- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:68.23-70.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了基于阿尔库塔斯和归纳法对十范畴的辩护,通过事物、概念与声音三者的联动论证了本篇旨在探讨表意声音,并探讨了在超拔原因与个别事物中普遍共通性与差异的本性。
τέχνην γὰρ πᾶσαν καὶ ἐπιστήμην φησὶν τεταγμένον τι εἶναι καὶ ὡρισμένον πρᾶγμα· τὸ δὲ τοιοῦτον ἐν ἀριθμῷ ἀφορίζεσθαι· τὸν δὲ σύμπαντα ἀριθμὸν δεκάδα εἶναι, καὶ εἰκότως ἄρα τὰ πάντα εἰς δέκα διῃρῆσθαι καὶ τὰ εἴδη πάντα δέκα εἶναι καὶ τοὺς εἰδητικοὺς ἀριθμοὺς δέκα ὑπάρχειν, ἔτι δὲ καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἔχειν δέκα μέρη· καὶ τὰ στοιχεῖα οὖν τοῦ παντὸς λόγου δέκα εἶναι. ἀλλὰ καὶ διὰ τῆς ἐπαγωγῆς δυνατὸν τὸ αὐτὸ παραμυθήσασθαι· ἔξεστι γὰρ προχειριζομένους ὁτιοῦν τῶν ὄντων ὁρᾶν ὅπως εἰς ἕν τι πάντως τούτων τῶν γενῶν ἀναφέρεται. Ἀλλ’ ἐπειδὴ ταῦτα μετρίας ἔτυχεν διαρθρώσεως, εἰς τὴν λέξιν λοιπὸν εἰσελθεῖν εὔκαιρον. καὶ ὅτι μὲν περὶ φωνῶν ἐστι σημαντικῶν ὁ σκοπός, ὡς πολλάκις ἐλέγετο, καθὸ σημαντικαί εἰσιν, ἐδήλωσεν εἰπών· τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν καὶ τὰ ἑξῆς. τὰ γὰρ πράγματα οὔτε λεγόμενά ἐστιν οὔτε σημαίνει, ἀλλὰ σημαίνεται. κἂν τῶν ὄντων δὲ αὐτῶν λέγῃ τις αὐτὸν ποιεῖσθαι τὴν διαίρεσιν ἢ τὴν ἀπαρίθμησιν, ἀλλὰ οὐχ ᾗ ὄντα, ᾗ δὲ σημαίνεται ὑπὸ τοιῶνδε φωνῶν, ἀλλά γε μόνον κατὰ τὴν πρὸς ἄλληλα σύνταξιν τῶν τε φωνῶν καὶ τῶν ὄντων γινώσκονται. εἰ μὲν δὴ φησι καὶ τὰ σημαινόμενα δέκα τὸν ἀριθμὸν καὶ τὰ σημαίνοντα ἴσα τούτοις, καὶ δῆλον ὅτι καὶ ἡ τῶν ἐννοιῶν τῶν περὶ αὐτῶν τῶν πραγμάτων διαίρεσις συμπεριλαμβάνεται. ἑνὶ γὰρ τῶν τριῶν διαιρεθέντι συνδιαιρεῖται καὶ τὰ λοιπὰ διὰ τὴν τῶν τριῶν πρὸς ἄλληλα συνάρτησιν· ἤρτηνται γὰρ ἀπὸ μὲν τῶν πραγμάτων τὰ νοήματα, ἀπὸ δὲ τῶν νοημάτων αἱ φωναί. ὥστε εἴ τις λέγοι τὴν φωνὴν εἶναι τοῦ νοήματος μόνου σημαντικὴν ἐπὶ τῶν καθόλου γενῶν καὶ τῶν κοινῶν πάντων, λέληθεν αὐτὸν ἀτιμότερα τὰ κοινὰ τῶν ἀτόμων ἀποφαίνων·1 καὶ γὰρ τὸ μὲν Σωκράτης τριττὸν εἶναι ὁμολογεῖ, τόν τε φιλόσοφον αὐτὸν καὶ τὴν περὶ αὐτοῦ ἔννοιαν καὶ τὸ ὄνομα τὸ τρισύλλαβον, τῶν δέ γε γενῶν ἕκαστον διχῶς ἀξιοῖ θεωρεῖν, κατὰ τὸ ὄνομα καὶ κατὰ τὸ νόημα μόνον. καίτοι