- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:60.11-62.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德结合前述划分、以名称和例子概略引入十个最高属的意图,将其与阿尔库塔斯附带概念界定的做法作对比,并提出了最高属的分割既非属划分为种亦非整体划分为部分、究竟算何种划分的难题。
" Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἕως τοῦ οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ." Ταῦτα ἕπεται μὲν καὶ τῇ πρότερον παραδοθείσῃ διαιρέσει, ἐν ᾗ εἰς τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς διῄρητο τὰ λεγόμενα· μετὰ γὰρ τὸ διελέσθαι τὰ σύνθετα καὶ ἁπλᾶ μόρια τῆς λέξεως εἵπετο διδάσκειν, εἰς πόσα καὶ τίνα γένη τὰ ἁπλᾶ ἀναφέρεται· κατ’ ἄλλον δὲ τρόπον ἀκολουθεῖ ταῦτα τῇ προσεχῶς εἰς ἐλάχιστα γενομένῃ τῶν ὄντων διαιρέσει· μετὰ γὰρ τὴν εἰς ἐλάχιστα τομήν, ὧν οὐκ ἦν ἐλάττω λαβεῖν, ἔδει τὴν εἰς πλεῖστα παραθεῖναι, ἧς οὐκ ἦν ἐπὶ πλείονα διελεῖν.1 ἕπεται μὲν οὖν ἐκείνοις, προηγεῖται δὲ τῶν ῥηθησομένων, διότι τὴν ἐν τύποις γνῶσιν ἀεὶ δεῖ τῆς ἀκριβοῦς προλαμβάνεσθαι καὶ τὴν ἐν κεφαλαίοις προσειλημμένην τῆς κατὰ διέξοδον παραδιδομένης. ὁ γὰρ ὁλοσχερῆ τὴν ἔννοιαν προλαβὼν ῥᾷον παρακολουθήσει ταῖς κατὰ διέξοδον ἀνελίξεσιν. τριχῶς δὲ τῆς σημασίας αὐτῶν γινομένης, ἢ κατὰ τὴν ὀνομασίαν μόνην, ὅταν οὐσίαν λέγωμεν, ἢ ἀπὸ τῶν ὑποδειγμάτων, ὅταν λέγωμεν οἷον ἄνθρωπος ἢ ἵππος (τοῦτο γὰρ τὴν ὡς ἐν τύποις καὶ δι’ αἰσθήσεως φαινομένην ὑπογραφὴν δηλοῖ), καὶ τρίτον κατὰ τὰς προχείρους ἐννοίας καὶ μηδέπω τεχνικάς, σπευδούσας δὲ ἤδη πρὸς τὴν ἀκριβῆ τελειότητα, ὁ μὲν Ἀριστοτέλης ἐνταῦθα μὲν διὰ τοῦ ὀνόματος καὶ ὑποδείγματος ἐδήλωσεν τὰ γένη λέγων ἔστιν δὲ οὐσία μέν, ὡς τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἐν δὲ τοῖς περὶ ἑκάστου λόγοις καὶ τὴν ἔννοιαν τὴν περὶ αὐτῶν ἀνεγείρειν πειρᾶται· ὁ δὲ Ἀρχύτας καὶ ἐν τῇ πρώτῃ εὐθὺς διδασκαλίᾳ εἰπὼν τὸ ὄνομα καὶ τὸ ὑπόδειγμα προσθεὶς ἐφ’ ἑκάστου ἐπήγαγεν καὶ τὴν κατὰ τὴν ἔννοιαν ἰδιότητα, ὥσπερ ἐπὶ τῆς οὐσίας τὸ ὄνομα εἰπὼν καὶ τὸ ὑπόδειγμα προσέθηκεν “ἁπλῶς πάντα ὅσα καθ’ ἑαυτὰ ὑφέστηκεν”· ἡ γὰρ πρώτη ἔννοια τῆς οὐσίας οὕτως προσπίπτει ὡς καθ’ ἑαυτὴν οὔσης. πάλιν τῆς ποιότητος τὸ ὄνομα καὶ τὰ ὑποδείγματα ἐκθέμενος καὶ ταῦτα