- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:57.17-59.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“在种上不同”这一表述,涉及同名异义的排除、赫尔米诺与波菲利的解释、尼科斯特拉托派对说辞平庸的指责,最后讨论了鲍埃图斯对互为隶属之属的种差论述所提出的改订方案。
ἀλλ’ οὐκέτι τῷ εἴδει αἱ αὐταὶ διαφοραί εἰσιν, ἀλλὰ κατὰ ὁμωνυμίαν. οὐ γὰρ ταὐτόν ἐστιν τῷ εἴδει ζῴου ποὺς καὶ κλίνης· κατὰ μεταφορὰν γὰρ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου λέγεται, τῷ ὀνόματι μόνον, ἀλλ’ οὐχὶ καὶ τῷ πράγματι κοινωνούντων. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τῶν ἑτέρων γενῶν, ἀλλ’ οὐχὶ τῶν ἑτερογενῶν δεῖ ὑπαναγινώσκειν.1 Ἑρμῖνος δὲ ἑτέρας τῷ εἴδει βούλεται εἶναι τὰς διαφορὰς τῶν μὴ ὑπάλληλα γενῶν ἀλλ’ ἑτέρων, “διότι, φησίν, ἔστιν τινὰ γένη οὐχ ὑπάλληλα μέν, ἄμφω δὲ ὑφ’ ἓν ἀναγόμενα, ὡς τὸ πτηνὸν καὶ τὸ πεζὸν ἄμφω ὑπὸ τὸ ζῷον, καὶ τούτων εἰσίν τινες αἱ αὐταὶ διαφοραί· καὶ γὰρ τοῦ πτηνοῦ τὸ μὲν δίπουν ἐστίν, τὸ δὲ τετράπουν, ὡς γρὺψ ἱστορεῖται καὶ σφίγξ, καὶ τοῦ πεζοῦ ὁμοίως· ἀλλ’ οὐχὶ τῷ εἴδει αἱ αὐταί εἰσιν αὗται διαφοραί, ἀλλὰ γένει· ζῴου γάρ εἰσι πρώτως διαφοραί. διὰ τοῦτο, φησίν, τῶν μὴ ὑπάλληλα οὐχ ἁπλῶς ἑτέρας, ἀλλὰ τῷ εἴδει ἑτέρας εἶπεν τὰς διαφοράς· καὶ γὰρ αὗται τῶν μὴ ὑπάλληλα οὖσαι, κἂν αἱ αὐταὶ δοκοῦσαι, ἀλλ’ οὐ τῷ εἴδει εἰσὶν αἱ αὐταί, ἀλλὰ τῷ γένει”. εἰ μέντοι ὁ Ἀριστοτέλης ἕτερα γένη καὶ μὴ ὑπάλληλα τίθεται οὐ μόνον ὧν μὴ ἔστιν θάτερον ὑπὸ τὸ ἕτερον, ἀλλὰ καὶ ὅσα μὴ ἄμφω ὑφ’ ἓν ἀνάγεται (ταῦτα γὰρ τὰ ἑτερογενῆ, ὅσα μηδὲν ἔχει κοινὸν γένος, ὥσπερ καὶ ἑτεροειδῆ τὰ μὴ ἔχοντα κοινὸν εἶδος, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων), οὐ χρεία τῆς τοιαύτης αἰτιολογίας. καὶ γὰρ εἰ ὁμογενῆ ἐστιν ὧν τὸ αὐτὸ γένος, ἑτερογενῆ ἂν εἴη ὧν ἕτερα τὰ γένη ἐστίν. ὁ μέντοι Πορφύριος τῶν ἑτέρων γενῶν ἑτέρας τῷ εἴδει τὰς διαφορὰς εἰρῆσθαί φησιν, διότι τῶν