← 辛普里丘

亚里士多德《范畴篇》注释

§75.24-77.15

第一实体的定义及其位居范畴之首的理由

辛普里丘探讨了亚里士多德对第一实体的定义及其将实体置于范畴首位的理由,并回应了普罗提诺等人关于“实体如何能统摄可知觉者与可感觉者为单一之属”的疑难,论证第一实体不单是一个属,而是所有实体的始基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

" Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος." Πρότερον μὲν ἐν τάξει πάντα τὰ γένη κατηριθμήσατο, ὑποτυπωτικὴν αὐτῶν τὴν διδασκαλίαν διὰ παραδειγμάτων ποιησάμενος· νῦν δὲ ἕκαστον προχειριζόμενος τὴν ἀκριβεστέραν ὡς οἷόν τε παράδοσιν αὐτοῦ ποιεῖται, τήν ἔννοιαν δι’ ὑπογραφῆς ἐπιδεικνύων καὶ τὰ παρακολουθοῦντα καὶ τὰ ἴδια ἀνακαθαιρόμενος. οὕτως δὲ καὶ Ἀρχύτας ἐποίησεν. προτάττει δὲ τῶν ἄλλων τὴν οὐσίαν, καὶ τὴν αἰτίαν αὐτὸς προϊὼν ἐρεῖ· πάντα γὰρ τὰ ἄλλα ἢ οὐσίαι εἰσὶν ἢ ἐν ταῖς οὐσίαις τὸ εἶναι ἔχει· εἰ οὖν αὐτὴ μὲν καθ’ αὑτὴν ὑφεστῶσα ἡ οὐσία οὐδενὸς δεῖται τῶν ἄλλων, τὰ δὲ ἄλλα δεῖται τῆς οὐσίας, καὶ εἰ τοῦ εἶναι ὅλως καὶ τοῖς ἄλλοις ἡ οὐσία μεταδίδωσιν, εἰκότως προτετίμηται τῶν ἄλλων ἡ οὐσία. καὶ γὰρ τὰ μὲν ἄλλα τὰ τῇ οὐσίᾳ συμβεβηκέναι λεγόμενα αὐτῆς ἐστιν τῆς οὐσίας, ἡ δὲ οὐσία οὐδενὸς τῶν ἄλλων ἐστίν, ἀλλ’ ἑαυτῆς· διὸ καὶ καθ’ ἑαυτὴν ὑφεστάναι δύναται μόνη τῶν ἄλλων, καὶ συναναιρεῖ μὲν ἑαυτῇ τὰ ἄλλα, οὐ συναναιρεῖται δὲ ὑπ’ ἐκείνων. καὶ Ἀρχύτας δὲ περὶ τῆς τάξεως τάδε γέγραφεν· “ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πρώτα μὲν γὰρ τέτακται ὠσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις καὶ αὐτὰν καθ’ ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατ’ αὐτᾶς ἢ ἐν αὐτᾷ ὑποκειμένᾳ κατηγορεῦνται”. Ἀποροῦσι δὲ καὶ πρὸς τὸν περὶ τῆς οὐσίας λόγον ὅ τε Πλωτῖνος καὶ οἱ περὶ τὸν Νικόστρατον, πῶς ἓν γένος ἡ οὐσία· εἰ γὰρ κοινόν τι καὶ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς εἴη, πρὸ ἀμφοῖν ἔσται καὶ ἀμφοῖν κατηγορηθήσεται, καὶ δῆλον ὅτι οὔτε σῶμα οὔτε ἀσώματον ἔσται, ἵνα μὴ τὸ σῶμα