διττά, τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, οὐ παραλείπει τὴν κατὰ ἔννοιαν ἰδιότητα λέγων “ἁπλῶς ὅσα συνυπάρχει τισίν”· μετὰ γὰρ τῆς ποιότητος αὕτη ἡ ἔννοια ἡμῖν συμπροσπίπτει ὡς συνυπαρχούσης τῆς ποιότητος καὶ τελειούσης τὴν οὐσίαν. τῆς δὲ ποσότητος κατὰ πάντα τὰ γένη τὰ ὀνόματα καὶ ὑποδείγματα ποιησάμενος, οἷον κατὰ τὸ πηλίκον, κατὰ τὴν ῥοπήν, κατὰ τὸ διωρισμένον, προσέθηκεν τὴν πρόχειρον ἔννοιαν εἰπὼν “ὅσα περὶ ἀριθμὸν ἢ κατὰ ἀριθμόν τι σημαίνει”, τῷ δὲ πρός τι τὸ ἁπλῶς πρὸς ἄλληλα λέγεσθαι2 καὶ ἄνευ ἀλλήλων μὴ πεφυκέναι σημαίνεσθαι, τῷ δὲ ποιεῖν “ὃ ἁπλῶς ἐνέργειαν περί τι σημαίνει γινομένην”, τῷ δὲ πάσχειν τὸ ἁπλῶς ὑπό τινος ἑτέρου πεφυκέναι μεταβάλλειν, τῷ δὲ ἔχειν τὸ “ἁπλῶς τὰ μὴ συνυπάρχοντα μηδὲ συμπεφυκότα, ἐπίκτητα δὲ ὄντα”, τῷ δὲ κεῖσθαι τὸ ἁπλῶς σώματός πως ἔχοντος σχηματισμὸν σημαίνειν, τῷ ποῦ δὲ τὸ ἁπλῶς τόπον ἀφορίζειν, τῷ ποτὲ δὲ τὸ ἁπλῶς χρόνον σημαίνειν. δῆλον οὖν ὅτι οὐ τὴν κατὰ τὰς αἰσθήσεις μόνην οὗτος παράδειξιν ἐποιήσατο, ἀλλὰ καὶ τὴν κατὰ τὰς ἐννοίας ὑπογραφήν. Ἀλλὰ τὴν τομὴν ταύτην τὴν εἰς τὰ γενικὰ γένη γενομένην τί φήσομεν; ἆρα διαίρεσιν; καὶ πῶς ἂν εἴη διαίρεσις, εἰ μήτε ὡς γένος εἰς εἴδη διαιρεῖται μήτε ὡς ὅλον εἰς μέρη; οὔτε γὰρ ἔστιν τι κοινὸν τῶν δέκα κατηγοριῶν, ὁποῖον τὸ ὂν οἴονταί τινες ἢ τὸ τί, εἴπερ μὴ ἐπίσης πάντων κατηγορεῖται· γένους δὲ μὴ ὄντος οὐδὲ διαφορὰς εἶναι δυνατόν, εἰς ἃς τὸ γένος διαιρεθήσεται. ἀλλ’ οὐδὲ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐ γὰρ ἔστιν τι κοινὸν σύγκριμα τὸ τὸν μερισμὸν τοῦτον ὑπομένον. καὶ ὅλως οὔτε ὡς ὁμοιομερῆ εἴη ἄν τινος μέρη, ἀνόμοια ὄντα, οὔτε ὡς ἀνομοιομερῆ· εἴτε γὰρ τὸ ὄν τις τὸ ὅλον φησὶν εἴτε τὸ τί, ὁμοίως ἕκαστον ὂν καὶ τὶ λέγεται· καίτοι τοῖς ἀνομοιομερέσιν οὐχ ὑπάρχει τὸ τὰ μέρη καλεῖσθαι τῷ τοῦ ὅλου ὀνόματι. ἆρα οὖν τοῖς ἐπὶ στρατιᾶς ἔοικεν ἡ διαίρεσις τοῖς κατὰ λόχους συντεταγμένοις, ὥστε ὥσπερ λόχου λοχαγόν, οὕτως τὴν μὲν οὐσίαν ἐξηγεῖσθαι τῶν οὐσιῶν,3 τῶν δὲ ἄλλων ἑκάστην τοῦ καθ’ ἑαυτὴν πλήθους. ἀλλὰ τοῦτο τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ τῆς διακοσμήσεως, εἴπερ μηδεμίαν κοινότητα τῶν πρώτων γενῶν ἀπολείπομεν.
