← 辛普里丘

亚里士多德《范畴篇》注释

§73.35-75.22

感觉事物的优先性与向知性界的范畴拓展

辛普里丘阐明了亚里士多德在《范畴篇》中基于日常语言指谓而优先考虑感觉事物的原因,并探讨了如何通过类比将感觉界的十个属拓展至知性界,以及范畴在知性存在物中的存有方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#9

καὶ οἱ θεασάμενοι δὲ ἀπὸ τῶν αἰσθητῶν ὁρμηθέντες ὅτι ἄρρητα ἐκεῖνα κατέλαβον· διὸ καὶ παρεγκλίνοντες ἔλεγον ἀνθρωπότητα ἢ αὐτοάνθρωπον ἢ πρώτως ἄνθρωπον. ὁ οὖν τῶν ὄντων φιλοθεάμων ἀπὸ τούτων μεταβαίνοι ἂν ῥᾳδίως ἐπὶ τὰ νοητά, τῇ ἀναλογίᾳ προσχρώμενος. ἐπεὶ ὅτι περὶ τῶν αἰσθητῶν διαλέγεται, περὶ ὧν καὶ ὁ πολὺς ἄνθρωπος τὴν ἐπίσκεψιν ποιεῖται, δῆλόν ἐστι πρῶτον μὲν ἐκ τοῦ τὴν παρὰ πᾶσι λεγομένην οὐσίαν προχειρίσασθαι, ἔπειτα ἐξ ὧν1 δυεῖν οὐσίαιν μνημονεύσας, αἰσθητῆς τε καὶ διανοητῆς, εἰς δὲ τὴν ὑπὲρ ταύτας μηδὲ ἀνελθὼν ὅλως τὴν αἰσθητὴν κυριωτέραν εἶναι τῆς διανοητῆς φησιν, ὡς ἐν τῷ περὶ τῶν αἰσθητῶν σκέμματι προηγούμενον ἔχουσαν λόγον, ἐν ᾧ καὶ ἡ διανοητὴ οὐσία οὐ κατὰ τὴν αὐτῆς φύσιν θεωρεῖται, ἀλλὰ κατὰ τὴν σχέσιν, ἣν ἔχει πρὸς τὴν αἰσθητήν, καθ’ ἣν καὶ ἡμεῖς ἀπὸ μὲν τῆς αἰσθητῆς εἰς τὴν διανοητὴν ἀναβαίνειν δυνάμεθα, ἀπὸ δὲ τῆς διανοητῆς τὴν αἰσθητὴν καίτοι πολλῆς ἀπειρίας καὶ ἀοριστίας ἀναπλησθεῖσαν ὅρῳ περιλαμβάνομεν. οὐ μόνον δὲ ἐπὶ τῆς οὐσίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν τὰ αἰσθητὰ καὶ μερικὰ τῶν καθόλου καὶ διανοητῶν προτάττει, καὶ τοῦτο εἰκότως ποιεῖ, κατὰ τὰς σημαντικὰς φωνὰς τὴν διαφορὰν μετιών, αἳ πρώτως καὶ κυρίως ἐπὶ τῶν αἰσθητῶν ἐτάχθησαν καὶ τοῖς πολλοῖς ἀνθρώποις εἰσὶ γνώριμοι, καὶ διὰ τοῦτο, ὡς ἔοικεν, καὶ ἐν τοῖς ἄλλοις τριττὴν τὴν οὐσίαν εἰπών, τὴν μὲν κατὰ τὴν ὕλην, τὴν δὲ κατὰ τὸ εἶδος, τὴν δὲ κατὰ τὸ συναμφότερον, ἐν τούτοις2 * *, ἐπειδὴ κατὰ τὰς σημαντικὰς λέξεις τὰς τοῖς πολλοῖς γνωρίμους μέτεισι τὴν θεωρίαν, ἡ δὲ ὕλη φιλοσόφου δεῖται διανοίας καὶ τὸ εἶδος τὸ τοιοῦτον ὡς συμβεβηκὸς δοκεῖ τοῖς πολλοῖς. ὅτι δὲ ἡ κατὰ ἀναλογίαν αὕτη μετάβασις ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ταῦτα προσήκει τῷ Ἀριστοτέλει, δῆλον, εἴπερ ὕλην καὶ εἶδος προϋποθέμενος ἀρχὰς ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τοῖς