- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:54.22-56.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据Bekker 1b16的引文,梳理了属、种和种差的定义及其相互关系(整体与部分,以及构成性、分割性与种形成性种差),进而探讨了某些种差仅属于单一的种以及存在如太阳、凤凰等单一物种的难题,并将其解释为介于个体与严格意义上的种之间的中间形态等来予以解决。
" Τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἕως τοῦ καὶ τοῦ ὑποκειμένου ἔσονται." Ἐν τούτοις δέον εἰπεῖν,1 τί γένος καὶ τί διαφορὰ καὶ τίνα σχέσιν ἔχουσιν πρὸς ἄλληλα εἴς τε ἑτερότητα καὶ εἰς κοινωνίαν. τὸ τοίνυν γένος λέγεται μὲν πολλαχῶς, ὡς καὶ ἐν τῇ Εἰσαγωγῇ ἐδίδαξεν ὁ Πορφύριος· τὸ δὲ νῦν παραληφθὲν γένος ἐστὶν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστιν κατηγορούμενον, διαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποιὸν εἶναι κατηγορουμένη. ἀλλὰ τῷ μὲν εἴδει διαφέρει, ὅσα τῷ λόγῳ τῆς οὐσίας ἀλλήλων κεχώρισται· τῷ δὲ ἀριθμῷ διέστηκεν, ὅσα συνδρομῇ συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσατο. καὶ ἐν μὲν τῷ τί ἐστιν κατηγορεῖται, ὅσα ἐν τῷ λόγῳ τῷ τὸ τί ἦν εἶναι λέγοντι περιέχεται, τὸ οὐσιῶδες καὶ κοινὸν ἐν τῷ πράγματι δηλοῦντα· ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν, ὅσα τὸ οὐσιῶδες μετὰ τῆς ποιότητος συνείληφεν· τὸ γὰρ λογικὸν οὐχ ἁπλῶς ποιότης ἐστίν, ἀλλὰ ζῳώδης ποιότης. καὶ δεῖ τὴν διαφορὰν οὐσιωδῶς καὶ κατὰ τὸ εἶναι χωρίζειν, ἀλλ’ οὐ κατά τι συμβεβηκός. κἂν γὰρ ἀνθρώπου τὸ πλευστικόν ἐστιν, οὐκ ἔστιν αὕτη οὐσιώδης διαφορά, δεῖ δὲ τὴν διαφορὰν μέρος τῆς οὐσίας εἶναι· περὶ γὰρ τὴν οὐσίαν τὴν κεχωρισμένην ἰδιότητα ἀφορίζει. διαφέρουσι δὲ ἀλλήλων εἶδος καὶ διαφορὰ ὡς ὅλον καὶ μέρος· περιέχεται γὰρ ὑπὸ τοῦ ὅλου εἴδους ἡ συστατικὴ τοῦ εἴδους διαφορά, ὡς ὑπὸ τοῦ ἀνθρώπου τὸ λογικόν. ποτὲ δὲ καὶ ἀντὶ τοῦ ὅλου εἴδους ἡ διαφορὰ λέγεται, ὥσπερ τὸ ἀθάνατον καὶ θνητὸν ἀντὶ θεῶν καὶ ἀνθρώπων. τῶν δὲ διαφορῶν αἱ μὲν γενῶν εἰσιν, αἱ δὲ εἰδῶν.2 τοῦ μὲν οὖν γένους αἱ μὲν συστατικαί, ὅσαι κατὰ παντὸς λέγονται, αἱ δὲ διαιρετικαί, ὅσαι διῃρημένως μὲν κατ’ αὐτοῦ οὐ λέγονται, ὁμοῦ δὲ πᾶσαι· τοῦ δὲ εἴδους εἰσὶν αἱ εἰδοποιοὶ μόναι, ὧν ἑκάστη κατὰ τὸ ἀντιδιῃρημένον πρὸς ἕκαστον τῶν εἰδῶν ἀφορίζεται, ἀλλ’ οὐχ ἅμα πᾶσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἓν γένος, οὕτως πολλαὶ διαφοραὶ πρὸς ἓν εἶδος συντελοῦσιν. ὁ δὲ Ἑρμῖνος τὰς συμπληρωτικὰς οὐκ ἀξιοῖ διαφορὰς καλεῖν, ἀλλὰ μόνας τὰς διαιρετικάς. Ἀλλὰ πῶς τὴν διαφορὰν κατὰ διαφερόντων τῷ εἴδει λέγομεν καὶ τὸ εἶδος κατὰ διαφερόντων τῷ ἀριθμῷ; ἰδοὺ γάρ τινες διαφοραὶ καθ’ ἑνὸς εἴδους λέγονται, ὡς τὸ κοῦφον κατὰ τοῦ πυρός (καὶ γὰρ τὰ ἄλλα κοῦφα διὰ τὸ πύριον) καὶ τὸ βαρὺ κατὰ τῆς γῆς καὶ ὅλως αἱ ἔσχαται διαφοραὶ καθ’ ἕκαστον εἶδος, ὡς ἐπὶ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, αἵτινες καὶ ἀντιστρέφουσιν πρὸς τὸ ὁριστόν· ἀλλὰ καὶ εἴδη τινά ἐστιν μοναδικὰ καὶ ἐν τοῖς αἰσθητοῖς, τὰ μὲν ἀίδια πάντα, ἥλιος καὶ σελήνη καὶ τῶν ἄλλων ἕκαστον, ἐν τοῖς γενητοῖς δέ, ὡς ἱστοροῦσιν, ὁ φοῖνιξ τὸ ὄρνεον. πῶς οὖν τὸ εἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ λέγεται; ἢ τοῦτο μέν, κἂν μὴ ἅμα ὄντων τῶν ἀτόμων, ἀλλὰ κατὰ διαδοχήν, πολλῶν κατηγορεῖται φοινίκων· ἐν δὲ τοῖς ἀϊδίοις, εἰ μὴ κατὰ πλειόνων λέγεται, οὐδέ ἔστιν τοῦτο τὸ εἶδος τὸ νῦν ζητούμενον, τὸ ἀκατάτακτον καὶ ἐν πολλοῖς θεωρούμενον, ἀλλὰ τὸ ἐν ὕλῃ κατατεταγμένον μοναδικόν· ἐκεῖνο γάρ, κἂν εἰ πολλὰ εἴη τοιαῦτα, πᾶσιν ὑπάρχει. καὶ ἔοικεν τὸ τοιοῦτον εἶδος μέσον εἶναι τῶν τε ἀτόμων καὶ τῶν κυρίως εἰδῶν, τῷ μὲν μοναδικῷ τῶν ἀτόμων ὑπερέχον, τῷ δὲ ἐν ὕλῃ γενέσθαι ὑφειμένον τῶν κυρίως εἰδῶν.