καὶ ἀσώματον γένηται καὶ τὸ ἀσώματον καὶ σῶμα. πρὸς δὴ ταῦτα δυνατὸν μὲν καὶ τὰ πρότερον εἰρημένα λέγειν, ὅτι περὶ τῆς αἰσθητῆς καὶ φυσικῆς οὐσίας ὁ λόγος καὶ τῆς ἐν ταύτῃ διανοητῆς, ὡς καὶ Ἀρχύτας ὁ ταύτης ἄρξας τῆς διδασκαλίας διορίζεται σαφῶς λέγων· “πᾶσα ὦν ὠσία φυσικά τε καὶ αἰσθητὰ ἤτοι ἐν τούτοις ἢ διὰ τούτων ἢ οὐκ ἄνευ τούτων πέφυκεν τᾷ διανοίᾳ τῶν ἀνθρώπων ὑποπίπτειν”. οὐκ ἦν οὖν τοῦ παρόντος λόγου περὶ τῆς κοινῆς οὐσίας τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν ἀπορεῖν.1 πλὴν ἐπειδὴ καὶ καθ’ αὐτὸ γνώσεως ἄξιον, ἥτις εἴη κοινὴ οὐσία τῆς τε νοητῆς καὶ τῆς αἰσθητῆς, καὶ ὁ Πλάτων δὲ νοητὸν γένος τῆς οὐσίας ὑποτίθεται, ἰστέον ὅτι ἡ πρώτη καὶ νοητὴ οὐσία πάσας τὰς οὐσίας τάς τε νοητὰς ὑφίστησιν καὶ τὰς αἰσθητάς, τὰς μὲν προσεχεῖς ἑαυτῇ, τὰς δὲ πορρωτέρω. καὶ δῆλον ὅτι οὐ γένος μόνον ἀλλὰ καὶ ἀρχὴ τῶν μεθ’ ἑαυτήν ἐστιν οὐσιῶν, καὶ οὐδὲ ἐπίσης ἅπαντα τῆς ἀρχῆς ταύτης μεθέξει, ὥστε οὔτε γένος κυρίως ἡ τοιαύτη οὐσία, ὅπερ ὡς ὁμολογούμενον ὁ ἀπορῶν προελάμβανεν.2 καὶ Ἀριστοτέλης δὴ ἐν τῇ Μετὰ τὰ φυσικὰ δύο οὐσίας εἰπών, τήν τε νοητὴν καὶ τὴν αἰσθητήν, καὶ τρίτην τὴν μαθηματικὴν ἢ τὴν ψυχικήν, κοινὴν τοῦ λόγου θεωρίαν διὰ πασῶν χωροῦσαν ἀπέδειξεν. καὶ Ἀρχύτας δὲ τὴν πᾶσαν οὐσίαν φυσικὴν τε καὶ αἰσθητὴν καὶ κινητικὴν ἀποκαλεῖ, φυσικὴν μὲν τὴν κατὰ τὴν ὕλην καὶ τὸ εἶδος λέγων, αἰσθητὴν δὲ τὴν σύνθετον, κινητικὴν δὲ τὴν νοερὰν καὶ ἀσώματον, ὡς αἰτίαν οὖσαν κινήσεως τῆς κατὰ ζωὴν εἰδοποιουμένης· καὶ δῆλον ὅτι καὶ αὐτὸς τὰς πολλὰς οὐσίας εἰς μίαν σύνταξιν περιέλαβεν. εἰ οὖν μὴ ὡς γένος ἁπλῶς, ἀλλ’ ὡς ἀρχὴ πασῶν θεωρεῖται τῶν οὐσιῶν ἡ πρώτη οὐσία, οὐ καλῶς ἀναγκάζουσιν μήτε ἀσώματον εἶναι μήτε σωματικήν. ἡ γὰρ ἀσώματος ἀρχὴ τῶν οὐσιῶν προσεχῶς μὲν τὰς ὁμοίας ἑαυτῇ τὰς ἀσωμάτους παράγει, πορρώτερον δὲ ἔτι καὶ τὰς σωματικάς.