ὑπὸ τὰ ἕτερα γένη εἰδῶν ἕτεραί εἰσιν αἱ διαφοραί· ἕτερα γὰρ γένη ζῷον καὶ ἐπιστήμη καὶ τοῦ μὲν ζῴου εἶδός ἐστιν ὁ ἄνθρωπος, τῆς δὲ ἐπιστήμης ἡ μουσική, καί εἰσιν ἕτεραι τούτων αἱ διαφοραί, ὥστε εἴη ἂν λέγων ὅτι τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων αἱ κατὰ τὰ εἴδη διαφοραὶ ἕτεραι.2 κάλλιον δὲ ἴσως τὰς εἰδοποιοὺς ἀκούειν, ὡς καὶ αὐτὸς ὁ Πορφύριος προϊὼν ἀξιοῖ. Οἱ δὲ περὶ τὸν Νικόστρατον ματαιολογίαν ἐγκαλοῦσιν ἐν τούτοις· τίς γάρ, φησίν, ἀγνοήσει ὅτι ἐπιστήμη ἐπιστήμης οὐκ ἄν ποτε τῷ δίποδι διενέγκοι ἢ τετράποδι, ὥσπερ τὸ ζῷον; ἀλλὰ πρῶτον μέν, κἂν τοῦτο σαφές, οὐκέτι καὶ ἐκεῖνο ὁμοίως δῆλον, ὅτι τῶν ὑπάλληλα οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· ἔδει δὲ περὶ ἀμφοῖν ἅμα τῶν ἀντικειμένων εἰπεῖν. ἔπειτα ὁρᾷς ὅτι οἱ περὶ τὸν Ἑρμῖνον τὸ ἕτερα καὶ μὴ ὑπάλληλα οὐ καλῶς ἐξεδέξαντο, νομίσαντες δυνατὸν εἶναι καὶ μὴ ὑπάλληλα ὄντα ὑφ’ ἓν ἀνάγεσθαι γένος· οὕτως οὐκ ἦν πρόχειρος ὁ λόγος, κἂν τὰ παραδείγματα καλῶς ληφθέντα σαφῆ τὸν λόγον ποιῇ. αἰτιῶνται δὲ καὶ 〈ὅτι〉 ἐν τοῖς ὑπαλλήλοις γένεσιν ὅσαι τοῦ κατηγορουμένου φησὶν διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται·3 ὄντων γὰρ ὑπαλλήλων τοῦ ζῴου καὶ τοῦ λογικοῦ ζῴου, ἐπειδὴ τοῦ ζῴου διαφοραί εἰσι τό τε λογικὸν καὶ τὸ ἄλογον, πῶς οἷόντε τοῦ λογικοῦ ζῴου τὸ μὲν εἶναι λογικόν, τὸ δὲ ἄλογον; ἀλλ’ ὁ μὲν Βόηθος ἐνδοὺς τῇ ἀπορίᾳ μεταγράφειν ἠξίου τὴν λέξιν οὕτως· ὥστε, ὅσαι τοῦ ὑποκειμένου διαφοραί, τοσαῦται καὶ τοῦ κατηγορουμένου ἔσονται· “αἱ γὰρ τοῦ μερικωτέρου διαφοραὶ καὶ τοῦ ὁλικωτέρου ἔσονται ἅτε τὸ μερικώτερον περιέχοντος, εἰ καὶ μὴ ὁμοίως καθόλου ἐπὶ τοῦ κατηγορουμένου, ὡς ἐπὶ τοῦ ὑποκειμένου λέγονται· τὸ γὰρ λογικὸν ἀνθρώπου μὲν παντὸς κατηγορεῖται, ζῴου δὲ οὐκέτι παντός, ἀλλὰ τῶν ζῴων τὰ μὲν ἐστι λογικά, τὰ δὲ ἄλογα.
