- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:82.14-83.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过“依本性在先”与“就我们而言在先”的区分,解释了《物理学》与《范畴篇》在普遍与个别排序上的差异,反驳了亚历山大主张普遍在自然上也后于个体的乞题论点。随后,他引入了普遍的三重划分(超越原因、内在普遍与抽象概念),并评析了扬布里柯对亚历山大的批评。
περὶ δὲ τὸ αὐτὸ ζήτημα καὶ ἐκεῖνο στρέφεται, διὰ τί ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττει, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα; ἢ ὅτι διχῶς λέγεται τὸ πρότερον καὶ τὸ δεύτερον, ἤτοι τῇ φύσει ἢ ὡς πρὸς ἡμᾶς· πρὸς ἡμᾶς μὲν γὰρ τὰ καθ’ ἕκαστον πρότερα· πρώτοις γὰρ τούτοις προσβάλλομεν· τῇ φύσει δὲ τὰ κοινὰ πρότερα· ὑπὸ γὰρ τὰ καθόλου τέτακται τὰ καθ’ ἕκαστα. ὥστε εἰ μὲν ἀπὸ τῆς φύσεως ἄρχοιτό τις, τὰ ἁπλᾶ, τὰ αἴτια, τὰ καθόλου, τὰ ἄυλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· ἐπειδὴ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως ἡ τάξις εἴληπται νῦν, ὡς πρὸς ἡμᾶς τὸ πρῶτον ληφθήσεται. ὁ μέντοι Ἀλέξανδρος ἐνταῦθα καὶ τῇ φύσει ὕστερα τὰ καθόλου τῶν καθ’ ἕκαστα εἶναι φιλονεικεῖ, ἀπόδειξιν μὲν οὐδεμίαν κομίζων σχεδόν, τὸ δὲ ἐν ἀρχῇ λαμβάνων,1 ὅταν λέγῃ τὸ εἶναι καὶ τὴν οὐσίαν τὰ κοινὰ παρὰ τῶν καθ’ ἕκαστα λαμβάνειν, μηδεμίαν τούτου προστιθεὶς ἀπόδειξιν. καὶ αἱ ἀποδείξεις σαθραί· κοινοῦ γὰρ ὄντος, φησίν, ἀνάγκη καὶ ἄτομον εἶναι· ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα περιέχεται· ἀτόμου δὲ ὄντος οὐ πάντως τὸ κοινόν, εἴγε τὸ κοινὸν ἐπὶ πολλοῖς ὑπάρχει. δῆλον γὰρ ὅτι καὶ πᾶν ἄτομον ὑπὸ τοῦ κοινοῦ συμπληροῦται· ὁ γάρ τις ἄνθρωπος καὶ ἄνθρωπος, φησὶν Ἀριστοτέλης. ὥστε καὶ ἐκεῖνο ψευδῶς ἔλαβεν εἰς δεῖξιν τοῦ πρῶτα εἶναι τῇ φύσει τὰ ἄτομα, ὅτι τοῦ κοινοῦ ἀναιρουμένου οὐ πάντως ἀναιρεῖται τὸ ἄτομον· εἰ γὰρ καὶ τὸ κοινὸν ἐν τούτῳ ἔχει τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ’ ὅλα τὰ ἄτομα καὶ συμπληροῦν αὐτὰ καὶ τὸ ἄτομον ἐν τῷ συμπληροῦσθαι ὑπὸ τοῦ κοινοῦ, πῶς ἀναιρουμένου τοῦ κοινοῦ οὐκ εὐθὺς ἀναιρεθήσεται καὶ τὸ ἄτομον; μήποτε οὖν τριττὸν ληπτέον τὸ κοινόν,2 τὸ μὲν ἐξῃρημένον τῶν καθ’ ἕκαστα καὶ αἴτιον τῆς ἐν