← 辛普里丘

亚里士多德《范畴篇》注释

§67.3-68.23

十范畴的辩护与二分法推导体系

辛普里修反驳了对十范畴的责难(尤其是斯多亚派将其缩减为四分的做法),以该书的入门性质及划分本性的艰巨为由维护亚里士多德,并提出了自己用二分法推导十范畴的体系,最后补充了杨布里科斯与阿尔库塔斯的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#5

εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἢ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης προσφέρεται κατ’ αὐτῆς,1 ἔπειτα τὸ κοινὸν τοῦτο τὸ πῶς ἔχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα· καὶ ταῦτα γὰρ διάκειταί πως. Ταῦτα μὲν οὖν πρὸς ἑκάστην τῶν ἐναντιολογιῶν ἔστιν ἰδίως ἀπολογούμενον εἰπεῖν· κοινῇ δὲ πρὸς πάντας λέγειν ὅτι τὰς εἰσαγωγικὰς πραγματείας οὐκ ἔδει πρὸς ἀκρίβειαν διακειμένας ἀπαιτεῖν· οὐ γὰρ ὑποφέρουσιν τὴν ἀκρίβειαν αἱ τῶν πρωτοπείρων ἀκοαί. δεύτερον ὅτι δύσκολος ἡ ἐπιχείρησις τὰς γενικωτάτας τῶν ὄντων διαφορὰς ἤτοι τὰς σημαντικὰς αὐτῶν λέξεις διελέσθαι, καὶ διὰ τοῦτο χρὴ μᾶλλον συναγωνίζεσθαι τῇ χαλεπότητι τῆς ἐπιχειρήσεως, ἀλλὰ μὴ κακοσχόλως αὐτῇ προσφιλονεικεῖν. τρίτον δὲ ἂν λέγοιμεν ὅτι καὶ πάντες οἱ ἄλλως διελόμενοι μείζοσιν ἂν ὑπάγοιντο τοῖς ἐγκλήμασιν, ὧν οἱ ἀκριβέστεροι δοκοῦντες οἱ Στωικοὶ τὴν εἰς τέσσαρα τομὴν ποιησάμενοι εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρός τί πως ἔχοντα οἷα παραλείπουσιν εἴρηται πρότερον·2 εἰ δὲ καὶ οἱ νεώτεροι, οἷς εὐκολώτερον ἦν τὸ προσθεῖναι τὸ λεῖπον, καὶ αὐτοὶ ὅμως πολλὰ φαίνονται σφαλλόμενοι, πῶς οὐ χρὴ τοῖς πρώτοις ἐπιβάλλουσιν συγγνώμην ἔχειν, εἰ καὶ τῆς ἀκριβείας τι παραλιμπάνουσιν; ὅλως δὲ ὁ πρὸς τὴν διαίρεσιν ἢ ἀπαρίθμησιν ταύτην ἀντιλέγων ἴστω μὴ πρὸς Ἀριστοτέλη πρώτως, ἀλλὰ πρὸς τοὺς Πυθαγορείους καὶ Ἀρχύταν τὴν ἀντιλογίαν ποιούμενος, ὃς πρὸ τοῦ Ἀριστοτέλους τὴν εἰς δέκα γένη διαίρεσιν ἐποιήσατο. Εἰ δέ τις ἐπιθυμεῖ περιληπτικήν τινα διαίρεσιν ἀκοῦσαι τὰ δέκα γένη ταῦτα περιλαμβάνουσαν, τάχα ἂν εἴη τοιαύτη. ἐπειδὴ τὰ ὄντα πάντα ἢ ὑπάρξεις εἰσὶν καὶ δυνάμεις ἢ ἐνέργειαι, αἱ δὲ δυνάμεις μέσαι οὖσαι ταῖς ὑπάρξεσι μᾶλλον συνθεωροῦνται, διχῇ τὴν πρώτην διαιρετέον εἴς τε τὰς ὑπάρξεις αὐτὰς τὰς ἐνεργούσας ἢ πασχούσας καὶ εἰς τὰς ἐνεργείας. καὶ τὰς μὲν ἐνεργείας πάσας ἡ τοῦ ποιεῖν κατηγορία περιέχει, τὰ δὲ πάθη ἡ τοῦ πάσχειν. τῶν δὲ ὑπάρξεων αὐτῶν αἱ μὲν καθ’ ἑαυτὰς ἔχουσι τὸ εἶναι, ἃς ἡ οὐσία πάσας περιείληφεν, αἱ δὲ ἐν ἄλλοις ὑφεστήκασιν. καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦνται, αἱ δὲ ἄσχετοί εἰσιν. καὶ τῶν ἀσχέτων αἱ μὲν κατὰ τὸν χαρακτῆρα καὶ τὴν οἷον μορφὴν τῶν σωματικῶν ὑπάρξεων θεωροῦνται, ὥσπερ αἱ κατὰ τὸ ποιὸν ἀφοριζόμεναι πᾶσαι, αἱ δὲ κατὰ τὴν διάστασιν καὶ τὸν πληθυσμὸν ὥσπερ αἱ κατὰ τὸ ποσόν· δύο γὰρ αὗται ἄσχετοι διαφοραὶ τῶν ἐν ἄλλοις ὑφεστηκότων κατὰ ὕπαρξιν γενῶν θεωροῦνται. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἃς πάσας ἡ τοῦ πρός τι περιέχει κατηγορία, αἱ δὲ οὐ πρὸς ἀντιστρέφοντα· καὶ τούτων αἱ μὲν κατὰ τὴν πρὸς σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς ἀσώματα· καὶ τούτων ἡ μὲν κατὰ τὴν πρὸς τόπον,3 ἅπερ ἡ τοῦ ποῦ κατηγορία περιέχει, ἡ δὲ κατὰ τὴν πρὸς χρόνον, ἅπερ ἐν τῇ ποτὲ περιέχεται. τῶν δὲ κατὰ τὴν πρὸς σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα ἐφ’ ὧν ἱδρύμεθα ἢ ἑστῶτες ἢ καθήμενοι ἢ ἀνακείμενοι, ἅπερ πάντα ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἀνάγεται, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ἡ τοῦ ἔχειν κατηγορία περιείληφεν· τὰ γὰρ σώματα, πρὸς ἃ ἡ σχέσις ἡ τοιαύτη, οὕτως ἔχει ὡς ἢ ἡμᾶς ἐν ἐκείνοις ἢ ἐκεῖνα ἐν ἡμῖν ἱδρῦσθαι. τοιαύτη ἄν τις εἴη καὶ παρ’ ἡμῶν ἡ παραμυθία πεπορισμένη τοῖς ἐκ διαιρέσεως ἀνελλιποῦς ἐπιθυμοῦσιν τὰ δέκα γένη λαβεῖν, καὶ αὕτη πολλὰς εὖ οἶδα ὅτι τοῖς ἀκριβολογεῖσθαι βουλομένοις εὐθύνας ὑφέξουσα. ὁ μέντοι θεῖος Ἰάμβλιχος καὶ αὐτὸς ἀπαράλειπτον τὴν τῶν γενῶν διαρίθμησιν δείκνυσι. πρῶτον μὲν ὑπόκειταί τι τοῖς πᾶσιν, ἐφ’ οὗ προϋπάρχοντος ἐγγίνεται τὰ ἐν αὐτῷ μόνως ὑφιστάμενα. ἔπειτα τὰ συνυπάρχοντα τῷ ὑποκειμένῳ συνθεωρεῖται· ταῦτα δέ ἐστιν ποιότης τε καὶ ποσότης, ἡ μὲν πληθύουσα, ἡ δὲ εἰδοποιοῦσα τὸ ὑποκείμενον. αἱ δὲ σχέσεις θεωροῦνται περὶ τὸ ὑποκείμενον, καθ’ ἃς θεωροῦνται αἱ ἄλλαι κατηγορίαι. Ἀρχύτας δὲ Πυθαγορικῶς ἐπιχειρῶν ἐπὶ τὰς ἀρχὰς ἄγει πάσας τῶν ὄντων τὴν αἰτίαν τοῦ τῶν δέκα ἀριθμοῦ.

