← 辛普里丘

亚里士多德《范畴篇》注释

§77.15-79.5

第一实体与形式及质料的归属探讨

辛普利丘论证了即便将第一实体视作属,也不会导出对立种差相互同化的荒谬结论;继而针对波埃托斯关于质料、形式与复合体归属问题的观点(即将形式排除在实体范畴之外)进行了阐述,并引述波菲利的批判,解释了亚里士多德在此处未明言质料与形式的原由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

καίτοι κἂν γένος ἦν ἡ πρώτη οὐσία τῆς τε ἀσωμάτου καὶ τῆς σωματικῆς, οὐ καλῶς οἶμαι ἀναγκάζουσιν, εἰ μὲν ἀσώματος, καὶ τὸ σῶμα ἀσώματον εἶναι, διότι μετέχει τῆς πρώτης οὐσίας· εἰ δὲ σῶμα, καὶ τὸ ἀσώματον σῶμα γίνεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. τούτῳ γὰρ τῷ λόγῳ, ἐπειδὴ τὸ ζῷον γένος ἐστὶν τοῦ λογικοῦ καὶ ἀλόγου καὶ θνητοῦ καὶ ἀθανάτου, ἔσται καὶ τὸ ἄλογον λογικὸν ἢ τὸ λογικὸν ἄλογον καὶ τὸ θνητὸν ἀθάνατον ἢ ἀνάπαλιν. ἀλλ’ ἐξῄρηται τὸ γένος τῶν ἀντικειμένων διαφορῶν ὡς ἄμφω περιέχον καὶ ὡς ἑκατέρῳ οἰκείως ἐπιβάλλον κατὰ τὴν ἐξῃρημένην ὑπεροχήν. εἰ γὰρ διαιρετικὰ τῆς οὐσίας ἐστὶν τὸ σῶμα καὶ τὸ ἀσώματον καὶ τοῦ ζῴου τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλ’ οὐχὶ συστατικά (οὐδὲν γὰρ ὑπὸ τῶν ἀντικειμένων συνίσταται), δῆλον ὅτι προϋπάρχει τῆς ἀντιθέσεως τὸ γένος. τί οὖν; οὐκ ἀνάγκη πᾶσαν οὐσίαν ἢ σῶμα εἶναι ἢ ἀσώματον καὶ πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον; ἢ διττὸν τὸ ἀσώματον, τὸ μὲν ὡς φύσις ὡρισμένη καὶ ἀντικειμένη τῇ σωματικῇ, τὸ δὲ ὡς ἀπόφασις αἰτία1 καὶ τῆς σωματικῆς καὶ τῆς ἀσωμάτου τῆς ἀντικειμένης αὐτῇ. οὕτως δὲ καὶ τὸ ἀθάνατον καὶ τὸ ἄλογον διττόν· διὸ καὶ εἰ ἀνάγκη τὸ ζῷον ἢ λογικὸν λέγειν ἢ ἄλογον, ἄλογον μᾶλλον ῥητέον, ὡς κατὰ ἀπόφασιν, ἀλλ’ οὐχ ὡς κατὰ τὸ τῷ λογικῷ ἀντικείμενον. Ὁ μέντοι Βόηθος ταῦτα μὲν παρέλκειν ἐνταῦθα τὰ ζητήματα βούλεται· μὴ γὰρ εἶναι περὶ τῆς νοητῆς οὐσίας τὸν λόγον· μᾶλλον δὲ ἔδει, φησίν, προσαπορεῖν ὅτι ἐν ἄλλοις τὴν οὐσίαν διελόμενος εἰς τρεῖς ἄλλως μὲν τὴν ὕλην, ἄλλως δὲ τὸ εἶδος, ἄλλως δὲ τὸ συναμφότερον οὐσίαν λέγεσθαι εἶπεν, ἐνταῦθα δὲ μίαν τίθεται κατηγορίαν τὴν οὐσίαν. τίνα οὖν ταύτην, καὶ πῶς αὐτῇ τὰς τρεῖς ὑποτάξει τὰς μὴ καθ’ ἕνα λόγον λεγομένας; ἀπαντῶν δὲ πρὸς ταῦτα ὁ Βόηθος τὸν τῆς