- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:79.5-80.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对普罗提诺等人关于质料、形式、复合体以及第二实体如何被称为“实体”的疑难,论述通过内在与超越的视角予以解答,随后考察亚里士多德对第一实体的定义。
Πῶς οὖν, φησὶν ὁ Πλωτῖνος, τὰ τρία ἐπίσης οὐσίαι λέγονται; πρὸς ὃ ῥητέον ὅτι πρῶτον μὲν ὁ κοινὸς χαρακτὴρ τῆς οὐσίας ὁμοίως ἐφαρμόττει τοῖς τρισίν, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἔπειτα οὐδὲν θαυμαστόν, εἰ διὰ τὸ ἔσχατον τῆς οἰκείας ὑποστάσεως καὶ ἡ ὕλη καὶ τὰ ἔνυλα τοῦ μᾶλλον καὶ ἧττον μεταλαμβάνει, καὶ δεῖ ὡς πέφυκεν ἕκαστα, οὕτως αὐτὰ παραδεικνύναι καὶ μὴ τὰς ἐσχάτας οὐσίας ζητοῦντα κατὰ τὰς τῶν πρώτων καὶ νοητῶν οὐσιῶν ἐννοίας αὐτὰς μεταδιώκειν. ἀλλ’ ἔστω, φησί, τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ ἐξ αὐτῶν σύνθετον ἐν τῇ πρώτῃ οὐσίᾳ περιέχεσθαι, διότι κοινὸν αὐτοῖς ὑπάρχει τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ τινὶ εἶναι· περὶ δὲ τῶν δευτέρων οὐσιῶν τί ἐροῦμεν; τί κοινὸν ἔχουσι καὶ αὗται πρὸς τὴν πρώτην οὐσίαν, εἴπερ αἱ δεύτεραι παρὰ τῶν προτέρων ἔχουσιν τὸ λέγεσθαι οὐσίαι; ἢ τοῦτο, ὅπερ Ἀριστοτέλης εἶπεν, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ὅπερ κυρίως ἐστὶν οὐσία· διὰ τοῦτο γὰρ καὶ Ἀρχύτας τῷ καθ’ ἑαυτὴν εἶναι τὴν οὐσίαν ἐχαρακτήρισεν. εἰ οὖν καὶ τὰ εἴδη καὶ τὰ γένη ὡς μέρη συντελεῖ εἰς τὴν τοῦ ἀτόμου σύστασιν, οὐκ ἂν εἴη ὡς ἐν ὑποκειμένῳ τῷ ἀτόμῳ. οὐ χρὴ δὲ οὐδὲ ἐπὶ τούτων τὸ ἀπαράλλακτον ζητεῖν διὰ τὴν τῶν ἐσχάτων ἀοριστίαν. ἀλλ’ εἰ καθ’ ὑποκειμένου, φασίν, λέγονται αἱ δεύτεραι οὐσίαι, ἐν ἄλλῳ ἔσονται ἐκείνῳ τῷ καθ’ οὗ λέγονται. ἢ οὐδαμῶς τοῦτο· οὐ γὰρ ὡς τὸ ἐν ὑποκειμένῳ, οὕτως τὸ καθ’ ὑποκειμένου λέγεται, ἀλλ’ ὡς τὸ ἀκατάτακτον κατὰ τοῦ κατατεταγμένου1 κατηγορεῖται. τὸ γὰρ τὸν τινὰ ἄνθρωπον ἄνθρωπον λέγειν οὐδὲν διαφέρει τοῦ τὸν Σωκράτη Σωκράτη λέγειν· τρόπον οὖν τινα αὐτὸς περὶ αὑτοῦ λέγεται, καὶ οὔτε κατ’ ἄλλου κατηγορηθήσεται οὔτε ἐν ἄλλῳ ἔσται. οὕτως μὲν οὖν καὶ ὁ Πορφύριος λύει τὴν ἀπορίαν καὶ ὁ Ἰάμβλιχος, ἐπ’ αὐτῶν τῶν