“对于互不隶属的不同属……”至“……也将属于底层主体。” 在这些文句中,有必要说明什么是属,什么是种差,以及它们在差异性与共通性两方面彼此具有怎样的关系。那么,正如波菲利在《导论》中所教导的,属有多种说法;而现在所采纳的属,是在“是什么”中对种类不同且为多数的事物被述说的,种是在“是什么”中对数目不同且为多数的事物被述说的,而种差是在“是怎样的”中对种类不同且为多数的事物被述说的。凡依其实体的定义性说明而彼此分离的,都在种上相异;凡依附性的聚合而规定了其自身个别实在之特性的,都在数上相殊。凡包含在陈述本质的定义性说明中、表明事物中本质且共通之物的,都是在“是什么”中被述说;凡将本质之物与性质一同总括在内的,都是在“是怎样的”中被述说;因为“有理性的”并非纯粹的性质,而是属于动物的性质。种差必须在本质上且按照存在来区分,而不能按照某种附性来区分。因为即使航海属于人,这也不是本质的种差,种差必须是实体的一部分;因为它围绕实体规定了分离的特性。种与种差彼此的区别就像整体与部分;因为构成种的种差被整个种所包容,正如“有理性的”被“人”所包容一样。但有时种差也被用来代替整个种,正如用“不死的”与“会死的”代替神与人。在种差中,有些属于属,有些属于种。属于属的种差中,有些是构成性的,它们依全部而被述说;有些是分割性的,它们并非分别地依属而被述说,而是一并全被述说;属于种的则只有形成种的种差,它们之中的每一个都根据与诸种中的每一个相对分割之物而被规定,但并非一并全被规定。正如多个种作用于一个属,同样,许多种差也作用于一个种。然而赫尔米诺斯认为不应将补充性的[构成性]种差称为种差,而只应将分割性的称为种差。 但是,我们怎能说种差依种类不同者而被述说,而种依数目不同者而被述说呢?因为看哪,某些种差是依单一的种而被述说的,例如对火说“轻的”(因为其他轻的事物也是由于火的成分),对土说“重的”,以及普遍而言关于每一个种的最后种差,如就人而言“能接受理智与知识的”,它们甚至与被定义者可换位;不仅如此,在可感觉的事物中也有一些单一的种:所有永恒的事物,如太阳、月亮以及其他每一个;而在生成的事物中,如人们所记载的,鸟中的凤凰也是如此。那么,种怎能依数目不同且为多数的事物而被述说呢?抑或,这个〔种〕即使个体不是同时存在而是相继存在,也确实对许多凤凰被述说;而在永恒事物的情形中,如果它不依多数事物而被述说,这也不是现在所探究的种——那种未归入秩序且在多数事物中被观照的种——而是归入质料秩序中的单一的种;因为前者即便存在许多此类事物,也是属于全体的。这样的种似乎介于个体与严格意义上的种之间,在单一方面超越个体,在产生于质料之中方面逊于严格意义上的种。
- 1.10Ἐν τούτοις δέον εἰπεῖν
非人称动词 δεῖ 的中性单数主格分词 δέον 省略系词 ἐστίν 构成主句谓语(“有必要说明……”),置于句首以统辖随后的间接疑问句(τί γένος……)。
- 1.10καὶ ἔοικεν τὸ τοιοῦτον εἶδος μέσον εἶναι τῶν τε ἀτόμων καὶ τῶν κυρίως εἰδῶν, τῷ μὲν μοναδικῷ τῶν ἀτόμων ὑπερέχον, τῷ δὲ ἐν ὕλῃ γενέσθαι ὑφειμένον τῶν κυρίως εἰδῶν
主句以 τὸ τοιοῦτον εἶδος 为主格主语,采用主格不定式结构(ἔοικεν +补充不定式 μέσον εἶναι)。两个分词 ὑπερέχον 与 ὑφειμένον 均为中性单数主格,修饰 εἶδος。与格 τῷ μὲν μοναδικῷ 与 τῷ δὲ ἐν ὕλῃ γενέσθαι 是方面或视角的与格(“在单一方面”“在产生于质料之中方面”),而属格 τῶν ἀτόμων 与 τῶν κυρίως εἰδῶν 是由表示优劣的动词(ὑπερέχω 与 ὑφίεμαι)所支配的比较属格。
