← 辛普里丘

亚里士多德《范畴篇》注释

§53.9-54.21

关于属与偶性述谓方式的诸家见解

辛普里丘介绍了伊安布利柯关于属如何述说于个别主体的阐释,辨析了“在底层主体之中”与“依底层主体而被述说”的区别,并探讨了安德罗尼柯将非本质述谓归入“依底层主体”的观点及其疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#2

ὁ μέντοι Ἰάμβλιχος “οὐ τὰ γένη, φησίν, τῶν ὑποκειμένων κατηγορεῖται, ἀλλ’ ἕτερα διὰ ταῦτα· ὅταν γὰρ λέγωμεν Σωκράτην ἄνθρωπον εἶναι, οὐ τὸν γενικὸν φαμεν αὐτὸν ἄνθρωπον εἶναι, ἀλλὰ μετέχειν τοῦ γενικοῦ,1 ὥσπερ τὸ λευκὴν εἶναι τὴν ἄμπελον ταὐτόν ἐστιν τῷ λευκοὺς βότρυας φέρειν, κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν καρπὸν οὕτως αὐτῆς καλουμένης. περὶ δὲ τούτων ἐν τοῖς Μετὰ τὰ φυσικὰ ἀκριβῶς διώρισεν Ἀριστοτέλης. νῦν δὲ κοινότερον κέχρηται ταῖς σημασίαις, ὡς καὶ ἡμεῖς ὅταν λέγωμεν τοὺς ὁρισμοὺς ἐκ γένους εἶναι καὶ διαφορῶν, οὐ κυρίως τὸ γένος ἐνταῦθα λαμβάνοντες, ἀλλ’ ἀντὶ τῆς πτώσεως, ἧς ἐξηγητικόν ἐστιν τὸ μετέχειν τοῦ γενικοῦ”. ἀλλ’ ὅτι μὲν καθόλου βούλεται εἶναι τὸ καθ’ ὑποκειμένου, ἐδήλωσεν τὰ ἄτομα εἰπὼν μὴ λέγεσθαι καθ’ ὑποκειμένου, ὅτι δὲ συνωνύμως αὐτὸ δεῖ κατηγορεῖσθαι, ἐδήλωσεν διὰ τοῦ καὶ τῶν ὑπ’ αὐτὸ κατηγορεῖσθαι· τοῦτο γὰρ ὑπάρχει τοῖς ἐν τῷ τί ἐστιν κατηγορουμένοις. τὸ δέ γε ἐν ὑποκειμένῳ ἔστιν μὲν ἐν τῷ ὑποκειμένῳ, οὐ μέντοι συνωνύμως κατηγορεῖται τοῦ ὑποκειμένου· οὐ γὰρ λέγεται ἡ ψυχὴ ἐπιστήμη. ὅταν οὖν τὸ αὐτὸ ἐν ὑποκειμένῳ τε ᾖ καὶ καθ’ ὑποκειμένου, τουτέστιν ὅταν ᾖ καθόλου συμβεβηκός, δύο ὑποκείμενα θεωρητέον, τὸ μὲν ἐν ᾧ ἔστιν, τὸ δὲ καθ’ οὗ λέγεται, καὶ τῷ μὲν ἐν ὑποκειμένῳ τὸ ἔστιν ἀποδέδοται, τῷ δὲ καθ’ ὑποκειμένου τὸ λέγεται. εἴτε γὰρ ἔστιν τὰ καθόλου εἴτε ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ἄλλης ἂν εἴη πραγματείας ζητεῖν· ὅτι μέντοι λέγεται κατὰ τοῦ ὑποκειμένου, δῆλον· νῦν δὲ καὶ ὡς οὖσιν Ἀριστοτέλης ἐχρήσατο. καὶ πρόδηλον μὲν ἐκ τῶν