但它们在种上已不再是相同的种差,而是依同名异义而言。因为动物的足与床的足在种上并不是同一回事;因为一者是从另一者通过隐喻而说的,它们仅在名称上有份,而在事情本身上却没有份。而且也必须知道这一点,即应当读作“不同属的”,而不是“异属者的”。 而赫尔米诺则认为,互不隶属而是互不相同的属的种差在种上是不同的,乃是“因为,”他说,“存在着某些既不互为隶属、却又双双归于单一者之下的属,正如飞行的与步行的两者都在动物之下,并且对于它们存在着某些相同的种差;因为飞行动物中,有的是两足的,有的是四足的——正如格里芬和斯芬克斯所被记述的那样——而步行者中也是同样;但这些种差在种上并不是相同的,而是在属上相同的;因为它们首要地是动物的种差。由于这个缘故,”他说,“对于互不隶属者,他并没有单纯地说种差不同,而是说在种上不同;因为这些种差虽属于互不隶属者,即使看起来相同,但在种上却不是相同的,而是在属上相同的。” 然而,如果亚里士多德所设立的互不相同且互不隶属的属,不仅包括两者之一不在另一者之下的属,而且也包括所有非双双归于单一者之下的属(因为这些正是异属者,即所有没有任何共同属者,正如异种者是不具有共同种者一样,这由各例子显而易见),那就没有必要作出这样的解释了。因为如果同属者是其属为相同者,那么异属者就应是其属互不相同者。 然而波菲利则说,不同属的种差之所以被说成在种上不同,是因为在不同属之下的诸种的种差互不相同;因为动物与知识是不同的属,动物的种是人,而知识的种是音乐,这些[种]的种差互不相同,从而他所说的或许是:对于互不相同且互不隶属的属,依种而言的种差互不相同。但或许更适宜将它们理解为构成种的[物种形成的]种差,正如波菲利自己随后也赞同的那样。 而尼科斯特拉托派则指责这些话是空谈;“因为谁会不知道,”他说,“知识绝不可能像动物那样以两足或四足相互区别呢?”但首先,即使这一点是清楚的,另一件事却并不同样明显,即:对于互为隶属者,并不妨碍其具有相同的种差;而他必须同时谈及这对立的两方面。其次,你看到赫尔米诺派未能很好地领会“不同且互不隶属”,以为互不隶属者也可以归于单一的属之下;因此这一论述并非显而易见,即使恰当选取的例子使论述变得明晰。 他们还指责说,在互为隶属的属中,正如他所说的,被述说者的种差有多少,主体的种差也将有多少;因为既然动物与有理性的动物是互为隶属的,且既然动物的种差是有理性的与无理性的,那么有理性的动物怎么可能一部分是有理性的,一部分是无理性的呢?然而鲍埃图斯向这一困难妥协,要求将字句改写如下:从而,主体的种差有多少,被述说者的种差也将有多少;“因为更个别者的种差也将属于更普遍者,因为更普遍者包容着更个别者,即使它们并不像对主体那样全称地对被述说者被述说;因为‘有理性的’是对每一个人被述说的,但不再是对每一个动物都被述说,而是动物中有些是有理性的,有些则是无理性的。”
- 1.10τῶν ἑτέρων γενῶν, ἀλλ’ οὐχὶ τῶν ἑτερογενῶν δεῖ ὑπαναγινώσκειν
动词 ὑπαναγινώσκειν 意指文本校订或辨读异文。此处表明语文学上的判断,即亚里士多德原文应当读作分立的词组 τῶν ἑτέρων γενῶν(不同属的),而非复合形容词 τῶν ἑτερογενῶν(异属者的)。
- 1.10αἱ κατὰ τὰ εἴδη διαφοραὶ ἕτεραι
波菲利对 τῷ εἴδει ἑτέρας(在种上不同)的转述性解释。介词短语 κατὰ τὰ εἴδη(依诸种而言的/各物种的)处于定语位置修饰名词 διαφοραί(种差)。辛普里丘在紧随其后的句子中指出,将之理解为“构成种的/物种形成的种差”(εἰδοποιοί)更为妥当。
- 1.10αἰτιῶνται δὲ καὶ 〈ὅτι〉 ἐν τοῖς ὑπαλλήλοις γένεσιν ὅσαι τοῦ κατηγορουμένου φησὶν διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται
αἰτιῶνται(他们指责)的宾语从句由校勘补充的 〈ὅτι〉 引导。关系词短语 ὅσαι... διαφοραί 与相关词 τοσαῦται 构成主干对应。插入动词 φησίν 指亚里士多德。