νοητοῖς πάλιν κατὰ ἀναλογίαν τὰς αὐτὰς ἀποφαίνεται εἶναι καὶ ἑτέρας δὲ τῷ τρόπῳ τῆς ὑποστάσεως διαφερούσας. τί οὖν κωλύει καὶ ἐπὶ τῶν δέκα γενῶν τὴν κατὰ ἀναλογίαν ταὐτότητα ἐπί τε τῶν νοητῶν καὶ ἐπὶ τῶν αἰσθητῶν μετὰ τῆς ἑτερότητος διασῴζεσθαι; εἰ οὖν δέκα μὲν ἐνταῦθα γένη, δέκα δὲ καὶ ἐν τῷ νοητῷ τὰ αὐτά, ἆρα ὁμώνυμος ἢ συνώνυμός ἐστιν ἡ κοινωνία τῶν τῇδε πρὸς ἐκεῖνα; ἢ οὔτε ὁμώνυμος οὔτε συνώνυμος ἁπλῶς, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.3 τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν πρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὔτε συγχεῖ τὰ ἔνυλα τοῖς ἀύλοις, πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὅροις ἑκάτερα, οὔτε διασχίσει αὐτὰ ἀπ’ ἀλλήλων διὰ τὸ κοινοῖς συνδέσμοις συνέχεσθαι καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειττόνων τὰ καταδεέστερα, ἀλλ’ ἀντὶ τούτων τὴν αὐτὴν κοινωνίαν καὶ συνέχειαν τῶν γενῶν διατείνει, πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος τὰ ὅλα συμπεραίνουσα. διὰ τοῦτο καὶ Πλάτων ἐν Παρμενίδῃ τὸ ἓν διὰ πασῶν μὲν διατείνει τῶν ὑποθέσεων, εἴτε περὶ θεοῦ εἴτε περὶ νοῦ εἴτε περὶ ψυχῆς ἢ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἀλλὰ πῶς ἐκεῖ τὸ πάσχειν καὶ τὰ πρός τι καὶ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα; ἢ δυνατὸν μὲν καὶ ταῦτα κατὰ ἀναλογίαν ἐκεῖ θεωρεῖν, εἴπερ μεθέξεις ἀπ’ ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ’ ἐκείνων εἶναι λέγομεν καὶ τὰ μὲν αἴτια, τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα ἐστίν, καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις (καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστιν τὰ ὑπάρχοντα, κατὰ μερισμὸν πλεοναζομένοις· διόπερ καὶ ἐν τῷ Σωκράτει τὰς δέκα κατηγορίας ὁ Ἀρχύτας ἐπιδείκνυσιν), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἴη διὰ τοῦτο ἡ διαίρεσις ἐλλείπουσα τῶν γενῶν· οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἔξω πίπτει τῆς εἰς τὰ δέκα γένη ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεὴς ἔσται.

