← 辛普里丘

亚里士多德《范畴篇》注释

§65.14-67.3

一与点的范畴归属及对斯多亚学派的驳斥

辛普里丘考察了先前注解家关于一、单子和点在十个范畴中归属何处的诸种观点,指出它们作为原理属于相同的属或是同名异义的。接着,他反驳了主张以运动替代施动与受动作为范畴的观点,以及斯多亚派将范畴削减为四项的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#4

οὔτε γὰρ ποσόν ἔστιν, ὡς ἄν τῳ δόξειεν· οὔτε γὰρ συνεχές ἐστιν, ἅτε ἀμερὲς ὄν, οὔτε διωρισμένον· πᾶν δὲ ποσὸν ἢ συνεχὲς ἢ διωρισμένον εἶναι προσήκει, καὶ εἰ διωρισμένον, ἢ περιττὸν ἢ ἄρτιον. ἢ καὶ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ἐν τῷ πρός τι καταταχθήσεται, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ. εἰ δὲ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἀσώματος, ὁ δὲ σωματικός, ἔσται, ὡς καὶ ὁ Βόηθος ἂν φαίη, καὶ ἡ μονὰς διττή, ἡ μὲν οὐσία, ἡ ἐν τῷ νοητῷ ἀριθμῷ (τοῦτο δὲ καὶ Ἀριστοτέλει δοκεῖ), ἡ δὲ πρός τι ἢ ποσόν. ὕστερον δέ φησιν ὁ Βόηθος μήποτε ἄμεινον εἶναι ποσὸν φάναι· ὡς γὰρ λευκότης ἔχει πρὸς λευκόν, οὕτως καὶ ἡ δυὰς πρὸς τὰ δύο· εἰ οὖν ἐκεῖνα ἄμφω ποιόν, καὶ ταῦτα ποσόν. ἀντιλέγουσιν δὲ τῷ Ἀλεξάνδρῳ δυνατὸν λέγοντι μέρος τοῦ ποσοῦ τὴν μονάδα τιθέναι καὶ διὰ τοῦτο ἐν τῷ ποσῷ καταριθμοῦντι αὐτήν.1 ἀριθμὸς γάρ ἐστιν τὸ ἐκ μονάδων συγκείμενον πλῆθος· λέγουσιν οὖν ἀρχὴν εἶναι ἀριθμοῦ, ἀλλ’ οὐχὶ μέρος ἀριθμοῦ· πανταχοῦ δὲ ἕτερον εἶναι τὴν ἀρχὴν καὶ τὸ οὗ ἐστιν ἀρχή, ὥσπερ καὶ τὸ σημεῖον διαστημάτων ἀρχὴ ὂν οὐκ ἂν εἴη διάστημα. ἀλλ’ εἰ καὶ ἀρχὴ καὶ πρός τι ταῦτα, ἐπειδὴ πάντα τὰ πρός τι φύσιν ἔχοντα ἰδίαν οὕτως ἔχει καὶ τὸ πρός τι εἶναι, ὡς ὁ πατὴρ ἄνθρωπος ὢν καὶ οὐσία πρός τί ἐστιν κατὰ τὸ πατήρ, ἔδει καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὄντα ἀρχαὶ καὶ πρός τί εἰσιν, καθὸ ἀρχαί.2 μήποτε οὖν διττῆς οὔσης τῆς ἀρχῆς, τῆς μὲν συντεταγμένης, τῆς δὲ ἐξῃρημένης, ἡ συντεταγμένη ἐν τῷ αὐτῷ γένει ἐστίν, ὥσπερ καὶ τὸ μέσον καὶ τὸ πέρας· τάχα δὲ καὶ ἡ ἐξῃρημένη ἐν τῷ αὐτῷ γένει ἐστίν. εἰ γὰρ καὶ ἡ ἐξῃρημένη τοῦ ἀριθμοῦ μονὰς συνῃρημένος ἐστὶν ἀριθμός, ἐν τῷ αὐτῷ ἂν εἴη γένει τό τε συνῃρημένον καὶ τὸ διωρισμένον. καὶ γὰρ τοῦ εἴδους συνῃρημένου καὶ διακεκριμένου ὄντος καὶ τοῦ μὲν ὀνόματος τὸ συνῃρημένον ἢ ὡς οἱ Στωικοί φασι τὸ κεφαλαιῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον, ἐν τῷ αὐτῷ ἂν εἴη γένει τό τε ὄνομα καὶ ὁ ὁρισμός. καὶ ἡ ὕλη δὲ καὶ τὸ εἶδος ἀρχαὶ οὖσαι τῆς συνθέτου οὐσίας οὐσίαι καὶ αὐταί εἰσιν, κἂν μὴ ἐνταῦθα παρελήφθησαν. καὶ περὶ τοῦ σημείου δὲ τὰ αὐτὰ καὶ ἀπορεῖν οἶμαι ἔξεστιν καὶ ἐπιλύεσθαι. βέλτιον δέ φασιν οἱ κλεινότεροι τῶν ἐξηγητῶν ὁμώνυμον τὸ ἓν ἀπολείπειν κατὰ τὰς δέκα κατηγορίας, ὥσπερ καὶ τὸ ὄν· τῶν δὲ ὁμωνύμων οὔτε διαίρεσις ἔστιν ἀφωρισμένη οὔτε εἰς ἓν γένος ἀναγωγή. Οἱ δέ γε τρίτοι λοιπὸν οἱ ἀνταλλαγὴν αἰτιώμενοι καὶ λέγοντες ἄλλα ἀντ’ ἄλλων παρειλῆφθαι γενῶν τὴν κίνησίν φασι δεῖν ἀντὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν παραλαμβάνειν.3 οὔτε γὰρ εἰς ἄλλο γένος ἀνάγειν τὴν κίνησιν δυνατὸν οὔτε ἄλλο τι γένος αὐτῆς ἐν τῷ τί ἐστιν κατηγορεῖται· ἀλλ’ οὐδὲ εἰς τὸ ποιεῖν ἀνάγεται· πολλαὶ γὰρ ἐν τῷ πάσχειν εἰσὶ κινήσεις· ἀλλ’ οὐδὲ εἰς τὸ πάσχειν· ποῦ γὰρ αἱ ἐν τῷ ποιεῖν κινήσεις καταταχθήσονται; πρὸς οὓς ῥητέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἐν πάσαις θεωρεῖται ταῖς κατηγορίαις ὁμωνύμως ὑπάρχον αὐταῖς, διὸ ἐν οὐδεμιᾷ ἀφωρισμένως κατατέτακται. καὶ ἡ κίνησις τοίνυν ὁδὸς οὖσα ἀπὸ τοῦ δυνάμει εἰς ἐντελέχειαν ἄλλως μὲν ἐν τῇ οὐσίᾳ θεωρεῖται, γένεσις οὖσα ἢ φθορά, ἄλλως δὲ ἐν τῷ ποσῷ, αὔξησις καὶ μείωσις λεγομένη, ἄλλως δὲ ἐν τῷ ποιῷ, ὅταν ἀλλοίωσιν αὐτὴν ὀνομάζωμεν, καὶ ἄλλως ἐν τῷ ποῦ καὶ καθ’ ἑκάστην κατηγορίαν ἄλλως. πῶς οὖν οἷόν τε μίαν κατηγορίαν εἶναι τὴν κίνησιν ὁμωνύμως καὶ αὐτὴν ὑπάρχουσαν; καὶ ἐπὶ τῆς στάσεως δὲ τῆς ἀντικειμένης τῇ κινήσει τὰ αὐτὰ ῥητέον. εἰ γάρ τις εἴη τῷ ὄντι στάσις, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ’ ἐν τοῖς νοητοῖς ἐκείνην ζητεῖσθαι προσήκει. Οἱ δέ γε Στωικοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσιν τὸν τῶν πρώτων γενῶν ἀριθμὸν καί τινα ἐν τοῖς ἐλάττοσιν ὑπηλλαγμένα παραλαμβάνουσιν. ποιοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα, εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρός τί πως ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν· τό τε γὰρ ποσὸν ἄντικρυς καὶ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ.