λέξεων τῷ Πορφυρίῳ κατακολουθῶν. μήποτε δέ,2 ὅταν τὸν Σωκράτη ἄνθρωπον καὶ ζῷον λέγωμεν, εἰ μὲν ὡς αὐτὸ περὶ αὑτοῦ λέγομεν, ταὐτὸν ἔσται τό τε ἄτομον καὶ τὸ εἶδος καὶ τὸ γένος, καὶ ἔσται μάταιος ἡ τοιαύτη κατηγορία· εἰ δὲ ὡς εἶδος ἢ γένος ἀτόμου κατηγοροῦμεν, ἢ τὸ συμπληρωτικὸν τοῦ ἀτόμου κατηγορήσομεν ἢ τὸ ἐξῃρημένον· οὐδέτερον δὲ τούτων τὸ ἄτομόν ἐστιν, ἀλλὰ τὸ μὲν ὡς μέρος ἐνυπάρχει τῷ ἀτόμῳ, τὸ δὲ αἴτιόν ἐστιν αὐτοῦ. βέλτιον οὖν λέγειν ὅτι τὸ ἐνυπάρχον μέν ἐστι τὸ κατηγορούμενον, κατὰ δὲ τὴν πρὸς τὸ ἐξῃρημένον ὁμοιότητα, καθ’ ἣν καὶ γένος λέγεται καὶ ἐκ γένους καὶ διαφορῶν συνεστάναι τὸ εἶδός φαμεν· καίτοι τὸ γένος κοινότερον καὶ περιεκτικώτερον ὂν τοῦ εἴδους μέρος γίνεσθαι τοῦ εἴδους ἄτοπον. ἀλλὰ καὶ ἡ διαφορά, φασίν, οὐκ ἐν ὑποκειμένῳ ἐστίν, εἴπερ συμπληρωτικὴ τῆς οὐσίας ἐστίν· οὐκ ἄρα ἴδιον τοῦτο οὐσίας. ἢ καὶ ἡ διαφορὰ κατὰ τὸ οὐσιῶδες συμπληρωτικὴ τῆς οὐσίας ἐστὶν καὶ μέρος οὐσίας γίνεται, ἐπεὶ ὡς ποιότης θεωρουμένη, οἷον ὡς λογικότης, ὡς ἐν ὑποκειμένῳ καὶ αὐτὴ ἔσται. ζητηθήσεται δὲ καὶ περὶ τῆς διαφορᾶς ὀλίγον ὕστερον, νῦν δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους ἐπισκεπτέον. Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν. τριχῶς τῆς οὐσίας λεγομένης, ὡς εἴρηται, κατά τε τὴν ὕλην καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ σύνθετον, πρώτην οὐσίαν τὴν σύνθετόν φησιν καὶ ἄτομον· μνημονεύσει δὲ καὶ τῶν ἄλλων δύο, ὅταν τὰ μέρη τῆς οὐσίας καὶ αὐτὰ οὐσίας εἶναι λέγῃ. δῆλον δὲ ὅτι τὸ μὲν μὴ ἐν ὑποκειμένῳ εἶναι πάσῃ οὐσίᾳ προσήκει· αὐτὴ γὰρ ὑπόκειται τοῖς ἄλλοις καὶ ἄνευ αὐτῆς οὐδὲ τὰ ἄλλα ἐστίν· τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι οἰκειότατόν ἐστιν τῆς ἀτόμου οὐσίας· τῷ γὰρ εἶναι ἀδιαίρετος αὐτὴ μὲν κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, καθ’ ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ αὐταῖς ταῖς οὐσίαις ὑποκειμένη, αὕτη προηγουμένως ἂν εἴη καὶ κυρίως οὐσία, εἴπερ ταύτης μὴ οὔσης οὐδεμία τῶν ἄλλων εἶναι δύναται.