πρώτης οὐσίας λόγον καὶ τῇ ὕλῃ καὶ τῷ συνθέτῳ ἐφαρμόττειν φησίν. ἑκατέρῳ γὰρ αὐτῶν ὑπάρχει τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ τινὶ εἶναι· οὐδέτερον γὰρ αὐτῶν ἐν ἄλλῳ ἐστίν. ἀλλὰ τὸ μὲν σύνθετον, κἂν μὴ ἐν ἄλλῳ ἐστίν, ἔχει τὸ εἶδος τὸ ἐν ἑαυτῷ ἐν ἄλλῳ ὄντι τῇ ὕλῃ,2 ἡ δὲ ὕλη οὐδὲ ἔχει τι ὃ ἐν ἄλλῳ ἐστίν· καὶ κοινὸν οὖν τι ἔχουσι καὶ διάφορον, καθόσον ἡ μὲν ὕλη τινός ἐστιν ὕλη, καθὸ ὕλη, ὥσπερ καὶ ὑποκείμενον, ἡ δὲ σύνθετος οὐσία οὐκ ἔστιν τινός. ἀλλ’ οὕτως μέν, φησὶν ὁ Βόηθος, ἡ ὕλη καὶ τὸ σύνθετον ὑπαχθήσονται τῇ τῆς οὐσίας κατηγορίᾳ, τὸ δὲ εἶδος τῆς μὲν οὐσίας ἐκτὸς ἔσται, ὑπ’ ἄλλην δὲ πεσεῖται κατηγορίαν, ἤτοι τὴν ποιότητα ἢ ποσότητα ἢ ἄλλην τινά. ταῦτα δὲ λέγοντα τὸν Βόηθον σφάλλεσθαί φησιν ὁ Πορφύριος, ὅτι τὸ ἀντιδιαιρεθὲν τῇ ὕλῃ εἶδος καὶ οὐσία ῥηθὲν ὑπὸ Ἀριστοτέλους, τοῦτο ποιότητα καὶ ἄλλο τι τῶν συμβεβηκότων φησίν. τὸ γὰρ ποιωτικὸν οὐσίας οὐσιῶδες καὶ διὰ τοῦτο οὐσία· καὶ γὰρ τὸ σύνθετον κατὰ τὸ εἶδος μάλιστα οὐσία. ὅλως δὲ εἰ ἡ ὕλη καὶ τὸ σύνθετον οὐσίαι εἰσίν, διότι κοινὸν αὐταῖς τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, οὐδὲ τὸ εἶδος ἐν ὑποκειμένῳ ἐστίν· οὐ γὰρ ὡς τὸ λευκὸν ὑπάρχει τῷ συνθέτῳ, οὕτως τὸ εἶδος τῇ ὕλῃ. ἐὰν γάρ τι μετ’ ἄλλου ἀπαρτίζῃ ἕν τι, ὡς τὸ εἶδος μετὰ τῆς ὕλης τὸ σύνθετον, οὐκ ἔστιν τὸ ἕτερον ἐν ὑποκειμένῳ τῷ ἑτέρῳ· ἐν ὑποκειμένῳ γὰρ ἦν, ὃ ἔν τινι μὴ ὡς μέρος ἦν,3 διὸ καὶ ὁ Ἀριστοτέλης τὴν σύνθετον οὐσίαν ὁρισάμενος καὶ τὰς ἄλλας τὰς ὡς μέρη αὐτῆς συμπαρέλαβεν. προελθὼν γὰρ ἐπιδείξει ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι, καὶ διὰ τοῦτο ἴσως οὐδὲ ἐμνημόνευσεν τῶν ἄλλων, καίτοι τοῦ Ἀρχύτου καὶ ἐκείνων μνημονεύσαντος. δυνατὸν δὲ τοῦ μὴ μνημονεῦσαι τοῦ εἴδους καὶ τῆς ὕλης αἴτιον λέγειν καὶ τὸ τὴν τῶν Κατηγοριῶν πραγματείαν κατὰ τὴν πρόχειρον καὶ κοινὴν τοῦ λόγου χρῆσιν ποιεῖσθαι· τὸ δὲ τῆς ὕλης καὶ τοῦ εἴδους ὄνομα καὶ τὰ ὑπὸ τούτων σημαινόμενα οὐκ ἦν τοῖς πολλοῖς συνήθη, ἀλλ’ οἱ μὲν τὴν ὕλην, οἱ δὲ τὸ εἶδος μᾶλλον οὐσίαν λέγουσιν.