即使那些观照知性事物的人,从感觉事物出发,也认识到了那些事物是不可言说的;因此他们通过词形转变而称之为“人性”、“人自身”或“首要的人”。因此,爱好观照存在物的人,借助类比,便可以容易地从这些事物过渡到知性事物。因为,他所论述的是感觉事物——大众亦对此进行探究的事物——这一点首先由他提出众人所言的实体而显明,其次由下述事实显明:他在提及感觉实体与理智实体这两种实体时,根本未上升到超越于这两者之上的实体,却说感觉实体比理智实体更具本原性,因为在关于感觉事物的考查中,感觉实体居于首要地位,而在该考查中,理智实体亦非依其自身本性被考查,而是依其对感觉实体所具有的关系被考查;正是依这种关系,我们亦能够从感觉实体上升到理智实体,并且从理智实体出发,将感觉实体(尽管它充斥着大量的无限性与不定性)包罗在定义之中。 不仅在实体上,而且在其他范畴上,他都将感觉的且个别的事物置于全称的且理智的事物之前。他这样做是合乎常理的,因为他是依据有意味的声音来探究其差异的,而这些声音首先且严格地是针对感觉事物而确立的,并且为大众所熟知;正如所见,正是为此缘故,尽管在其他著作中他说实体有三重——一种依质料,一种依形式,一种依结合体——但在本书中[未作此区分],因为他是依据大众所熟知的有意味字词来推进理论考查的,而质料需要哲学家的理智,这种形式在大众看来则如同偶性。 而这种依据类比从感觉事物向这些知性事物的过渡切合于亚里士多德,这一点是显明的,只要他在感觉事物中预先假定质料与形式为本原之后,又断言在知性事物中依据类比存在着相同的本原,只是在存有方式上有所不同。那么,对于十个属而言,在知性事物与感觉事物中依据类比的同一性伴随着相异性得以保全,又有何妨碍呢?因此,如果此世有十个属,而在知性界亦有相同的十个属,那么此世事物与彼处事物的共有究竟是同名异义的还是同名同义的?抑或既非单义的同名异义亦非单义的同名同义,而是作为“源于一且归于一”而被共有的?因为通过以中间者为中介的交络,最初与最后的各属汇聚成单一的连续性,这一连续性既未将有质料之物与无质料之物混淆——因为二者皆在各自特有的界限内受到限定——,亦未将它们彼此割裂,因为它们由共同的纽带维系在一起,较低等级之物始终悬系于较高等级之物上;反之,它贯彻了各属的同一共有与连续性,以相似性的不可解之羁绊完满联结全体。正因如此,柏拉图在《巴曼尼得斯篇》中亦通过所有的假定推行“一”,无论论述涉及神、智性、灵魂还是身体,皆依其推进至一切事物的分化共通性而展开。 然而,受动、关系概念、姿态以及诸如此类的东西在彼处究竟如何存在?抑或,亦完全可能在彼处依据类比来考查这些,只要我们主张在那些知性事物中亦存在相互的分有与相互的立足,并且赞颂某些为原因、某些为结果。但若有人以另一种方式理解受动与关系概念,而不赞同在知性事物中考查它们,那么主张下述观点亦非不合理:在全部属共有十个的情况下,在复合事物中存在一切属,并以此表明其复合性(因为在更具个别性的事物中,因分划而增殖,所具备的性质始终更多;正因如此,阿尔库塔斯亦在苏格拉底身上例示了十个范畴),然而在知性事物中并非存在一切属,而仅存在切合于最单纯存在者的各属。并且各属的划分绝不会因此而有所欠缺;因为划分并不会因为某些事物未分有全部的属而被证明为不完全,唯当所提出的事物中存在溢出归入十个属的范围之外者时,范畴的全称理论才是有欠缺的。

语法注3 条
  1. 1.11ἔπειτα ἐξ ὧν

    与前面的 πρῶτον μὲν ἐκ τοῦ... 构成并列结构,相当于 ἔπειτα ἐκ τούτων ὅτι...,其中关系代词 ὧν 融合了先行词 τούτων,指亚里士多德通过所提及的事实提供了第二个论据。

  2. 1.11ἐν τούτοις * *

    文本中的脱落(lacuna);根据上下文,此处在与前面的“在其他著作中”形成对照时,缺失了如“在此书中未提及”之类的谓词部分。从前后对比结构来看,其句法意图十分清晰。

  3. 1.11ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν

    排除了单纯的同名异义与同名同义的两难困境,该省略句指示了焦点式指谓(pros hen 指谓),即将诸属的共有把握为“源于一者且归于一者”的类比关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:73.35-75.22