καὶ ἡ φωνὴ μάταιος ἂν εἴη καὶ τὸ νόημα κενόν, εἰ μηδὲν τῶν ὄντων εἴη τὸ σημαινόμενον καὶ νοούμενον. οἱ δὲ ἀναιροῦσι μὲν τὴν τῶν κοινῶν φύσιν, ἐν δὲ τοῖς καθ’ ἕκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ’ αὑτὰ μηδαμοῦ θεωροῦντες· καὶ περὶ μὲν τῆς κατατεταγμένης κοινότητος ὀρθῶς λέγουσιν, ἔδει δὲ καὶ τὴν ἐξῃρημένην ἐννοεῖν, ἀφ’ ἧς ἐστιν ἡ κατατεταγμένη· πρὸ γὰρ τοῦ κατατεταγμένου τὸ ἐξῃρημένον καὶ πρὸ τοῦ ἄλλου ὄντος τὸ ἑαυτοῦ ὄν. εἰ [μὴ] ἄρα ἐκεῖνο τὸ ἐξῃρημένον καὶ τῶν μεθ’ ἑαυτὸ πάντων αἴτιον, οὐ κατὰ τὴν κοινότητα μόνην θεωρητέον.2 οἷον τὸ πάντων αἴτιον τῶν ζῴων, ἀνθρώπων λέγω καὶ ἵππων καὶ τῶν λοιπῶν, ἢ οὐρανίων καὶ ἀερίων καὶ ἐνύδρων καὶ χθονίων, εἰ κατὰ μόνην ἐθεωρεῖτο τὴν τοῦ ζῴου φύσιν, μόνην ἂν τὴν κοινότητα τῶν ζῴων παρῆγεν· ἐπειδὴ δὲ καὶ τὰ εἴδη πάντα παράγει τῶν ζῴων, δηλονότι οὐ τῆς κοινότητος μόνης, ἀλλὰ καὶ τῶν διαφόρων εἰδῶν ἐστιν ἕνωσις συνῃρημένως προϋπάρχουσα, καὶ ἔστιν πάντα πρὸ πάντων, καὶ τὴν κοινότητα καὶ τὰς διαφορὰς παράγον κατὰ τὴν ἀμφοῖν ἐξῃρημένην ὑπεροχήν. μήποτε δὲ οὐδὲ ἐν τοῖς παραγομένοις ὅλως ἐστὶν ἡ κοινότης τοιαύτη, οἵαν ἡμεῖς ἐννοοῦμεν ἀδιάφορον. ὅταν γὰρ οὐσίαν καὶ τὴν ψυχὴν λέγωμεν καὶ τὸ σῶμα, τί ἄν εἴη πάντῃ κοινὸν καὶ ἀδιάφορον ἔν τε ψυχῇ καὶ ἐν σώματι; ἀλλὰ καὶ τὸ κοινὸν δῆλον ὅτι διαφορεῖται μετὰ διαφορῶν ὑφιστάμενον, ἵνα καὶ σύμμετρον γένηται πρὸς τὰς διαφοράς· οὐ γὰρ ἄν ἡ τῆς ψυχῆς οὐσία ταῖς τοῦ σώματος διαφοραῖς συμπλακείη ποτέ. καὶ τὸ διάφορον μέντοι κεκοίνωται κατὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἐνδοθεῖσαν ἕνωσιν τοῖς πᾶσιν, ἵνα μὴ διεσπασμένα πάντα ᾖ τὰ ὑφ’ ἑνὸς παραγόμενα. ἀλλ’ ἡμεῖς πολλοῦ μετέχοντες τοῦ συμπεφυρμένου τε καὶ τοῦ διεσπασμένου τήν τε κοινότητα αὐτὴν καθ’ ἑαυτὴν ὡς ἀδιάφορον ἐξαιροῦμεν ταῖς ἐννοίαις, ἥτις οὔτε ἐν τοῖς ἀτόμοις ἐστίν· διαφορεῖται γὰρ αὕτη· οὔτε ἐν τοῖς πρὸ τῶν ἀτόμων· ἐκεῖνα γὰρ οὐ τὸ κοινὸν μόνον, ἀλλὰ καὶ τὸ διάφορον ἐν ἄλλῃ τινὶ φύσει προείληφεν ἡμῖν μὲν κατὰ ἀλήθειαν ἀγνώστῳ, αἰτίᾳ δὲ τῆς διαφορουμένης ταύτης κοινότητος καὶ τῆς κεκοινωμένης διαφορότητος· τὸ συναμφότερον γὰρ ἅμα παράγει.