εἰρημένων, τίνι διαφέρει τὰ ἐν ὑποκειμένῳ τῶν καθ’ ὑποκειμένου, λεγέσθω δὲ καὶ νῦν, ὅτι ἄλλο τὸ καθόλου ἐστὶν καὶ ἄλλο τὸ ἐν ἑτέρῳ ἐγγινόμενον. καὶ μέντοι τῶν μὲν καθ’ ὑποκειμένου καὶ τὸ ὄνομα καὶ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου, τοῦ δὲ ἐν ὑποκειμένῳ ὁ μὲν λόγος οὐδέποτε, τὸ δὲ ὄνομα πολλάκις κατηγορεῖται. καὶ μέντοι ἑκάτερον αὐτῶν ποτὲ μὲν συνδυάζεται τῷ ἑτέρῳ, ποτὲ δὲ οὔ· τὸ γὰρ καθ’ ὑποκειμένου ποτὲ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ποτὲ δὲ οὔ, καὶ τὸ ἐν ὑποκειμένῳ ποτὲ μὲν καθ’ ὑποκειμένου, ποτὲ δὲ οὔ. καθόλου δὲ καὶ τὰ γένη καὶ τὰ εἴδη, ἐάν τε ἐπ’ οὐσιῶν ᾖ ἐάν τε ἐπὶ συμβεβηκότων, κυρίως καθ’ ὑποκειμένου λεχθήσεται. ἐδήλωσεν δὲ τοῦτο καὶ αὐτὸς εἰπὼν ὅτι τὰ ἄτομα καὶ ἓν ἀριθμῷ οὐκ ἔστιν καθ’ ὑποκειμένου. Ἰστέον δὲ ὅτι καὶ Ἀνδρόνικος καὶ ἄλλοι δέ τινες οὐ μόνον τὰ ἐν τῷ τί ἐστιν κατηγορούμενα καθ’ ὑποκειμένου κατηγορεῖσθαί φασιν, ἀλλὰ καὶ ἄλλα οἷον τὸ μουσικὸν κατὰ Ἀριστοξένου καὶ τὸ Ἀθηναῖος κατὰ Σωκράτους. καὶ ἴσως ἐκεῖνα ὅσα κατηγοροῦντές τινος ἐκεῖνο εἶναι λέγομεν αὐτὸ ὅπερ κατηγοροῦμεν (βαδίζειν μὲν γὰρ λέγοντες τὸν Σωκράτη οὐ λέγομεν βαδίζειν εἶναι τὸν Σωκράτη, Ἀθηναῖον δὲ εἶναι λέγομεν καὶ φιλόσοφον) καὶ ὅσα δὴ τούτων κατηγορεῖται, λεγόντων ἡμῶν ταῦτα ἐκεῖνα εἶναι, καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· εἰ γὰρ ὁ Σωκράτης φιλόσοφος καὶ ὁ φιλόσοφος δὲ ἐπιστήμων, ἔσται καὶ ὁ Σωκράτης ἐπιστήμων. πάλιν δέ φασιν· εἰ τὸ σῶμα λευκὸν καὶ τὸ λευκὸν χρῶμα, ἔσται καὶ τὸ σῶμα χρῶμα. ἢ τὸ λευκὸν δύο σημαίνει, τήν τε ποιότητα καὶ τὸ κεχρωσμένον, καὶ τοῦ μὲν σώματος τὸ κεχρωσμένον κατηγορεῖται (οὐ γάρ ἐστι τὸ σῶμα λευκότης), τῆς δὲ ποιότητος τὸ χρῶμα * * * ἀλλ’ ἡ λευκότης·2 ὥστε οὐ τὸ χρῶμα κατηγορηθήσεται τοῦ σώματος, ἀλλὰ τὸ κεχρωσμένον.

