”)。这种混合结构表明,无论现实中是否有受纳者,该形式能够将自身分有给多数的本质能力都是一种恒常的潜能与事实。

  3. 2.2κατ’ αὐτῶν γὰρ λέγονται παρωνύμως, οἷον γραμματικὸς οὐ μόνον ὁ τὶς ἄνθρωπος, ἀλλὰ καὶ ὁ ἄνθρωπος, ἢ ὁμωνύμως

    动词 λέγονται 的主语承接前句的 τὰ ἄλλα πάντα(所有其余事物/偶性范畴),而介词短语 κατ’ αὐτῶν 指代第二实体(αἱ δεύτεραι [οὐσίαι])。整句意为“因为其余事物也是通过派生名……或通过同名依它们[第二实体]被述说的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:84.32-85.33