αὐτοῖς κοινότητος κατὰ τὴν μίαν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ τῆς διαφορότητος κατὰ τὴν πολυειδῆ πρόληψιν. τὸ γὰρ πρῶτον ζῷον καὶ αὐτοζῷον κατὰ μὲν τὴν μίαν τοῦ ζῴου φύσιν τὴν πρὸς ἄλληλα κοινότητα πᾶσιν τοῖς ζῴοις ἐνδίδωσιν καθὸ ζῷα, κατὰ δὲ τὴν τῶν διαφόρων εἰδῶν πρόληψιν τὰ διάφορα εἴδη τῶν ζῴων ὑφίστησιν. δεύτερον δέ ἐστι κοινὸν τὸ ἀπὸ τοῦ κοινοῦ αἰτίου τοῖς διαφόροις εἴδεσιν ἐνδιδόμενον καὶ ἐνυπάρχον αὐτοῖς, ὥσπερ τὸ ἐν ἑκάστῳ ζῴῳ. τρίτον δὲ τὸ ἐν ταῖς ἡμετέραις ἐννοίαις ἐξ ἀφαιρέσεως ὑφιστάμενον, ὑστερογενὲς ὂν καὶ τὴν τοῦ κοινοῦ μάλιστα καὶ ἀδιαφόρου ἔννοιαν ἐπιδεχόμενον. τὸ μὲν γὰρ κοινὸν αἴτιον ἐξῃρημένον ἐστὶ τῶν αἰτιατῶν καὶ ἄλλο πάντῃ παρ’ αὐτὰ καὶ ὡς αἴτιον κοινόν, ἀλλ’ οὐχ ὡς κοινὴ φύσις· ἡ δὲ συμπληρωτικὴ τῶν καθ’ ἕκαστα κοινότης μετὰ τοῦ κοινοῦ καὶ τὸ διάφορον ἔχει. οὐ γὰρ ἔστιν τι μόνως κοινὸν ἐν τῇ θνητῇ καὶ τῇ ἀθανάτῳ οὐσίᾳ, ἀλλὰ καὶ τὸ κοινὸν διαφορεῖται καὶ ἡ διαφορὰ κοινοῦται. μόνον οὖν τοῦτο τὸ ἐξ ἀφαιρέσεως, ὅπερ ἡμεῖς τὰς διαφορὰς ἀφαιροῦντες ἀπολείπομεν, τὴν τοῦ κοινοῦ ὡς κοινοῦ ἔννοιαν ἔχει. καὶ πρὸς τοῦτο ἴσως ὁ Ἀλέξανδρος ἀφορῶν ὕστερον αὐτὸ τῶν ἀτόμων οἴεται· πλὴν ὅτι οὐ σῴζει τὴν πρὸς ἑαυτὸν ἀκολουθίαν, ὅταν ἐκ τοῦ κοινοῦ καὶ τῶν διαφορῶν ὑφεστάναι λέγῃ τὸ καθ’ ἕκαστα, εἰ μὴ ἄρα καὶ τὴν ὑπόστασιν κατὰ τὴν ἔννοιαν θεωρεῖ τὴν τὸν ὁρισμὸν συνάγουσαν καὶ ἀπογυμνοῦσαν τὸ κοινόν. ἐγκαλεῖ δὲ τῷ Ἀλεξάνδρῳ ὁ Ἰάμβλιχος καὶ ὅτι ὡς μίαν οὐσίαν διαιρεῖ τὴν σωματικὴν καὶ ἀσώματον, ἐφ’ ὧν οὐδέν ἐστι κοινόν· ἐναντίον γὰρ τοῦτο, φησί, καὶ πρὸς Ἀριστοτέλη, εἴπερ οὐδὲ ἐπὶ τῶν αἰσθητῶν κοινότητα ἐκεῖνος τίθεται. ἀλλ’ εἰ μὲν ὡς κατὰ μίαν ἰσόστοιχον ἀντιδιαίρεσιν εἰλημμένων τούτων καὶ τὸ κοινὸν ὡς πάντῃ ἀδιάφορον λαμβάνει, ἄτοπον·3 εἰ δὲ ὡς οὔσης τινὸς καὶ ἐν τῇ ὑφέσει κοινότητος, καθ’ ἣν συνδεδεμένα ἅπαντα καὶ μετὰ τὴν διάκρισιν ἡνωμένα μένει, τί ἄτοπον; καὶ γὰρ καὶ Πλάτων τὰ γένη τοῦ ὄντος οὐκ εἰς ἀσώματα ἢ εἰς σώματα μόνα διέτεινεν, ἀλλὰ διὰ πάντων χωρεῖν ἀπεφήνατο, ὧν ἓν ἦν ἡ οὐσία.
