← 辛普里丘

亚里士多德《范畴篇》注释

§83.30-84.32

第二实体的规定与个体实体首要性的确立

辛普里丘阐释了亚里士多德将第二实体限定并例解为包含个体的种及其属,并针对消除的非对称性所引起的普遍优先性质疑,通过部分与整体、现实与潜能、全体个体的共同消除性以及思维抽象的视角捍卫了个体实体的首要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Δεύτεραι δὲ οὐσίαι λέγονται ἕως τοῦ οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον." Τὰς οὐσίας διελὼν εἰς πρώτας καὶ δευτέρας καὶ περὶ τῶν πρώτων εἰπὼν ἑξῆς περὶ τῶν δευτέρων ἐπάγει, ἃς ἐν εἴδεσιν καὶ γένεσιν ἀφορίζεται, εἴδεσι μὲν τοῖς τῶν ἀτόμων περιεκτικοῖς (ταῦτα γὰρ ἦσαν αἱ πρῶται οὐσίαι), γένεσιν δὲ τοῖς τούτων τῶν εἰδῶν, ἀκριβῶς ταῦτα προσθείς, ἵνα μὴ πολλαχῶς τῶν εἰδῶν καὶ γενῶν λεγομένων εἰς ἄλλα σημαινόμενα ἀπενεχθῶμεν. καὶ γὰρ καὶ ὁ Πορφύριος ἐν τῇ Εἰσαγωγῇ πολλὰ σημαινόμενα τοῦ εἴδους καὶ τοῦ γένους ἀπελογίσατο, ὧν ἓν εἶπεν εἶναι εἶδος τὸ τῶν ἀτόμων περιεκτικὸν καὶ γένος τὸ τῶν τοιούτων εἰδῶν. ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐστὶν εἴδη καὶ γένη, ἵνα μὴ δευτέρας οὐσίας ἐκεῖνα τὰ γένη καὶ τὰ εἴδη νομίσωμεν, ἀσφαλῶς εἶπεν ὅτι ἐν οἷς αἱ ἄτομοι οὐσίαι, ταῦτα λέγει εἴδη καὶ γένη τὰ τῶν τοιούτων εἰδῶν.1 σαφὲς δὲ τοῦτο καὶ διὰ τῶν παραδειγμάτων ἐποίησεν· παράδειγμα δὲ τοῦ μὲν εἴδους ὁ ἄνθρωπος ἐν ᾧ ὁ τὶς ἄνθρωπος ὑπάρχει, τοῦ δὲ γένους τὸ ζῷον, ἐν ᾧ ὅ τε ἄνθρωπος καὶ ὁ τὶς ἄνθρωπος περιέχεται. ἀλλ’ εἰ ἀνθρώπου μὲν ἀναιρεθέντος ἀνήρηνται οἱ ἄτομοι ἄνθρωποι καὶ ζῴου ἀναιρεθέντος ὁ ἄνθρωπος, οὐ μέντοι ἀνάπαλιν, πρῶτα δὲ τῇ φύσει τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δὲ ἐλέγομεν, πῶς πρῶται μὲν οὐσίαι αἱ ἄτομοι λέγονται, δεύτεραι δὲ τὰ εἴδη καὶ τρίται τὰ γένη; καὶ γὰρ ἐφεξῆς τὰ εἴδη τῶν γενῶν μᾶλλον οὐσίας ἐρεῖ. ἢ δεύτεραί εἰσιν αὗται, καθόσον ὡς μέρη συμπληροῦσιν τὰς ἀτόμους οὐσίας, τὰ δὲ μέρη τοῦ ὅλου δεύτερα, καὶ ὡς κατ’ ἐνέργειαν ἐν τῷ ἀτόμῳ γενόμενα καὶ τοῦτο ὅπερ ἦσαν καθ’ ἑαυτὰ δυνάμει·2 τὸ δὲ ἐνεργείᾳ πρότερον, ὕστερον δὲ τὸ δυνάμει. καὶ ὁ ἀπὸ τοῦ συναιρεῖν μὲν μὴ συναιρεῖσθαι δὲ λόγος οὐκ ἀκριβῶς ἠρώτηται. οὐ γὰρ ὁ εἷς ἄτομος οἷον ὁ Σωκράτης ἡ πρώτη ἐστὶν οὐσία, ἀλλ’ οἱ ὑπὸ τὸν ἄνθρωπον πάντες, διότι καὶ ἕκαστος· πάντων δὲ τῶν ἀτόμων ἀναιρεθέντων ἀνῄρηται καὶ ὁ ἄνθρωπος ὁ καθόλου. ἀλλὰ καὶ ἐπινοεῖται ἐκ τῶν ἀτόμων τὰ κοινά, ἀποδιαλαμβανόντων ἡμῶν ἀεὶ τὸ κοινὸν ἐν τοῖς κατά τινα διαφέρουσιν· Σωκράτης γὰρ καὶ Δίων κἂν πολλοῖς ἰδιώμασιν ἀλλήλων διεστήκασιν, ἔνεστιν ὅμως τις μία ἀδιάφορος οὐσία, καθ’ ἣν τὸ κοινὸν ἐν αὐτοῖς θεωρεῖται, ἥτις περὶ τὰ καθ’ ἕκαστα καὶ ἐν τοῖς κατὰ μέρος ἔχει τὸ ἐπινοεῖσθαι.3 ἔτι τοίνυν αἰτία τοῦ εἶναί ἐστιν τοῖς κοινοῖς τὰ καθ’ ἕκαστα· ταῦτα γὰρ ἐν τῷ τάδε τινὰ εἶναι προϋπάρχει, τὰ δὲ κοινὰ ἐπιγίνεται, ἅπερ οὐκ ἔστιν τάδε τινὰ νοούμενα, ἀλλὰ τοιάδε· εἰ δὴ τὰ καθ’ ἕκαστον ἀναιρεθείη, οὐδ’ ἂν τὸ κοινὸν εἴη· συμπληρωτικὴν γὰρ ἔχει τοῦτο τὴν φύσιν τῶν ἀτόμων οὐσιῶν.