然而,即使第一实体是非物体的与物体的这两者之属,我认为他们强行得出如下结论也是不妥的:如果它是非物体的,则物体也因分有第一实体而是非物体的;如果它是物体,则非物体也因同样的原因变为物体。因为依照这种推理,既然动物是理性的与非理性的、有死的与不死的之属,那么非理性的也将是理性的,或者理性的也将是非理性的,并且有死的也将是不死的,或者反之亦然。然而,属超离于相对立的种差,因为它包容两者,并且依照其超验的优越性以适宜的方式施及两者。因为如果物体与非物体是实体的区分性种差,理性的与非理性的也是动物的区分性种差,而非构成性种差(因为没有任何事物是由对立物构成的),那么显而易见,属在对立之前就已经预先存在。那么怎样呢?难道不是一切实体都必须要么是物体要么是非物体,一切动物都必须要么是有死要么是不死的吗?或者说,非物体有两种意义:一种是作为与物体相对立的确定自然,另一种则是作为否定,是物体及其相对立的非物体二者的原因?不死与非理性同样也是两重的;因此,即使必须把动物称作理性的或非理性的,也更应当称之为非理性的(作为依据否定而言),而不是依据与理性相对立的意义而言。 然而波埃托斯却倾向于认为这些问题在此处是多余的,因为论述并不是关于可理知的实体的。他说,人们本应当进一步探讨的疑难是:〔亚里士多德〕在其他地方将实体分为三类,说质料以一种方式被称为实体,形式以另一种方式,两者的复合体又以另一种方式,但在此处却把实体设定为单一的范畴。那么这个范畴究竟是什么,他又将如何把这三种不是依照单一界说所称的事物归置于它之下?波埃托斯对此回答说,第一实体的定义既适用于质料,也适用于复合体。因为既不表述某个主体也不在某个主体之内,这一特征属于它们两者中的每一个;因为它们两者都不在另一个事物之内。然而,复合体纵使不在另一个事物之内,却在其自身中具有那存在于另一事物(即质料)之内的形式,而质料甚至不拥有任何存在于另一事物之内的东西;因此它们既具有共通之处,也具有差异之处,其区别在于质料在其作为质料的意义上是某物的质料,正如作为主体一样,而复合实体却不是某物的实体。但波埃托斯说,这样一来,质料和复合体固然被归入实体的范畴,形式却将被排除在实体之外,而落入另一个范畴,要么是性质,要么是数量,或者其他某个范畴。波菲利则指出,波埃托斯持有这一说法是错误的,因为那与质料相对划分并被亚里士多德称为实体的形式,波埃托斯却将其称为性质以及偶性中的其他某种东西。因为使实体具有性质特征的东西是具有实质性的,因此也是实体;因为复合实体最主要就是依照形式而成为实体的。总的来说,如果质料和复合体是因为不在主体之内这一共同特征而是实体,那么形式也不在主体之内;因为形式属于质料,并不像白属于复合体那样。因为如果某物与另一物共同完成一个单一的整体(正如形式与质料共同完成复合体),那么其中之一便不是存在于作为主体的另一物之内;因为存在于主体之内,乃是不作为部分而存在于某物之中,因此亚里士多德在界定了复合实体时,也一同涵盖了作为其部分的其他实体。因为在随后的讨论中他将证明实体的部分也是实体,大概正因如此,尽管阿尔库塔斯也提到了那些〔其他实体〕,他却未曾提及其他实体。此外,也可以把未曾提及形式与质料的原因解释为:《范畴篇》的讨论是依照语言顺手易得且通行的日常用法进行的;而质料与形式的名称及其所表示的内容对大众而言并不熟悉,相反,一些人倾向于将质料称为实体,另一些人则倾向于将形式称为实体。

语法注3 条
  1. 2.1ἀπόφασις αἰτία

    名词 ἀπόφασις(否定)与作为表语/同位语的 αἰτία(原因)相结合,构成“作为否定而是两者的原因”之句法结构。

  2. 2.1ἔχει τὸ εἶδος τὸ ἐν ἑαυτῷ ἐν ἄλλῳ ὄντι τῇ ὕλῃ

    动词 ἔχει 的宾语是 τὸ εἶδος τὸ ἐν ἑαυτῷ(其自身之内的形式),其后的介词短语 ἐν ἄλλῳ ὄντι τῇ ὕλῃ 中,与格分词 ὄντι 与 ἄλλῳ 一致并以 τῇ ὕλῃ 为表语或同位语(“在作为质料的另一事物之中”),作宾语补足语说明形式的状态。

  3. 2.1ὃ ἔν τινι μὴ ὡς μέρος ἦν

    关系代词从句 ὃ ἔν τινι μὴ ὡς μέρος ἦν 规定了“在主体之内”(ἐν ὑποκειμένῳ)的内涵;这里的未完成过去时 ἦν 属于哲学文献中指引此前已确立之定义的惯用用法(“原本被界定为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:77.15-79.5