因为如果他们认为对他们而言“处于某种状态者”包罗了此类事物,乃是由于“去年”或“在吕克昂”或“坐着”或“穿鞋”依循这些当中的某一项而处于某种状态,那么首先,在这些事物之间存在着诸多差异,而“处于某种状态”这未加分梳的共通性却被强加于它之上;其次,这一共通的“处于某种状态”既适合于基底,尤适合于数量;因为这些也是处于某种状态的。 因此,针对每一种反对论点,人们可以个别地辩护并说明这些;但对于所有人普遍而言应当说:不应该苛求入门性著作具备极其精准的状态;因为初学者的听觉承受不了这种精确。其次,划分诸存在物最属类的差异、亦即表示它们的词语,乃是一项艰难的尝试,因此更应当配合这尝试的艰巨性共同奋勉,而不应在无聊的好争中与之为敌。第三,我们或许可以说,一切以其他方式划分的人都会面临更大的指控,其中看似更精确的斯多亚派划分出了四项——基底、具有性质者、处于某种状态者,以及处于某种关系状态者——他们遗漏了何样的事物,前文已经论及;但如果连那些本更容易补足所缺者的后世之人,自己也仍然显得犯下了许多错误,那么对最先着手的尝试者,纵使他们在精确性上有所遗漏,又怎能不给予宽恕呢?总而言之,反对这一划分或列举的人应当明白,他的反驳首先不是针对亚里士多德,而是针对毕达哥拉斯派与阿尔库塔斯,后者在亚里士多德之前就已做出了十个属的划分。 然而,如果有人渴望听到一个包揽这十个属的概括性划分,那大概会是这样的。既然一切存在物要么是存立与能力,要么是现实,而能力作为居间者更与存立一同被审视,那么首先必须进行二分:划分为施动或受动的存立自身,以及划分为现实。所有的现实都由施动的范畴所包罗,而各种受动则由受动的范畴所包罗。在存立自身中,有些具有依凭自身的所是,这一切都被实体所囊括;另一些则在其他事物中存立。在后者中,有些依据关系而被审视,有些则是非关系的。在非关系者中,有些是依据物体存立的特征和宛如形式而被审视的,正如所有依循性质而被界定者一样;另一些则是依据延伸与多数化而被审视的,正如依循数量者一样;因为这两者乃是在他物中存立的诸属在存立上被审视的非关系差异。而在依据关系者中,有些是相对于相互换位者而言的,这一切都由关系项的范畴所包罗;另一些则是相对于不相互换位者而言的;在这些当中,有些是依据与物体的关系而被审视的,有些则是依据与非物体的关系而被审视的;在后者中,一种是依据与处所的关系,这由“处所”的范畴所包罗,另一种则是依据与时间的关系,这被包罗在“时间”中。而在依据与物体的关系者中,一种是依据与我们所安置其上的那些事物的关系(无论我们是站着、坐着还是躺着),这一切都被归入“处于某种姿态”的范畴之下;另一种则是依据与环绕在我们周遭的事物的关系,凡此种种皆由“具有”的范畴所囊括;因为此类关系所指向的物体,其状态或是我们将自身安置于其中,或是它们被安置于我们之中。对于那些期望从无遗漏的划分中把握这十个属的人而言,我们所能提供的宽慰大概就是如此;而且我很清楚,对于那些想要严苛追究的人来说,这也将承担许多检视。然而,神圣的杨布里科斯自己也表明了诸属的列举是完备无缺的。首先,某物作为一切的基底存在,在其预先存在的基础上,才产生了仅在它之中存立的事物。接着,与基底共存的事物一同被审视;这些乃是性质与数量,其一使基底多数化,另一使基底形式化。而围绕着基底审视诸种关系,依据它们审视其余诸范畴。阿尔库塔斯则以毕达哥拉斯派的方式着手,将十这一数目的原因归纳到诸存在物的一切原理之中。