因为正如某人所可能认为的那样,[一、单子或点]也不是数量;因为它既非连续的(既然它是无部分的),也非离散的;而每一数量理应要么是连续的要么是离散的,且若是离散的,则要么是奇数要么是偶数。或者不如说,作为数的原理和作为度量,正如亚历山大所认为的,它将被归于关系项之中。但如果数是双重的,一种是非物体的,另一种是物体的,那么正如波埃图斯所可能说的那样,单子也将是双重的,一种是实体,即处于可领会之数中的那一种(这似乎也是亚里士多德所赞同的),另一种则是关系项或数量。但波埃图斯后来指出,或许说它是数量更好;因为正如白之于白物,二性之于二物亦是如此;因此,若前两者皆是性质,则这些也是数量。然而人们反驳亚历山大,因他说可能将单子设定为数量的一部分并因此将其列入数量之中。因为数是由单子构成的多;所以他们说,单子是数的原理,却绝非数的一部分;而且在任何地方,原理与它作为其原理的事物都是互异的,正如点作为区间的原理绝非区间一样。然而,纵使这些既是原理又是关系项,既然一切关系项在具有固有本性的同时由此具有作为关系项的存在——正如父亲作为人与实体,依据是父亲而言乃是关系项——,那么对于这些也本应当说:它们在是原理的同时亦是关系项,只要它们作为原理。抑或,原理既有双重,一种是同位统序的,另一种是超越超拔的,那么同位统序的原理与中间和界限一样属于同一个属;而或许超越的原理也属于同一个属。因为如果数的超越单子也是一种收敛缩略的数,那么收敛缩略者与区分展开者就将处于同一个属之中。事实上,相既是收敛缩略的又是区分展开的,且名称表示收敛缩略者——或者如斯多亚派所说的总括者——,而定义表示区分展开者,名称与定义就将处于同一个属之中。质料与相作为复合实体的原理,纵使此处未被采纳,它们自身亦是实体。而关于点,我认为同样可以提出疑问并予以化解。然而更负盛名的注解家们说,更好的是将一如同存在一样留作贯穿十个范畴的同名异义之物;而对于同名异义之物,既没有确定的划分,也不能归纳为一个唯一的属。 至于剩下的第三类人,他们指责置换并声称采纳了另一些属来替代另一些属,他们说应当采纳运动来替代施动与受动。因为既不可能将运动归纳为另一属,在其是什么上也没有任何其他的属可以述谓它;然而它也没有归入施动,因为在受动中存在着许多运动;但也没有归入受动,因为在施动中的运动又将被置于何处?对这些人必须指出:潜在者与现实者在一切范畴中都被审视为同名异义地属于它们,因此并没有被限定地统序在任何一个范畴中。因此,运动作为从潜在走向完全现实的途径,在实体中以一种方式被审视(即生成或消灭),在数量中以另一种方式被审视(被称为增长与缩减),在性质中以另一种方式被审视(当我们称其为质变时),在“处所”中以另一种方式被审视,并在每一个范畴中皆以不同方式被审视。那么,运动自身既然也是同名异义地存在的,它又怎可能是一个单一的范畴?关于与运动相对立的静止,也必须说同样的话。因为若真有某种静止,那理应不是在可感觉之物中,而是在可领会之物中去寻找。 斯多亚派则主张将原初诸属的数目收缩至更少,并在更少者中采纳了某些被替换的项。因为他们划分为四项:基底、具有性质者、处于某种状态者,以及处于某种关系状态者。显而易见,他们遗漏了绝大多数事物;因为他们断然遗漏了数量,以及处于时间中和处于空间中的事物。

