← 辛普里丘

亚里士多德《范畴篇》注释

§72.10-73.35

结合的标准与范畴所涵盖事物的探讨

辛普里丘批判了叙利亚诺斯将四分法归为结合性言论的观点,确立了产生肯定才是结合的真正标准;随后针对普罗提诺等人关于十范畴是否涵盖知性事物的困惑作出回应,阐明本篇著作首要探究的是被语言直接表示的感觉事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#8

γράφει δὲ ὁ Συριανὸς οὕτως· “διελὼν τὰς σημαντικὰς φωνὰς εἰς τε τὰς μετὰ συμπλοκῆς λεγομένας καὶ εἰς τὰς ἄνευ συμπλοκῆς κατ’ ἀμφότερα τὰ τμήματα ταύτης τῆς διαιρέσεως τὴν τῶν ὄντων τομὴν ἐποιήσατο· τὴν μὲν γὰρ εἰς τέσσαρα κατὰ τὰς συμπεπλεγμένας φωνάς· ἑκάστη γὰρ ἐκείνων κατὰ συμπλοκὴν ἐδηλοῦτο τῶν φωνῶν· τὴν δὲ εἰς τὸν σύμπαντα ἀριθμόν, ἣν νῦν παραδίδωσιν, κατὰ τὰς ἁπλᾶς φωνάς.” πῶς οὖν τὴν τετραδικὴν ταύτην συμπλοκὴν τῷ τῶν γενῶν ἀσυμπλόκῳ ἀντέθηκεν καίτοι τοῦ Ἀριστοτέλους τὴν κυρίως οὐσίαν, ἥτις ἐστὶ τῶν ἀσυμπλόκων, διὰ μιᾶς τῶν τεσσάρων τούτων συμπλοκῶν ὑπογράψαντος,1 ὡς μαθησόμεθα; “οὐσία γάρ ἐστιν, φησίν, ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν”. ὅλως γὰρ τὸ καθόλου καὶ τὸ μερικόν, κἂν δοκῇ τοῦ ποσοῦ εἶναι, ἀλλ’ εἰς πάσας ἀνάγεται τὰς κατηγορίας, ὥσπερ τὸ ἑνικὸν καὶ τὸ πληθυντικόν. διὸ ὅταν ἄνθρωπος εἴπω, κἂν ἕνα λέγω, οὐ γίνεται σύνθεσις οὐδὲ λόγος. ἄμεινον οὖν αὐτοῦ τοῦ Ἀριστοτέλους λέγοντος ἀκούειν, τίνα βούλεται εἶναι τὰ κατὰ συμπλοκήν, ὅτι ταῦτα ὅσα κατάφασιν ποιεῖ, ὥσπερ ἄνευ συμπλοκῆς οὐχ ὅτι τὸ καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ ἢ τὰ τούτοις ἀντικείμενα, ἀλλ’ ὅσα κατάφασιν οὐ ποιεῖ. μετὰ γοῦν τὸ ἐν τύποις παραδειγματικοῖς τὰ δέκα γένη παραδοῦναι ἐπάγει· ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. ἡ δὲ μερικὴ οὐσία ἢ τὸ καθόλου συμβεβηκὸς ἢ ὅλως τι τῶν τεσσάρων ἐκείνων οὔτε κατάφασιν οὔτε ἀπόφασιν καθ’ αὑτὴν ποιεῖ, ἀλλ’ οὐδὲ ἀλήθειαν ἢ ψεῦδος σημαίνει, ὅπερ εἰς τεκμήριον παρέλαβεν ὁ Ἀριστοτέλης τοῦ τὰ ἁπλᾶ καθ’ αὑτὰ μὴ ποιεῖν ἀποφαντικὸν λόγον· συνελογίσατο γὰρ ὅτι αἱ ἁπλαῖ φωναὶ οὔκ εἰσιν ἀποφαντικὸς λόγος, ὃν κατὰ συμπλοκὴν εἶπεν γίνεσθαι, μέσον λαβὼν τὸ ἀληθεύειν καὶ ψεύδεσθαι τῷ μὲν ἀποφαντικῷ λόγῳ ὑπάρχον,2 ταῖς δὲ ἁπλαῖς φωναῖς μὴ ὑπάρχον. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τῆς καταφάσεως μόνης ἐχώρισεν τὰς ἁπλᾶς φωνάς, ἀλλ’ οὐχὶ καὶ τῆς ἀποφάσεως, εἰπών· ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει γίνεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. τοῦτο δὲ ἐποίησεν, διότι αἱ ἁπλαῖ φωναὶ καταφάσεως ἂν μᾶλλον φαντασίαν ποιήσαιεν ἢ ἀποφάσεως. θέσιν γὰρ καὶ αὗται σημαίνουσιν ὥσπερ αἱ καταφάσεις, ἀλλ’ οὐκ ἄρσιν ἢ ἀναίρεσιν ὥσπερ αἱ ἀποφάσεις· οὐ γὰρ πρόσκειται τὸ ἀρνητικόν. αἷς οὖν εἰκὸς ἦν αὐτὰς συνταχθῆναι δι’ ὁμοιότητα, τούτων αὐτὰς διακρίνει. ἐν οὐδεμιᾷ δὲ καταφάσει λέγεσθαι τὰς ἁπλᾶς φωνὰς εἶπεν ὑποσημαίνων τὰς τῶν καταφάσεων διαφοράς· τῶν γὰρ καταφάσεων καὶ ἀποφάσεων αἱ μέν εἰσιν καθόλου, αἱ δὲ ἐν μέρει, αἱ δὲ ἀπροσδιόριστοι. ταῦτα μὲν οὖν καὶ περὶ τῆς λέξεως εἰρήσθω. Εἰ δέ τις ἀπορεῖ, πότερον τὰ αἰσθητὰ μόνα καὶ γενητὰ διεῖλεν ἐν τούτοις ὁ Ἀριστοτέλης καὶ ἀπηριθμήσατο ἢ πάντα τὰ ὁπωσοῦν ὄντα, καὶ ὅλως πότερον ἄλλα ἐστὶ τὰ νοητὰ γένη ἢ τὰ αἰσθητά, ἢ τινὰ μὲν τὰ αὐτά, τινὰ δὲ ἕτερα· καὶ γὰρ εἰ μὲν ἄλλα, παραλέλειπται πάντη ἐκεῖνα· εἰ δὲ τὰ αὐτά, συνώνυμα ἔσται τὰ αἰσθητὰ τοῖς νοητοῖς· καὶ πῶς ἔσται κοινωνία τῆς αὐτῆς οὐσίας, ἐν οἷς τὸ πρότερον ἔστιν καὶ τὸ ὕστερον, καὶ τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκών; εἰ δὲ ὁμωνύμως λέγονται ἐπὶ τῶν νοητῶν αἱ δέκα κατηγορίαι, οὐκ ἔσονται αἱ αὐταί, εἴπερ ὀνόματος μόνου τοῦ αὐτοῦ κοινωνοῦσιν, ἀλλὰ πλείω ἔσται τὰ γένη, οὐ περιληφθέντων τῶν νοητῶν. ἔτι δὲ πῶς οὐκ ἀπίθανον ἐν ἐκείνοις ἀτρέπτοις οὖσιν εἶναι τὸ πάσχειν καὶ τὰ πρός τι, παραφυάσι ἐοικότα ἐν τοῖς κατὰ τὰ αὐτὰ προηγουμένως ἑστῶσιν; εἰ δὲ τὰ μέν ἐστι κοινὰ νοητοῖς καὶ αἰσθητοῖς, τὰ δὲ ἴδια, παραλέλειπται ἡ τούτων διάρθρωσις. ταῦτα μὲν οὖν καὶ ὁ θειότατος Πλωτῖνος ἀπορεῖ καὶ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον. οἱ δὲ ταῦτα ἀποροῦντες ὑπαλλάττειν ἐοίκασιν τὴν ὑπόθεσιν. ὡς γὰρ περὶ τῶν ὄντων προηγουμένως τοῦ φιλοσόφου διδάσκειν ἐπαγγελλομένου, οὕτως προάγουσιν τὴν ἀπορίαν·3 λέγομεν δὲ ὅτι οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ποιούμενος τὸν λόγον, ἀλλ’ εἴπερ ἄρα, ᾗ ὑπὸ τοιῶνδε σημαίνεται φωνῶν, προηγουμένως μὲν περὶ τῶν τῇδε διαλέγεται· ταῦτα γάρ ἐστιν τὰ προσεχῶς ὑπὸ τῶν φωνῶν σημαινόμενα, διότι ταῦτα καὶ ἐγνώσθη πρῶτα καὶ πρῶτα τῶν ὀνομάτων τετύχηκεν, τὰ δὲ νοητὰ ἀθέατα.