因为他说,一切技艺与科学都是有序且被限定的事物;而此类事物在数目上受到界定;完整的数目是十,因此理所当然,万物被划分为十,形式全都是十,形式数也作为十而成立,甚至身体的末梢也有十个部分;所以一切言语的本原要素也是十。然而通过归纳也同样可以证实这一点;因为人们可以随手取来任何存在物,看它如何无论如何都会被归入这些属中的某一个。 既然这些问题已经得到了适度的分梳,那么进入本文便是合乎时宜的了。正如屡次所说,其目标乃是关于具有表示作用的声音,依其具有表示作用而言,这一点他通过说“凡不依任何结合而被说的每一项,要么表示实体,要么表示数量”等等而加以表明了。因为事物既非被说的,亦非表示者,而是被表示者。即便有人说他是对存在物自身进行划分或列举,但这并非就其作为存在物而言,而是就其由这类声音所表示而言,它们仅仅依据声音与存在物彼此之间的相互对应关系而被认识。如果他说被表示的事物在数目上为十,而表示的声音也与之相等,那么显而易见,关于事物自身的诸概念的划分也一同被包括在内。因为三者之一被划分时,其余的也由于三者彼此之间的相互连接而一同被划分;思想依系于事物,而声音则依系于思想。因此,如果在普遍之属与一切共通者上有人说声音仅仅表示思想,他就未曾察觉地将共通者贬抑得比个体更低微了;因为他承认“苏格拉底”是三重性的——哲学家自身、关于他的概念,以及由三个音节构成的名称——而对各个属中的每一个,他却认为应当只以两种方式考察,即仅依名称和依思想。然而,若被表示与被思想者不属于任何存在物,则声音将是虚妄的,而思想也将是空洞的。 另有些人则取消了共通者的本性,认为它们仅在个别事物中存立,绝不就其自身来考察它们;关于被编列的共通性,他们说得固然正确,但他们本也应当想到那超拔的共通性,被编列的共通性正是源于它。因为在被编列者之先存在着超拔者,在属于他物之先存在着属于自身者。如果因此那个超拔之物也是在其之后的一切事物的原因,就不应仅仅依据共通性来考察。例如,一切动物(我指的是人、马及其他,或属于天上的、空中的、水中的、陆上的)的原因,如果它仅仅依据动物的本性来被考察,它就只会产生动物的共通性;但既然它也产生动物的一切种,显而易见,它不仅是共通性的统一,而且是预先包含差异形式的统一性,是在一切之先的一切,依循超脱于两者的优越性而产生共通性与差异两者。然而,或许甚至在被产出的事物中,共通性也绝非像我们所想的那样是无差异的。因为当我们称灵魂与物体都为实体时,在灵魂与物体之中究竟有什么是完全共通且无差异的呢?相反,显而易见的是,共通者在与差异一同存立时本身也被差异化了,以便它能与差异相称;因为灵魂的实体绝不可能与物体的差异结合。然而,依据由“一”赋予万物的统一性,差异者也被共通化了,以免由“一”所产生的事物全都支离破碎。但我们由于分有诸多混淆与撕裂,遂在概念中将共通性本身作为无差异者抽象提取出来,然而这种共通性既不存在于个体之中(因为个体中的共通性是差异化的),亦不存在于个体之前的事物中(因为那些事物不仅预先把握了共通者,而且还在另一种本性中预先把握了差异者,这本性依真理而言对我们是不可知的,但它却是这种被差异化的共通性与被共通化的差异性的原因;因为它同时产出了这两者)。
- 1.11λέληθεν αὐτὸν ἀτιμότερα τὰ κοινὰ τῶν ἀτόμων ἀποφαίνων
此处为 λανθάνω(完成时 λέληθεν)带宾格代词(αὐτόν)和充当补足语的分词(ἀποφαίνων)的惯用句式,意为“他在不知不觉中表明……”。其主语承接前文条件从句中提到的假设论者(τις)。
- 1.11εἰ [μὴ] ἄρα ἐκεῖνο τὸ ἐξῃρημένον καὶ τῶν μεθ’ ἑαυτὸ πάντων αἴτιον, οὐ κατὰ τὴν κοινότητα μόνην θεωρητέον
文本中的 [μὴ] 标示抄本异文或校勘者的删去。若不读 μὴ,则 αἴτιον 之前(补足 ἐστίν)为条件从句,οὐ 以下为归结主句,句意为“如果因此那个超拔之物也是在其之后的一切事物的原因,就不应仅仅依据共通性来考察”,后文由 οἷον 引出的论证即用以阐明此点。