然而伊安布利柯说:“并不是属本身被述说于底层主体,而是因这些属的缘故另外的事物被述说;因为当我们说苏格拉底是人时,我们并不是说他是属类的人,而是说他分有那属类的事物,正如葡萄藤是白色的等同于它结出白色的葡萄串,因为藤本身是根据对果实的指涉而被如此称呼的。关于这些问题,亚里士多德在《形而上学》中作了精确的规定。而现在他是以更通泛的方式使用这些指称,正如我们说定义由属和种差构成时,在此也不是在严格意义上取‘属’,而是用以代替派生形态,‘分有那属类的事物’正是对这种派生形态的阐释。” 但是,他意图使“依底层主体”成为普遍者,这一点他通过指出个别事物不依底层主体而被述说表明了;而它必须被同名地述说,他则通过它也述说于其下辖之物表明了,因为这属于在“是什么”中被述说之物。相反,在底层主体之中的事物固然在底层主体之中,然而绝不是同名地述说于底层主体;因为灵魂并不被称为知识。因此,当同一事物既在底层主体之中又依底层主体而被述说时——也就是说,当它是一个普遍的附性时——必须考察两个底层主体:一个是它在其中的主体,另一个是它依其而被述说的主体;对在底层主体之中的事物赋予了“存在”,而对依底层主体而被述说的事物赋予了“被述说”。因为普遍者是存在,还是仅凭概念而具有其存在,乃是另一项探讨所要考察的事;然而它述说于底层主体,这是显然的;而亚里士多德在此也将其作为存在者来使用。 而且,从已述的内容中显而易见,在底层主体之中的事物与依底层主体而被述说的事物有何区别;但现在也应当说明:普遍者是一回事,在另一物中产生的事物是另一回事。此外,对于依底层主体而被述说的事物,名称和定义性说明都述说于底层主体;而对于在底层主体之中的事物,定义性说明绝不被述说,名称则屡屡被述说。再者,它们各自有时与另一方相结合,有时则不然;因为依底层主体而被述说的事物有时在底层主体之中,有时不在;而在底层主体之中的事物有时依底层主体而被述说,有时不在。但普遍而言,无论是属还是种,无论是在实体的情形中还是在附性的情形中,都将在严格意义上被说成是依底层主体而被述说的。他自己也通过指出个别且数目为一的事物不依底层主体而被述说,表明了这一点。 应当知晓的是,安德罗尼柯和其他某些人主张,不仅在“是什么”中被述说的事物依底层主体而被述说,其他事物亦然,例如“音乐的”述说于阿里斯托克塞诺斯,“雅典人”述说于苏格拉底。或许,凡是我们在对某物进行述说时,说该物就是我们所述说的那个事物本身的那些情况(因为在说苏格拉底行走时,我们并不说苏格拉底是行走,但我们确实说他是雅典人和哲学家),以及在我们说这些就是那些时关于这些事物被述说的所有事物,也将述说于底层主体;因为如果苏格拉底是哲学家,而哲学家是有知识者,苏格拉底也将是有知识者。然而他们反过来又说:如果物体是白的,而白是颜色,物体也将是颜色。抑或,“白”表示两样事物,即性质与被着色者,被着色者述说于物体(因为物体并不是白这种性质本身),而关于性质,颜色是[被述说的,因为作为颜色的并非物体]而是白本身;因此,被述说于物体的将不是颜色,而是被着色者。

语法注2 条
  1. 1.9ἀλλ’ ἀντὶ τῆς πτώσεως, ἧς ἐξηγητικόν ἐστιν τὸ μετέχειν τοῦ γενικοῦ

    术语 πτῶσις 在语法上通常指“格变形式”或派生形态,在此处指相对于严格本义上的“属”(γένος)而言的派生形态或叙述(即“分有那属类的事物”)。关系从句 ἧς ἐξηγητικόν ἐστιν τὸ μετέχειν τοῦ γενικοῦ 修饰 πτώσεως,表明“分有那属类的事物”正是对这一派生形态的解释性说明。

  2. 1.9τῆς δὲ ποιότητος τὸ χρῶμα * * * ἀλλ’ ἡ λευκότης

    底本在 τὸ χρῶμα 与 ἀλλ’ ἡ λευκότης 之间标有文脱(lacuna)。根据上下文,此处与前文的 τοῦ μὲν σώματος τὸ κεχρωσμένον κατηγορεῖται 相对照,句意逻辑为:颜色述说于性质(白本身),因为作为颜色的并非物体(或被着色者),而是白本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:53.9-54.21