“实体,在最本真、最初以及最根本的意义上所说的,乃是既不表述一个主体,也不在一个主体之内的东西,例如某个特定的人或某匹特定的马。” 此前,他按顺序枚举了所有的属,通过范例对它们作了轮廓性的教学;而现在,他逐一处理每一个,对它作出尽可能更为严谨的传授,通过描述揭示其概念,并辨明其伴随特征与固有特征。阿尔库塔斯也是这样做的。他将实体置于其他范畴之先,其原因他自己随后也会言明:因为所有其他事物,要么是实体,要么在实体中获得其存在。因此,如果实体本身独立自存而不需要其他任何事物,而其他事物却需要实体,并且如果实体总体上也把存在赋予其他事物,那么实体理所当然地比其他事物更受尊崇。因为那些被称为实体之偶性的其他事物属于实体自身,但实体却不属于其他任何事物,而属于自身;所以惟有它能够在其他事物之外独立自存,并且它在自身毁灭时一同毁灭其他事物,却不会被那些事物一同毁灭。阿尔库塔斯关于顺序也写下了如下内容:“它们的顺序如下:因为实体被排在首位,乃是由于唯有它作为其他事物的主体,并且自身能被独立思考,而其他事物离开它则不能被思考;因为它们要么被用来表述作为主体的它,要么在作为主体的它之内被述谓。” 普罗提诺和尼科斯特拉托斯学派的人对关于实体的论述提出了疑难,追问实体如何能是一个单一的属;因为如果它是可理知的实体与可感觉的实体所共通的某种东西,它就会先于二者并且被用来表述二者,而且显然它既不是物体,也不是非物体,以免物体变为非物体,非物体也变为物体。针对这些,固然可以说出前面已经讲过的理由,即这里的论述是关于感觉的与自然的实体,以及在其中通过理智所把握的实体,正如开创此教学的阿尔库塔斯也明确界定所言:“因此,一切自然的和感觉的实体,天生都是要么在这些[范畴]之中,要么通过这些,要么不离开这些,而落入人类的理智认知之中。”因此,对可理知的与可感觉的实体的共通实体提出疑难,并不是当前论述的任务。然而,既然可理知的与可感觉的共通实体究竟是什么本身也值得认知,而且柏拉图也设定了实体的可理知的属,就应当知道,第一的也是可理知的实体,使所有的实体——既包括可理知的,也包括可感觉的——得以立足存在,其中一些切近自身,另一些则距离更远。显然,它不仅是居于其后的诸实体之属,而且是它们的始基,并且绝非所有事物都同等地分有这一始基,因此这样的实体并不是严格意义上的属,而提出疑难者此前将其当作公认的前提。亚里士多德在《形而上学》中谈到了两种实体——可理知的与可感觉的,并谈到了第三种即数学的或灵魂的实体,证明了一种贯通一切实体的论述的共通考察。阿尔库塔斯也把全部实体称为自然的、感觉的与运动的,将依照质料和形式的实体称为自然的,将复合的实体称为感觉的,而将理智的与非物体的实体称为运动的(因其是依照生命被赋予形式的运动之原因);显然,他自己也把众多实体包含进了一个单一的秩序体系中。因此,如果第一实体不被单纯看作一个属,而是被看作所有实体的始基,那么他们断定它既非非物体亦非物体,就是不正确的。因为实体的非物体的始基,在切近处产生与自身相似的非物体的实体,在更远处进而也产生物体的实体。

语法注2 条
  1. 2.1οὐκ ἦν οὖν τοῦ παρόντος λόγου περὶ τῆς κοινῆς οὐσίας τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν ἀπορεῖν

    属格 τοῦ παρόντος λόγου 与动词 ἦν 构成表性质或职责的表语属格(“不属于当前论述的职责/范围”),真实主语是后面的不定式短语 περὶ τῆς κοινῆς οὐσίας... ἀπορεῖν。

  2. 2.1ὥστε οὔτε γένος κυρίως ἡ τοιαύτη οὐσία, ὅπερ ὡς ὁμολογούμενον ὁ ἀπορῶν προελάμβανεν

    在 ὥστε 引导的结果从句中省略了系动词 ἐστί。关系代词 ὅπερ 的先行词是“此类实体是属(γένος εἶναι)”这一命题内容,指代发难者(ὁ ἀπορῶν)事先作为公认前提(ὡς ὁμολογούμενον)所假定的事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:75.24-77.15