语法注3 条
  1. 1.11ἀντιλέγουσιν δὲ τῷ Ἀλεξάνδρῳ δυνατὸν λέγοντι μέρος τοῦ ποσοῦ τὴν μονάδα τιθέναι καὶ διὰ τοῦτο ἐν τῷ ποσῷ καταριθμοῦντι αὐτήν.

    与格固有名词 τῷ Ἀλεξάνδρῳ 作为动词 ἀντιλέγουσιν 的间接宾语,并由两个并列的分词 λέγοντι 与 καταριθμοῦντι 修饰。分词 λέγοντι 支配一个宾格不定式结构 δυνατὸν [εἶναι] ... τιθέναι(“说将单子设定为数量的一部分是可能的”)。

  2. 1.11ἔδει καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὄντα ἀρχαὶ καὶ πρός τί εἰσιν, καθὸ ἀρχαί.

    非人称动词 ἔδει(直陈式未完成过去时)带不定式 εἰπεῖν,表示过去本应如此或带有与事实相反的含义(“本应当说”)。在 ὅτι 引导的从句中,中性复数分词 ὄντα 与主语一致,表示让步或附带情状(“在作为……存在的同时”),与主谓语 εἰσίν 协同:ὄντα ἀρχαὶ καὶ πρός τί εἰσιν(“在是原理的同时亦是关系项”)。

  3. 1.11Οἱ δέ γε τρίτοι λοιπὸν οἱ ἀνταλλαγὴν αἰτιώμενοι καὶ λέγοντες ἄλλα ἀντ’ ἄλλων παρειλῆφθαι γενῶν τὴν κίνησίν φασι δεῖν ἀντὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν παραλαμβάνειν.

    全句骨架由主语 Οἱ δέ γε τρίτοι λοιπὸν(附带两个同格修饰分词短语 οἱ ἀνταλλαγὴν αἰτιώμενοι καὶ λέγοντες...)、主要动词 φασί 以及其所支配的宾格不定式从属结构 δεῖν ... παραλαμβάνειν τὴν κίνησιν ἀντὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν(“应当采纳运动来替代施动与受动”)构成。在从属于 λέγοντες 的间接引语中,ἄλλα ... γενῶν(“以另一些属替代另一些属”)作完成时被动态不定式 παρειλῆφθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:65.14-67.3