← 辛普里丘

亚里士多德《范畴篇》注释

§59.1-60.10

构成性种差与区分性种差对疑难的化解

辛普里丘借助鲍埃图斯,通过区分构成性种差与区分性种差,界定了上位属的种差归属于下位主体的范围,从而化解了疑难。他进一步指出,该定理有助于论证十个范畴是彼此独立的最高属,并反驳针对范畴学说的责难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#4

εἰ δὲ μένοι, φησίν, ἡ αὐτὴ γραφή, προσεκτέον τῷ οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· συμπίπτει γάρ ποτε τοῦτο· τὸ γὰρ θνητὸν καὶ τοῦ ζῴου διαφορά ἐστιν καὶ τοῦ ἀνθρώπου”. καὶ χάρις τῷ Βοήθῳ τὴν ἀρχὴν τῆς λύσεως ὑποδείξαντι. ἐπειδὴ γὰρ τοῦ ζῴου αἱ μέν εἰσιν διαιρετικαὶ διαφοραί, ὡς τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, καὶ θνητὸν καὶ ἀθάνατον, αἱ δὲ συστατικαί, ὡς τοῦ ζῴου τό τε αἰσθητικὸν καὶ τὸ ἀφ’ ἑαυτοῦ κινητόν, αἱ μὲν διαιρετικαὶ τοῦ κατηγορουμένου διαφοραὶ οὐ πᾶσαι τῷ ὑποκειμένῳ ὑπάρχουσιν (οὐ γὰρ δὴ καὶ αἱ ἀντικείμεναι· εἰ γὰρ τὸ λογικὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ δήπου καὶ τὸ ἄλογον), αἱ μέντοι συστατικαὶ τοῦ κατηγορουμένου διαφοραὶ καὶ τῷ ὑποκειμένῳ πᾶσαι ὑπάρχουσιν· τὸ γὰρ αἰσθητικὸν καὶ τὸ ἔνδοθεν κινούμενον καὶ ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. τὸ οὖν οὐδὲν κωλύει εἴρηται διὰ τὸ μὴ πάσας ὑπάρχειν, ἀλλὰ τὰς συστατικὰς καὶ τῶν διαιρετικῶν τὰς οἰκείας τῷ μερικωτέρῳ, ὡς τὸ λογικὸν καὶ θνητὸν διαιρετικὰ ὄντα τοῦ ζῴου τῷ ἀνθρώπῳ ὑπάρχει, οὐ μὴν καὶ τὰ ἀντικείμενα αὐταῖς. εἰσὶν δὲ καὶ διαιρετικαὶ ἀμφοῖν διαφοραὶ αἱ αὐταὶ τῶν ὑπάλληλα γενῶν, ὡς εἴρηται πρότερον· καὶ γὰρ τοῦ ζῴου τὸ μὲν ἐστι ποηφάγον, τὸ δὲ σπερμοφάγον, τὸ δὲ σαρκοφάγον, καὶ τοῦ ὀρνέου ὑπὸ τὸ ζῷον ὄντος αἱ αὐταὶ διαφοραί εἰσιν. ὁ μέντοι Ἀριστοτέλης αἰτίαν εἰπὼν τοῦ τὰς αὐτὰς διαφορὰς εἶναι τὸ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ γενῶν κατηγορεῖσθαι1 ἔοικεν τάς τε συστατικὰς τῶν ἀνωτέρω διαφορὰς τὰς αὐτὰς λέγειν καὶ τῶν κατωτέρω, καὶ τῶν διαιρετικῶν, ὡς εἶπον, τὰς οἰκείας. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι,2 ὅταν μὲν λέγῃ τῶν ὑπάλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐτὰς εἶναι διαφοράς, ὡς περὶ ἐνίων ἀποφαίνεται καὶ οὐχ ἁπλῶς περὶ πασῶν, ὅταν δὲ προσδιορίζηται τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι, καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, τοσαύτας εἶναι καὶ τοῦ ὑποκειμένου, ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται, μηδεμίαν αὐτῶν ὑπεξαιρούμενος. αὐτὸς δὲ τὴν ἀπορίαν ἔλυσεν ταύτην, ὡς εἶπον. εἰ γὰρ διότι τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, διὰ τοῦτο ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, καὶ τοῦ ὑποκειμένου ἔσονται, δῆλον ὅτι οὐ πᾶσαι αἱ τοῦ ἐπάνω ἔσονται τοῦ ὑποκάτω, ἀλλ’ αἱ συστατικαὶ μάλιστα καὶ τῶν διαιρετικῶν τινές. καλεῖ δὲ ὁ Ἰάμβλιχος τὰς μὲν συστατικὰς τοῦ γένους γενικάς, τὰς δὲ διαιρετικὰς εἰδικάς. ὥστε εἰ μηδαμῶς αἱ αὐταὶ εἶεν διαφοραί τινων γενῶν μηδὲ ταὐτὰ εἴδη, δῆλον ὅτι ἕτερά ἐστιν ἐκεῖνα τὰ γένη ἀλλήλων καὶ οὐχ ὑπάλληλα. ἐὰν οὖν τῶν δέκα κατηγοριῶν ἕτεραι δειχθῶσιν διαφοραὶ καὶ ἕτερα τὰ εἴδη ἐκ τῆς ἑκάστου διαιρέσεως, δῆλον ὅτι ἕτερα γένη ἐστὶν καὶ οὐχ ὑπάλληλα. χρήσιμος οὖν ἡ τοῦ θεωρήματος τούτου προδιάρθρωσις πρὸς τὸν περὶ τῶν κατηγοριῶν λόγον. δηλοῦσι δὲ καὶ αἱ πρὸς τὰς κατηγορίας ἐνστάσεις, ἃς φέρειν εἰώθασιν, ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος διεῖλεν, ὡς τὸ ποιεῖν καὶ πάσχειν, ὑπὸ τὸ κινεῖσθαι ὄντα, ἢ ὅτι παρελείφθη τινὰ γένη, ὡς τὸ ὂν καὶ τὸ ἓν καὶ τὸ τί· καὶ μέντοι, εἰ μηδὲν κοινὸν ἔχοντα φανῇ τὰ γένη ταῦτα πρὸς ἄλληλα, δῆλον ὅτι οὔτε τὸ ὂν οὔτε τὸ ἓν οὔτε τὸ τὶ ὡς γένος κατηγορεῖται κατὰ τῶν δέκα γενῶν, εἴγε παντάπασιν παραλλάττει ταῦτα καὶ μηδὲν ἔχει κοινὸν πρὸς ἄλληλα.