叙利亚诺斯这样写道:“在将有意味的声音划分为伴随结合而说的声音与无结合的声音之后,[亚里士多德]依据该划分的两个部分对存在物进行了分割;因为划分为四是依据复合的声音——因为其中每一者都是依据声音的结合而被指示的——,而他现在传授的划分为总数[十个]则是依据单纯的声音。”那么,他究竟如何将这种四重的结合与各属的无结合对立起来呢?尽管亚里士多德自身如我们将要学到的那样,正是通过这四种结合中的一种来描述属于无结合者之一的本原意义上的实体:“因为最严格、最本原且最首要地被称为实体的,正是那既不依任何基底而被说、亦不在任何基底之中的东西”。因为一般而言,全称与个别即便看似属于数量,却正如单数和复数一样被归入所有范畴。因此,当我言及“人”时,即使我指的是一个人,亦不产生结合,亦不产生语句。所以,更好的是倾听亚里士多德本人论述他意欲将何者视为依结合者:即凡是产生肯定的一切,正如无结合者并非指依基底而被说或在基底之中或与这些相对立者,而是指凡是不产生肯定的一切。无论如何,在以范型形式传授了十个属之后,他接着写道:“所提到的每一事物皆不在任何肯定中被说,而通过这些事物的相互结合便产生了肯定。”然而,个别的实体或全称的偶性,或一般而言那四者中的任何一者,就其自身而言既不产生肯定亦不产生否定,甚至亦不表示真或假,而这正是亚里士多德用作单纯事物就其自身而言不产生断言性语句的证据;因为他通过将“具真假性”取作中项——这属于断言性语句,却不属于单纯声音——推论出单纯声音不是断言性语句(他曾说断言性语句是依结合而产生的)。 值得注意的是,他仅将单纯声音与肯定相分离,而未同时与否定相分离,他说:“所提到的每一事物皆不在任何肯定中产生,而通过这些事物的相互结合便产生了肯定。”他之所以这样做,是因为单纯声音比起产生否定的表象,更容易产生肯定的表象。因为单纯声音也如同肯定一样表示设定,而不像否定那样表示剥除或取消;因为并未附加否定词。因此,凡因相似性而很可能与单纯声音归为一类者[肯定],他便将单纯声音从中辨别出来。而他说单纯声音不在任何肯定中被说,是暗指肯定之间的差异;因为在肯定和否定中,有些是全称的,有些是特称的,有些是不定的。关于文本字句,姑且就说这些。 然而,若有人感到困惑:究竟亚里士多德在这些之中仅划分并列举了感觉的且生成的事物,抑或以任何方式存在的一切事物;在总体上,知性之属与感觉之属是互不相同的,抑或有些相同而有些相异?因为如果相异,那些[知性的]便被完全遗漏了;如果相同,感觉事物便将与知性事物同名同义;而在存在先后次序且一者为范型、另一者为摹相的事物之间,又怎能存在同一实体的共通呢?如果十个范畴依同名异义而用于知性事物,那么只要它们仅共有相同的名称,它们就不会是相同的范畴,而属就会因未包罗知性事物而变得更多。再者,在那不移的存在物之中竟存在受动和关系概念——如同原本常驻于同一状态之物中的副生物一样——这难道不令人难以置信吗?而如果有些属是知性与感觉所共有的,有些是各自特有的,那么关于这些的界分便被遗漏了。对于这些疑问,最神圣的普罗提诺以及卢基乌斯和尼科斯特拉图斯周围的人都提出了困惑。然而提出这些困惑的人似乎偷换了假定前提。因为他们推进困惑的方式,仿佛那位哲学家承诺首要地讲授关于存在物的事理;但我们主张,他并非就存在物作为存在物而立论,而毋宁是就其被这般声音所表示而言立论,并且首要地论述此世的事物;因为这些事物才是直接被声音所表示的,因为它们最先被认识且最先获得名称,而知性事物是不可见的。