“那么,”普罗提诺说,“这三者[质料、形式与复合体]又怎能同样被称为实体呢?” 对此应当回答说,首先,实体的共同特征即“不在主体之内”,同样适用于这三者;其次,如果由于自身存在的最低限度,质料和具质料之物都分有“更多与更少”,这也不足为奇,人们应当依照每一事物的自然本性来展现它们,而不应当在寻求最低等级的实体时,按照第一可理知实体的概念去追究它们。 “然而就算承认,”他说,“形式、质料以及由它们构成的复合体包含在第一实体之内,因为不表述某个主体也不在某个主体之内是它们所共有的特征;但关于第二实体,我们该说什么呢?如果第二实体确实是由于先行实体而得以被称为实体,那么它们与第一实体究竟有何相通之处?” 难道不正是亚里士多德所说的那一点,即严格意义上的实体乃是“不在主体之内”吗?因为正因如此,阿尔库塔斯也用“自身独立存在”来刻画实体的特征。因此,如果种与属也作为部分对个体的构成有所贡献,它们便不会作为在主体之内那样存在于个体之中。而且对于这些情况,也不应当由于最低限度事物的无规定性而寻求毫无差异的同一性。 “然而,如果第二实体是就主体而表述的,”他们说,“那么它们就将存在于它们所表述的那个另一事物之内。” 绝非如此;因为就主体而表述并不是以存在于主体之内的那种方式而言的,而是作为未列入序列者表述那已被列入序列者。因为将某个具体的人称为“人”,与将苏格拉底称为“苏格拉底”毫无区别;因此在某种意义上它是就其自身表述自身,既不会表述另一事物,也不会在另一事物之内。波菲利正是以此方式化解了这一疑难,而扬布里柯在原话上也完全追随了波菲利。然而或许,当我们称苏格拉底为“人”和“动物”时,如果作为自身表述自身而说,那么个体、种与属就将是同一的,而这样的述谓就将是徒劳的;但如果我们将其作为个体的种或属来述谓,我们述谓的要么是补充构成个体的东西,要么是超越的东西。这两者都不是个体本身,前者作为部分内在存在于个体之中,后者则是其原因。因此,更妥当的说法是:被述谓的乃是内在之物,但这是依照它与超越之物的相似性而言的,依照这种相似性它也被称为属,并且我们说种是由属与种差构成的;尽管比种更为普遍且更具包摄性的属成为种的部分是反常的。 “然而,如果种差是对实体的补充构成,”他们说,“种差也不在主体之内;因此这并非实体所特有。” 或者说,种差也是依照其具有实质性的本质而补充构成实体并成为实体的一部分的,因为当它被视作性质(例如作为理性能力)时,它自身也将存在于主体之内。关于种差的问题稍后还将予以探究,但现在必须考察亚里士多德的原文: “实体,在最严格、第一且最主要意义上所称的,是既不表述某个主体,也不在某个主体之内的东西。” 正如前面所言,既然实体有三种说法,即依据质料、依据形式和依据复合体,他把复合且个别的实体称为第一实体;而当他说实体的部分自身也是实体时,他也将提及另外两者。显然,“不在主体之内”属于一切实体;因为实体自身为其他事物奠定基础,并且没有实体,其他事物亦不存在;而“不表述某个主体”则是个别实体最特有的属性。因为由于是不可分的,个别实体自身不表述任何主体,而第二实体则就作为主体的它而被述谓。因此,那甚至为实体自身作为基础的,才是在首要且严格意义上的实体,因为如果它不存在,其他任何事物都不能存在。
- 2.1τὸ ἀκατάτακτον κατὰ τοῦ κατατεταγμένου
主格动形容词与属格分词的对举结构,指“未被编入序列者”(普遍概念、属、种)表述“已被编入序列者”(具体个体)。这是波菲利用以区分“就主体而表述”与偶性意义上的“在主体之内”的术语性构词表达。
- 2.1μήποτε δέ
该惯用语用于针对波菲利和扬布里柯的前述解释(将对个体的述谓视作对自身的述谓)提出注释家本人的保留意见、审慎反驳或修正方案。在此译为“然而或许……”,引出后续条件从句(εἰ μέν... εἰ δέ...)所指出的两难以及作者本人的主张(βέλτιον οὖν λέγειν...)。