“第二实体被称作……”直至“……例如人和动物。” 在将实体区分为第一实体和第二实体,并论述了第一实体之后,他接着引入了第二实体,并将其限定在种与属之中:即限定在包含个体的种(因为这些个体就是第一实体),以及这些种的属之中。他精确地补充了这些,以免由于“种”与“属”有多重涵义而使我们偏离到其他的含义上去。事实上,波菲利在《引论》中也列举了种与属的许多涵义,其中之一他说便是包含个体的种以及包含这类种的属。而且,由于在其他范畴中也存在种与属,为了防止我们将那些属和种也认作第二实体,他极其审慎地指出:个体实体存在于其中的那些,他称之为种,而这类种的属[称之为属]。他也通过例子使这一点变得清楚:种的例子是人(某特定的人存在于其中),属的例子是动物(人和某特定的人都被包含于其中)。 然而,如果人被消除,个别的人就被消除;动物被消除,人就被消除;反之却不然,并且我们曾说过,凡共同消除他者而不被他者共同消除的,依本性而言是在先的,那么个体实体怎能被称为第一实体,而种被称为第二、属被称为第三实体呢?因为紧接着他还将说,各种比各属更为是实体。难道不是因为这些[种与属]之所以是第二位的,就其作为部分充实了个体实体而言,而部分相对于整体而言是第二位的;并且它们是在个体之中现实地生成,并成为它们自身原本潜能地所是的东西?而现实中的事物是在先的,潜能中的事物是在后的。此外,依据“共同消除而不被共同消除”的论证也并未被精确地提出。因为并非如苏格拉底这样的单个个体是第一实体,而是人之下的一切个体都是第一实体,因为每个人也皆是如此;而当所有个体都被消除时,普遍的人也就被消除了。更有甚者,普遍之物是从个体中被构想出来的,因为我们总是在某些方面有差异的事物中提取出共同之物;事实上,苏格拉底与狄翁哪怕在许多固有特征上彼此相异,但其中仍内在存在着某种单一且无差别的实体,依此实体,它们之中的共通性得以被考察,而这实体具有就个别事物而言且在部分事物之中被构想的性质。再者,个别事物是共同之物存在的因;因为这些个体在作为“某个特定之物”上先行存在,而共同之物是随后发生的,它们在被构想时并不是“某个特定之物”,而是“如此这类的事物”。因此,如果个别事物被消除,共同之物也就不会存在;因为后者具有充实个体实体的本性。

语法注3 条
  1. 2.2ἀσφαλῶς εἶπεν ὅτι ἐν οἷς αἱ ἄτομοι οὐσίαι, ταῦτα λέγει εἴδη καὶ γένη τὰ τῶν τοιούτων εἰδῶν

    在由 ὅτι 引领的间接引语中,从属于 εἶπεν 的从句在 λέγει 之下形成了一个省略的并列结构:前半为 ἐν οἷς αἱ ἄτομοι οὐσίαι [εἰσί], ταῦτα λέγει εἴδη(“个体实体存在于其中的那些,他称之为种”),后半承前省略动词,为 καὶ [γένη λέγει] γένη τὰ τῶν τοιούτων εἰδῶν(“并且[称]这类种的属[为属]”)。

  2. 2.2καὶ ὡς κατ’ ἐνέργειαν ἐν τῷ ἀτόμῳ γενόμενα καὶ τοῦτο ὅπερ ἦσαν καθ’ ἑαυτὰ δυνάμει

    该由 ὡς 引领的副词性分词短语构成了对 ἢ δεύτεραί εἰσιν αὗται 的第二个原因说明。分词 γενόμενα 支配了由 καί 连接的两个表语性成分:κατ’ ἐνέργειαν ἐν τῷ ἀτόμῳ(“现实地在个体之中”)与 τοῦτο ὅπερ ἦσαν καθ’ ἑαυτὰ δυνάμει(“成为它们自身原本潜能地所是的那样”),以此说明普遍者如何在个体中现实化。

  3. 2.2ἥτις περὶ τὰ καθ’ ἕκαστα καὶ ἐν τοῖς κατὰ μέρος ἔχει τὸ ἐπινοεῖσθαι

    结构 ἔχει 加上带冠词的不定词(τὸ ἐπινοεῖσθαι)是希腊语中表示“具有……的性质/能力”的惯用句型。关系代词 ἥτις 指向前文主句中的 μία ἀδιάφορος οὐσία(单一且无差别的实体),而介词短语 περὶ τὰ καθ’ ἕκαστα(“就个别事物而言”)与 ἐν τοῖς κατὰ μέρος(“在部分事物之中”)共同修饰不定词 τὸ ἐπινοεῖσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:83.30-84.32