语法注3 条
  1. 1.11καίτοι τοῦ Ἀριστοτέλους τὴν κυρίως οὐσίαν, ἥτις ἐστὶ τῶν ἀσυμπλόκων, διὰ μιᾶς τῶν τεσσάρων τούτων συμπλοκῶν ὑπογράψαντος

    由连词 καίτοι 引导的属格独立结构(τοῦ Ἀριστοτέλους... ὑπογράψαντος),表让步:“尽管亚里士多德……通过这四种结合中的一种描述了本原意义上的实体”。此句构成了反驳叙利亚诺斯将四分法与十分法绝对对立的句法依据。

  2. 1.11μέσον λαβὼν τὸ ἀληθεύειν καὶ ψεύδεσθαι τῷ μὲν ἀποφαντικῷ λόγῳ ὑπάρχον, ταῖς δὲ ἁπλαῖς φωναῖς μὴ ὑπάρχον

    μέσον 在此处取形式逻辑中三段论“中项”之义;分词短语 μέσον λαβὼν τὸ ἀληθεύειν καὶ ψεύδεσθαι 意为“把具真假性取作中项”。随后的两个与格结构(τῷ μὲν... ταῖς δὲ...)与分词 ὑπάρχον 相对配,分别说明中项在断言语句中存在而在单纯声音中不存在。

  3. 1.11ὡς γὰρ περὶ τῶν ὄντων προηγουμένως τοῦ φιλοσόφου διδάσκειν ἐπαγγελλομένου, οὕτως προάγουσιν τὴν ἀπορίαν

    连词 ὡς 与属格独立结构(τοῦ φιλοσόφου... ἐπαγγελλομένου)连用,表示质疑者主观设定的前提出发点:“仿佛哲学家承诺首要讲授关于存在物的事理一般”。它与主句的 οὕτως προάγουσιν τὴν ἀπορίαν(“他们正是这样推进疑难的”)相呼应,点明对方预设的偏差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:72.10-73.35