“但如果文本保持不变,”他说,“就必须注意‘并不妨碍种差是相同的’;因为这种情况有时会相合;因为‘会死的’既是动物的种差,也是人的种差。”而感谢应当归于鲍埃图斯,他指出了解决的开端。因为既然在动物的种差中,有些是区分性的——正如动物中,有的是有理性的,有的是无理性的,以及会死的与不死的——而有些则是构成性的——正如动物的感觉能力与自身运动——被述说者的区分性种差并非全都属于主体(因为对立的种差当然并不属于;因为如果有理性的属于人,无理性的断乎不属于人),然而被述说者的构成性种差却全都属于主体;因为感觉能力与从内部运动者既属于人,也属于其他动物。因此,说‘并不妨碍’,乃是因为并非全部都属于,而是构成性种差以及区分性种差中适于更个别者[的种差]属于,正如‘有理性的’与‘会死的’作为动物的区分性种差属于人,但与它们相对立者决不属于人。而且正如前面所说,对于互为隶属的诸属,也存在两属都相同的区分性种差;因为动物中,有的是食草的,有的是食谷的,有的是食肉的,而对于在动物之下的鸟,也存在相同的种差。然而亚里士多德在说明了相同种差的原因是上位者对处于其下的属被述说之后,似乎是将较高者的构成性种差说成与较低者的构成性种差相同,而在区分性种差中,正如我所说,将相适宜的种差说成相同。值得注意的是:每当他说互为隶属的诸属并不妨碍具有相同的种差时,他的论断仿佛是关于某些种差而非单纯关于一切种差;而每当他追加界定说上位者对其下者被述说,且被述说者的种差有多少,主体的种差也将有多少时,他的论断仿佛是关于一切种差普遍而言,毫无保留。但他自己正如我所说,解决了这个困难。因为如果由于上位者对下位者被述说,因此被述说者的种差有多少,主体的种差也将有多少,那么显然并非上位者的所有种差都将属于下位者,而是构成性种差尤其如此,区分性种差中也有一些如此。而扬布利柯将属的构成性种差称为属的种差,将区分性种差称为种的种差。从而,如果某些属的种差绝非相同,其种也非相同,那么显而易见,那些属彼此不同且不互为隶属。因此,如果十个范畴的种差被证明互不相同,由各自划分所得的诸种也互不相同,那么显而易见,它们是互不相同的属且不互为隶属。因此,这一命题的预先理清对于论范畴的探讨是有用的。人们惯常对范畴提出的反驳——认为他划分了处于同一属之下的事物,例如处于运动之下的能动与受动,或者认为遗漏了某些属,例如存在、一以及某物——也表明了〔这一点〕;然而,如果这些属显明彼此没有任何共同之处,那么显而易见,无论存在还是一或某物,都不作为属对十个属被述说,只要这些属完全互异且彼此没有任何共同之处。

语法注2 条
  1. 1.10αἰτίαν εἰπὼν τοῦ τὰς αὐτὰς διαφορὰς εἶναι τὸ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ γενῶν κατηγορεῖσθαι

    在分词短语 αἰτίαν εἰπών 中,属格冠词不定式短语 τοῦ τὰς αὐτὰς διαφορὰς εἶναι(“种差相同之[原因]”)作 αἰτίαν 的宾格性属格修饰语,而宾格冠词不定式短语 τὸ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ γενῶν κατηγορεῖσθαι(“上位者对处于其下的属被述说”)则充当 εἰπών 的直接宾语,说明原因的具体内容。这是两重带有不同格冠词的不定式嵌套结构。

  2. 1.10ἐπιστῆσαι δὲ ἄξιον, ὅτι

    由形容词 ἄξιον 与不定式 ἐπιστῆσαι 构成的无人称结构(“值得注意”),其后由 ὅτι 引导的从句充当 ἐπιστῆσαι 的内容(认知的对象)。在 ὅτι 从句内部,ὅταν μέν 从句与 ὅταν δέ 从句形成平行对比,用以梳理亚里士多德两处表述方式之间的张力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:59.1-60.10