“在不带任何结合而被述说的事物中,每一个”至“如人、白的、跑、胜。” 这些话既承接于先前传授的划分——在其中,被述说的事物被划分为带结合的与不带结合的;因为在划分了言语的复合部分与简单部分之后,接着就要讲授简单部分被归入多少个属以及哪些属——同时在另一种方式下,这些话也紧随刚刚进行的把存在者划分为最少者的划分;因为在分割为最少者(已不可能取比这更少的了)之后,理应列出划分至最多者的[划分],再不可能将其划分为更多了。因此,这些话承接于前者,但先于将要论述的事物,因为大略中的认识必须始终先于精确的认识,在要旨中预先把握的认识必须先于通过详述传授的认识。因为预先把握了总体概念的人,将更容易跟上通过详述展开的论述。既然它们的表示有三种方式——或者仅依据名称,当我们说‘实体’时;或者依据具体例子,当我们说如‘人’或‘马’时(因为这表明了如在大略中并通过感觉显现的素描);第三则是依据手头现成、尚非专门技巧但已趋向精确完备的概念——亚里士多德在此通过名称和例子指明了诸属,说“实体大略而言,如人、马;数量如二肘、三肘”,在其余各范畴上也是如此,而在关于每一个的论述中,他也试图唤起关于它们的概念;而阿尔库塔斯即便在最初的讲授中也是既道出了名称并附加了例子,且针对每一个还引出了依据概念的特质,正如在实体上道出了名称并附加了例子后,他又追加了“凡纯粹凭自身而立者”,因为实体的首要概念就是作为凭自身存在者这样呈现在心中的。再次,他在列举了性质的名称和例子之后,而且是双重的列举,一些关乎灵魂,一些关乎身体,他并未遗漏依据概念的特质,说“凡纯粹与某些事物共存者”;因为伴随着性质,这一概念同时也呈现在我们面前,即性质是共存并成全实体的。在依据所有种类给出了数量的名称和例子之后,例如依据大小、依据轻重、依据离散,他追加了手头的概念,说“凡涉及数目或依据数目表示某种事物者”,而在关系上附加了“纯粹彼此相对而言,且没有彼此便不能本性地被表示”,在能动上附加了“凡纯粹表示关乎某物而发生的活动者”,在受动上附加了“纯粹本性地由他物引起变化”,在具有上附加了“凡纯粹非共存亦非天生结合,而是后天获得者”,在姿态上附加了“纯粹表示以某种方式处于特定状态的身体的塑形”,在何处上附加了“纯粹界定场所”,在何时上附加了“纯粹表示时间”。显而易见,他不单作了依据感觉的例示,还作了依据概念的素描。然而,对于这种向着最高属所作的分割,我们将称它为什么呢?难道是划分吗?如果它既非如属划分为种,亦非如整体划分为部分,又怎能是划分呢?因为十个范畴没有任何共同之物——像某些人把‘存在’或‘某物’当作的那种东西——如果它不是同等地对所有范畴被述说的话;而若不存在属,也就不可能存在属被划分成的种差。但它也不是如整体划分为部分;因为没有任何共同的复合物承受这种分割。总之,它们作为某物的各个部分,既不可能是同质的部分(因为它们并不相似),也不可能是异质的部分;因为无论有人说‘存在’是整体还是说‘某物’是整体,每一个部分都同样被称为存在和某物;然而对于异质的部分而言,各个部分并不能用整体的名称来称呼。难道这种划分类似于军队中按连队编排的情形,以至于正如连长统领连队一样,实体统领诸实体,其余每一范畴统领属于其自身的群体吗?但如果我们不给最初的诸属保留任何共通性,这就会破坏整个编排的连续性与相互贯通。
- 1.11ἧς οὐκ ἦν ἐπὶ πλείονα διελεῖν
关系代词 ἧς 指向前文的先行词 τὴν εἰς πλεῖστα(划分至最多者),并作为比较级 πλείονα 所要求的比较属格,意为“不可能划分出比其[即该划分]更多的[划分]”。
- 1.11τῷ δὲ πρός τι τὸ ἁπλῶς πρὸς ἄλληλα λέγεσθαι
与格短语链(τῷ δὲ πρός τι、τῷ δὲ ποιεῖν 等)承接前文动词 προσέθηκεν(“他追加了”)的结构,其中与格表示被补充的范畴,而带冠词的不定词短语(τὸ ... λέγεσθαι)或关系代词从句(ὃ ... σημαίνει)则表示所追加的现成概念。
- 1.11ὥστε ὥσπερ λόχου λοχαγόν, οὕτως τὴν μὲν οὐσίαν ἐξηγεῖσθαι τῶν οὐσιῶν
由 ὥστε 引导的不定词结构(ἐξηγεῖσθαι),承接前面的疑问句 ἆρα οὖν ... ἔοικεν ἡ διαίρεσις(“难道这种划分类似于……吗?”),对该比喻所引申的内容作进一步阐释。不定词的主语为宾格(τὴν μὲν οὐσίαν),宾语为属格(τῶν οὐσιῶν)。