围绕着同一个探究也回旋着如下问题:为何他在《物理学》中将普遍之物置于先,而在此处却将个别之物置于先?难道不是因为“在先”与“第二[在后]”有两种说法,或依本性而言,或就我们而言?因为就我们而言,个别事物是在先的(因为我们首先接触到这些);但依本性而言,普遍事物是在先的(因为个别事物被排列在普遍事物之下)。因此,如果有人从本性出发,他将把单纯者、原因、普遍者、非物质者、不可分者以及诸如此类的事物置于先;但既然现在的秩序是从表意关系中抽取的,就我们而言的第一者便将被选取。然而亚历山大在此处争辩说普遍事物依本性而言也后于个别事物,他几乎未提出任何论证,而在主张普遍之物从个别之物处获得存在与实体时陷入了乞题,并未对此附加任何证明。而且他的证明是站不住脚的。因为他说,普遍之物存在时,必然个体也存在(因为个体包含在普遍之物中);但个体存在时,普遍之物未必存在(如果普遍之物确实存在于众多事物之上)。但显然每一个个体也是由普遍之物所充实的;因为亚里士多德说,“某个特定的人也是人”。因此,他在证明个体依本性为第一者时错误地预设了如下论点:当普遍之物被消除时,个体未必被消除。因为如果普遍之物在其延伸至所有个体并充实它们之中拥有其实体,而个体在其被普遍之物所充实之中拥有其实体,那么当普遍之物被消除时,个体怎能不随之立刻被消除呢?难道普遍之物不应当被理解为三重吗?其一,超越于个别事物之上者,它依照自身单一的本性作为它们之中普遍性的原因,正如依照其多样形态的预先领会而作为差异性的原因一样。因为第一动物即动物自身,依照动物的单一本性,将彼此之间的共通性赋予所有作为动物的动物,而依照对不同种的预先领会,使动物的不同种得以确立。其二,是由共同原因赋予不同种并内在存在于其中的普遍之物,正如在每个动物之中的普遍之物。其三,是通过抽象而在我们概念中确立的普遍之物,它是后生的,最充分地接纳了普遍且无差别的概念。因为共同原因超越于其受动的结果,全然有别于它们,是作为原因而普遍,而非作为共同本性而普遍;而充实个别事物的共通性,则在普遍之物的同时亦带有差异之物。因为在必死与不死的实体中并不存在某种仅仅普遍之物,而是普遍者被差异化,差异者被普遍化。因此,唯独这个出于抽象之物——即我们通过抽象出差异而遗留下的东西——才具有作为普遍之物的普遍概念。亚历山大或许正是着眼于此,才认为它后于个体;只不过当他说个别事物是由普遍之物与差异确立而成时,他并未保持自身的连贯性——除非他所考察的乃是依照汇集定义并剥离出普遍之物的概念所构成的存立。扬布里柯还指责亚历山大将有形体的与无形体的实体视作单一实体来进行划分,而在它们之上毫无共同之物;因为他说,如果亚里士多德甚至在感觉事物之上都未确立共通性,那么这甚至是违背亚里士多德的。然而,如果他将这些事物视作依照单一对等的相对划分而被抽取的,并且他将共同之物理解为全然无差别的,那确是荒谬的;但如果他理解为即使在减退与降级之中也存在某种共通性(依照这种共通性,万物在被区分之后仍保持着联结与统一),那又何谬之有呢?事实上,柏拉图也并未将存在的诸属仅延伸至无形体物或仅延伸至有形体物,而是表明它们贯穿一切事物,其中之一便是实体。
- 2.1τὸ δὲ ἐν ἀρχῇ λαμβάνων
习语 τὸ ἐν ἀρχῇ λαμβάνειν 是标准逻辑学术语,意为“乞题”(petitio principii)。其后的 ὅταν 从句指明了具体批评内容,即指责亚历山大毫无证明地预先假设了争论焦点本身,即普遍之物从个别之物处获得存在与实体。
- 2.1μήποτε οὖν τριττὸν ληπτέον τὸ κοινόν
小词 μήποτε 引导委婉或审慎的推测/提议(“难道不应当……吗 / 或许应当……”)。动词性形容词 ληπτέον 与 τὸ κοινόν 构成表必然性的表达,即“普遍之物应当被理解为三重”。
- 2.1ἀλλ’ εἰ μὲν ὡς κατὰ μίαν ἰσόστοιχον ἀντιδιαίρεσιν εἰλημμένων τούτων ... ἄτοπον· εἰ δὲ ὡς οὔσης τινὸς καὶ ἐν τῇ ὑφέσει κοινότητος ... τί ἄτοπον;
该句由两个并列对照的条件句(εἰ μέν ... εἰ δέ ...)构成框架。每个分支中由 ὡς 引导独立属格结构(τούτων εἰλημμένων 与 οὔσης τινὸς κοινότητος),表明所设想的前提视角;主句则省略系动词 ἐστί,分别以谓词形容词 ἄτοπον(“是荒谬的”)和修辞反问 τί ἄτοπον;(“有何荒谬之处呢?”)作结。