语法注3 条
  1. 1.11ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης προσφέρεται κατ’ αὐτῆς

    代词 αὐτῆς 的先行词是前一句独立属格结构中的核心名词 τῆς ἐν τούτοις διαφορᾶς(这些当中的差异)。整句表明尽管这些项之间存在着巨大的差异,“处于某种状态”这一未经细致分梳的共通性却被笼统地套用在该差异之上。

  2. 1.11ὧν οἱ ἀκριβέστεροι δοκοῦντες οἱ Στωικοὶ τὴν εἰς τέσσαρα τομὴν ποιησάμενοι εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρός τί πως ἔχοντα οἷα παραλείπουσιν εἴρηται πρότερον

    关系代词 ὧν 是部分属格,先行词是 πάντες οἱ ἄλλως διελόμενοι(所有以其他方式划分的人)。该关系节的核心句法是间接疑问从句 οἷα παραλείπουσιν 作被动动词 εἴρηται 的主语(“他们遗漏了何样事物此前已被论及”),而主格短语 οἱ ἀκριβέστεροι δοκοῦντες οἱ Στωικοὶ ... ποιησάμενοι 则是充当话题引入的悬垂主格(nominativus pendens)。

  3. 1.11καὶ τούτων ἡ μὲν κατὰ τὴν πρὸς τόπον

    此处的部分属格 τούτων 指向紧邻的前一二分项:αἱ δὲ κατὰ τὴν πρὸς ἀσώματα(与非物体的关系)。在辛普里修的推演体系中,处所与时间被视作非物体性的事物,因而与它们的关系分别产生了“处所”与“时间”范畴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:67.3-68.23